De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
37. Ὅταν δὲ ἐπὶ νοσέοντα ἀφίκῃ, ἐπανερωτᾷν χρὴ ἃ πάσχει, καὶ ἐξ ὅτου, καὶ ποσταῖος, καὶ τὴν κοιλίην εἰ διαχωρέει, καὶ δίαιταν ἥντινα διαιτᾶται, καὶ ἐνθυμέεσθαι πρῶτα μὲν τὸ νούσημα πότερον ἀπὸ χολῆς ἢ φλέγματος γεγένηται ἢ ἀμφότερα, καὶ τοῦτο εὖ εἰδέναι ὅτι ἀνάγκην ἔχει ὥστε ὑπὸ τούτων τοῦ ἑτέρου ἢ ἀμφοτέρων γίνεσθαι, ἔπειτα πότερον ξηρασίης ἢ ὑγρασίης χρήζει, ἢ τὰ μὲν τοῦ σώματος ξηρασίης, τὰ δὲ ὑγρασίης· ἔπειτα τὴν νοῦσον, εἴτε ἄνω δεῖ θεραπεύειν, εἴτε κάτω, εἴτε διὰ τῆς κύστιος, καὶ εἴτε αὔξεται ἡ νοῦσος, εἶτε μαραίνεται, εἴτε λύεται, εἴτε μεταπίπτει εἰς ἑτέρην νοῦσον.