De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
25. Διάῤῥοια δὲ ἡ μακρὴ ὅταν ἔχῃ, διαχωρέει πρῶτον μὲν τὰ ἐσιόντα ὑγρὰ, ἔπειτα φλέγμα· καὶ ἐσθίει μὲν ἐπιεικῶς, ὑπὸ δὲ τῆς πολλῆς διαχωρήσιος ἀσθενὴς καὶ λεπτὸς γίνεται. Τοῦτον ἄνω ἀποξηραίνειν ἐλλέβορον πιπίσκων καὶ τὴν κεφαλὴν καθαίρων φλέγμα, διανίψαι δὲ καὶ τὴν κοιλίην γάλακτι ἑφθῷ, ἔπειτα τἄλλα σιτίοισι καὶ ποτοῖσι θεραπεύειν, ὑφ’ ὧν ξηρανεῖται ἥ τε κοιλίη καὶ τὸ σῶμα πᾶν· ἡ δὲ νοῦσος ἀπὸ τῶν αὐτῶν γίνεται, ἀφ’ ὧν καὶ ἡ λειεντερίη. Αὗται αἱ νοῦσοι, ἥ τε δυσεντερίη καὶ ἡ λειεντερίη καὶ διάῤῥοια, παραπλήσιαί εἰσι, καὶ δεῖ αὐτὰς οὕτως ἰῆσθαι· τὸν μὲν κατάῤῥοον ἀπολαμβάνειν τὸν ἀπὸ τῆς κεφαλῆς καὶ τῆς ἄνω κοιλίης, ἢ ἀποτρέπειν· τοῦ γὰρ νουσήματος ἡ φύσις ἐντεῦθεν γίνεται, καὶ οὐδεὶς οὐδέν σου μέμψεται τὴν διάνοιαν· σχεδὸν δὲ καὶ τἄλλα νουσήματα ὧδε δεῖ σκοπεῖν, ὁκόθεν ἑκάστῳ ἡ φύσις γίνεται· καὶ οὕτω σκοπῶν καὶ λαμβάνων τὴν ἀρχὴν τῶν νουσημάτων ἥκιστ’ ἂν ἁμαρτάνοις.