De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
14. Τοῦ δὲ θέρεος τάδε γίνεται· πυρετὸς ἴσχει ἰσχυρὸς καὶ δίψα, καὶ ἐμέουσιν ἔνιοι χολήν· ἐνίοισι δὲ καὶ κάτω διαχωρέει· τούτοισι δὲ πίνειν διδόναι καὶ ῥοφεῖν, ὅ τι ἄν σοι δοκέῃ ἐπιτήδειον εἶναι· ἢν
222
δὲ προσίστηται πρὸς τὴν καρδίην χολὴ ἢ φλέγμα, ἐπιπίνοντες ὕδωρ ψυχρὸν ἢ μελίκρητον, ἐμούντων· ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, κλύσματι χρῆσθαι ἢ βαλάνῳ. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς· ἀπαλλάσσονται δὲ μάλιστα ἑβδομαῖοι ἢ ἐναταῖοι. Ἢν δὲ τοῦ πυρετοῦ ἔχοντος μὴ καθαίρωνται μήτε κάτω μήτε ἄνω, πόνος δὲ ἐνῇ καθ’ ἅπαν τὸ σῶμα, ὅταν ᾖ τριταῖος ἢ τεταρταῖος, φαρμάκῳ ὑποκαθῆραι ἐλαφρῷ κάτω, ἢ πόματι· ποιέειν δὲ ῥόφημα ἀπὸ κέγχρου ἢ ἀλήτου, καὶ πόμασι τοῖσιν αὐτοῖσι θεραπεύειν· πάσχουσι δὲ καὶ ταῦτα ὑπὸ χολῆς. Ἢν δὲ τὰ μὲν ἔξω μὴ πυρώδης ᾖ σφόδρα, τὰ δ’ ἔσω, καὶ ἡ γλῶσσα τρηχέη καὶ μέλαινα γίνηται, καὶ οἱ πόδες καὶ αἱ χεῖρες ἄκραι ψυχραὶ, τούτῳ φάρμακον μὲν μὴ διδόναι, θεραπεύειν δὲ προσφέρων ψύγματα καὶ πρὸς τὴν κοιλίην καὶ πρὸς τὸ ἄλλο σῶμα. Καλέεται δὲ καυσώδης ὁ πυρετὸς οὗτος· κρίνεται δὲ μάλιστα δεκαταῖος, καὶ ἑνδεκαταῖος, καὶ τεσσαρεσκαιδεκαταῖος. Ἢν δὲ τὸ πῦρ λαμβάνῃ καὶ μεθίῃ, τοῦ δὲ σώματος βάρος αὐτὸν ἔχῃ, τοῦτον, ἕως μὲν ἂν τὸ πῦρ ἔχῃ, ῥοφήμασι καὶ πόμασι θεραπεύειν· ὅταν δὲ μὴ ἔχῃ, διδόναι καὶ σιτία· καθῆραι δὲ ὡς τάχιστα φαρμάκῳ, ἤν τε ἄνω δοκέῃ σοι δεῖσθαι, ἤν τε κάτω.