De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
38. Τοὺς τρωματίας λιμοκτονέειν, καὶ ἐκ τῆς κοιλίης ὑπάγειν τὰ ἐνεόντα, ἢ ὑποκλύζοντα, ἢ φάρμακον κάτω διδόντα, καὶ πίνειν
248
ὕδωρ καὶ ὄξος, καὶ ῥοφεῖν. Τὰ φλεγμαίνοντα ψύχειν καταπλάσμασι· τὰ δὲ τοιαῦτα καταπλάσματα εἶναι ἢ τεῦτλα ἑφθὰ ἐν ὕδατι, ἢ σέλινον, ἢ ἐλαίης φύλλα, ἢ συκῆς φύλλα, ἢ ἀκτῆς φύλλα, ἢ βάτου, ἢ ῥοιῆς γλυκείης, ἑφθοῖσι μὲν τούτοισι χρῆσθαι· ὠμοῖσι δὲ ῥάμνου φύλλοισιν, ἢ ἄγνου, ἢ ἐλελισφάκου, ἢ τιθυμάλλου, ἢ γλήχωνα χλωρὴν, ἢ πράσα, ἢ σέλινα, ἢ κορίανον, ἢ ἰσάτιος φύλλα· ἢν δὲ μηδὲν τούτων ἔχῃς μήτε ἄλλο τι μηδὲν κατάπλασμα, ἄλφιτον φυρήσας ὕδατι ἢ οἴνῳ κατάπλασαι. Τοσοῦτον δὲ χρόνον καταπλάσματα τάδ’ ὠφελέει, ὁκόσον ἂν ψυχρότερα ᾖ ἢ τὸ ἕλκος· ὅταν δὲ ᾖ θερμότερα ἢ ὁμοίως θερμὰ, βλάπτει. Τὰ λιπαρὰ πρὸς τὰ φλεγμαίνοντα οὐ ξυμφέρει, οὐδὲ πρὸς τὸ ἀκάθαρτα, οὐδὲ πρὸς τὰ σηπόμενα· ἀλλὰ πρὸς μὲν τὰ φλεγμαίνοντα ξυμφέρει τὰ ψυχρὰ, πρὸς δὲ τὰ ἀκάθαρτα καὶ τὰ σηπόμενα τὰ δριμέα καὶ ὅσα δῆξίν τινα παρεχόμενα καθαίρει· ὅταν δὲ σαρκοφυῆσαι βούλῃ, τὰ λιπαρὰ καὶ τὰ θερμὰ μᾶλλον ξυμφέρει, πρὸς ταῦτα γὰρ ἡ σὰρξ θάλλει.