De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

40. Ῥοφήματα δὲ ἐν τῇσι νούσοισιν ἁπάσῃσι διδόναι ἢ πτισάνην ἢ κέγχρον ἢ ἄλητον ἢ χόνδρον· τούτων ὁκόσα μὲν δίδως ἐς διαχώρησιν, λεπτὰ διδόναι καὶ διεφθότερα, καὶ γλυκύτερα ἢ ἁλυκώτερα ἢ θερμότερα· ὁκόσα δὲ ἐς ἰσχὺν ἢ ἀνακομιδὴν, παχύτερα καὶ λιπαρώτερα καὶ μετρίως ἑφθά. Ποτοῖσι δὲ χρῆσθαι, ἢν μὲν ὑπάγειν ἐθέλῃς τὴν κοιλίην καὶ τὴν κύστιν, γλυκὺν οἶνον ἢ μελίκρητον· ἢν δὲ στύφειν, αὐστηρὸν, λευκὸν, λεπτὸν, ὑδαρέα ἢν δὲ ἐς ἰσχὺν, αὐστηρὸν, μέλανα· ὁκόσοι τὸν οἶνον πίνουσιν ἀνηλεῶς, τούτοισι διδόναι, ἃ γέγραπται ἐν τῇ φαρμακίτιδι ποτὰ σκευαζόμενα.