De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

15. Ἢν δὲ πυρετὸς μὲν μὴ ἔχῃ, τὸ δὲ στόμα πικρὸν ἔχῃ, καὶ τὸ σῶμα βαρύνηται, καὶ ἀσιτέῃ, φάρμακον διδόναι· πάσχει δὲ ταῦτα ὑπὸ χολῆς, ὅταν ἐς τὰς φλέβας καὶ τὰ ἄρθρα καταστηρίξῃ. Ὁκόσαι δὲ ἄλλαι ὀδύναι ἐν τῷ θέρει κατὰ τὴν κοιλίην γίνονται, ὁκόσαι μὲν πρὸς τὰ ὑποχόνδρια καὶ τὴν καρδίην, μελίκρητον ὑδαρὲς ποιέων, ὅσον

224
τρεῖς κοτύλας, ὄξος παραχέας, δὸς πιεῖν χλιερόν· καὶ ἐπισχὼν ὀλίγον χρόνον, καὶ ξυνθαλφθεὶς πυρὶ καὶ ἱματίοισιν, ἐμείτω· ἢν δὲ ἀπεμέσαντι αὖθις προσιστῆται καὶ πνίγῃ, αὖθις ἔμετον ποιείσθω· ἢ λούσας αὐτὸν πολλῷ καὶ θερμῷ, ὑποκλύσαι, καὶ χλιάσματα προστιθέναι, ἐὰν ἡ ὀδύνη ἔχῃ· πάσχουσι δὲ ταῦτα μάλιστα ὑπὸ τοῦ φλέγματος, ὅταν κινηθὲν προσπέσῃ πρὸς τὴν καρδίην· δίδοναι δὲ τοῖσι τὰ τοιαῦτα ἀλγήματα ἀλγέουσι, καὶ τῶν φαρμάκων ἃ γέγραπται τῆς ὀδυνης παύοντα ἐν τῇ φαρμακίτιδι. Ἢν δὲ μεθιστῆται ἡ ὀδύνη ἄλλοτε ἄλλῃ τῆς κοιλίης, καὶ ἀπύρετος ᾖ, λούειν πολλῷ καὶ θερμῷ, καὶ πίνειν διδόναι τῆς ὀδύνης εἵνεκα, ἃ ἐν τῇ πλευρίτιδι γέγραπται, ἢ τῶν ἄλλων ὅ τι ἄν σοι δοκέῃ· ἢν δὲ μὴ ἀπαλλάσσηται τῆς ὀδύνης, ὑποκαθῆραι φαρμάκῳ κάτω, σιτίων δὲ ἀπέχεσθαι, ἕως ἂν ἡ ὀδύνη ἔχῃ· τὰ δὲ τοιαῦτα ἀλγήματα ὅσα οὕτως πλανᾶται, ὑπὸ χολῆς γίνεται. Ὅσαι δὲ κάτωθεν τοῦ ὀμφαλοῦ ὀδύναι γίνονται, ὑποκλύσαι μαλακῷ κλύσματι· ἢν δὲ μὴ παύηται, φάρμακον δοῦναι κάτω.