De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
26. Τεινεσμὸς ὅταν λάβῃ, διαχωρέει αἷμα μέλαν καὶ μύξα, καὶ πόνος ἐν τῇ κάτω κοιλίῃ γίνεται, καὶ μάλιστα ὅταν ἐς ἄφοδον ἵζῃ· τούτου ξυμφέρει τὴν κοιλίην διυγραίνειν καὶ λιπαίνειν καὶ ἀλεαίνειν, καὶ ὑπάγειν τὰ ἐνεόντα, καὶ λούειν θερμῷ, πλὴν τῆς κεφαλῆς. Φιλέει δὲ ἡ νοῦσος αὕτη τὰ σιτία πλείω τελέειν· οἱ γὰρ στρόφοι κενουμένης τῆς κοιλίης ὑπὸ τοῦ αἵματος διεξιόντος καὶ τῆς μύξης καὶ προσπιπτόντων πρὸς τὸ ἔντερον γίνονται· ἐνόντων δὲ τῶν σιτίων, ἧσσον δῆξιν παρέχει τῷ ἐντέρῳ. Καὶ γίνεται μὲν ἀπὸ τῶν αὐτῶν, ὧν καὶ ἡ δυσεντερίη, ἀσθενεστέρη δὲ καὶ ὀλιγοχρονίη, καὶ οὐ θανατώδης.