Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

21. Αἱ δὲ κρίσιες ὡς ἐν τοῖσι πυρετοῖσιν ἔγραψα, οὕτω καὶ ἐνθάδε ἔχουσιν. Ἀλλὰ χρὴ τὰ σημεῖα ἐκμαθόντα προλέγειν, τὰς μὲν διαφορὰς τῶν ὀφθαλμιῶν ὡς διαγέγραπται ἐφ’ ἑκάστῃσι, τὰς δὲ πουλυχρονίους τῶν ὀφθαλμιῶν, ὅταν τὰ κάκιστα τῶν σημείων ἐπιγένηται, τὰς

50
δὲ ὀλιγοχρονίους, ὅταν τὰ σημεῖα προφαίνηται τὰ ἄριστα, τότε προλέγειν ἑβδομαίας παύσασθαι, ἢ ἐγγὺς τουτέων, καὶ ἄλλως ἀσφαλῶς νομίζειν ἔχειν· τὰς δὲ ὑποστροφὰς προσδέχεσθαι, οἷσιν ἂν ῥᾴστωναι γένωνται, μήτ’ ἐν ἡμέρῃσι κρισίμοισι, μήτε σημείων ἀγαθῶν ἐπιφανέντων. Πάντων δὲ χρὴ μάλιστα τὴν κατάστασιν τοῦ οὔρου ἐν τοῖσι περὶ τοὺς ὀφθαλμοὺς ἐνθυμεῖσθαι· οἱ γὰρ καιροὶ ὀξέες.

22. Αἱ δὲ δυσεντερίαι ξὺν πυρετῷ μὲν ἢν ἐπίωσιν, ἢ ποικίλοισί τε διαχωρήμασιν, ἢ ξὺν φλεγμονῇ ἥπατος, ἢ ὑποχονδρίου, ἢ γαστρὸς, ἢ ὅσαι ἐπώδυνοι, ἢ ὅσαι τῶν σιτίων ἀπολαμβάνουσι δίψαν τε παρέχουσιν, αὗται μὲν πᾶσαι πονηραί· καὶ ὃς ἂν πλεῖστα ἔχῃ τούτων τῶν κακῶν, τάχιστα ἀπολεῖται· ᾧ δ’ ἂν ἐλάχιστα τῶν τοιούτων προσῇ, πλεῖσται αὐτῷ ἐλπίδες, Ἀποθνήσκουσι δὲ ὑπὸ ταύτης τῆς νόσου μάλιστα παιδία τὰ πενταετέα, καὶ γεραίτερα ἔς τε τὰ δεκαετέα· αἱ δ’ ἄλλαι ἡλικίαι ἧσσον. Ὅσαι δὲ τῶν δυσεντεριῶν λυσιτελέες, τὰ μὲν κακὰ ταῦτα οὐκ ἐμποιέουσιν, αἷμα δὲ καὶ ξύσματα διαχωρήσαντα ἐπαύσαντο ἑβδομαῖα, ἢ τεσσαρεσκαιδεκαταῖα, ἢ εἰκοσταῖα, ἢ τεσσαρακονθήμερα, ἢ ἐντὸς τούτων τῶν χρόνων. Τὰ τοιαῦτα γὰρ διαχωρήματα καὶ ὑπάρχοντα πρόσθεν ἐν τοῖσι σώμασι νοσήματα ὑγιάζει, τὰ μὲν παλαιότερα, ἐν πλείονι χρόνῳ, τὰ δὲ νεώτερα δύναται καὶ ἐν ὀλίγῃσιν ἡμέρῃσιν ἀπαλλάσσειν. Ἐπεὶ καὶ αἱ ἐν γαστρὶ ἔχουσαι καὶ αὗται περιγίνονται, μᾶλλον ἐς τοὺς τόκους τε καὶ ἐκ τῶν τόκων, καὶ τὰ ἔμβρυα διασώζουσιν, αἵματός τε καὶ ξύσματος διαχωρεόντων καὶ πολλοὺς μῆνας, ἢν μή τις ὀδύνη αὐτῇσι προσῇ, ἢ ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα σημείων εἶναι ἐν τῇσι δυσεντερίῃσιν ἐπιγένηται· εἰ δέ τι κείνων ἐπιφαίνοιτο, τῷ τε ἐμβρύῳ ὄλεθρον σημαίνει καὶ τῇ

52
ἐχούσῃ κίνδυνον, ἢν μὴ μετὰ τοῦ ἐμβρύου τὴν ἀπόφευξιν καὶ τοῦ ὑστέρου τὴν ἀπόλυσιν ἡ δυσεντερίη παύσηται αὐθημερὸν; ἢ μετ’ ὀλίγον χρόνον.

23. Αἱ δὲ λειεντερίαι ξυνεχέες μὲν καὶ πουλυχρόνιοι καὶ πᾶσαν ὥρην ξὺν ψόφοισί τε καὶ ἄνευ ψόφων ἐκταρασσόμεναι, καὶ ὁμοίως νυκτός τε καὶ ἡμέρης ἐπικείμεναι, καὶ τοῦ διαχωρήματος ὑπιόντος ἢ ὠμοῦ ἰσχυρῶς, ἢ μέλανός τε καὶ λείου καὶ δυσώδεος, αὗται μὲν πᾶσαι πονηραί. Καὶ γὰρ δίψαν παρέχουσι, καὶ τὸ ποτὸν οὐκ ἐς τὴν κύστιν τρέπουσιν ὥστε διουρέεσθαι, καὶ τὸ στόμα ἐξελκοῦσι, καὶ ἔρευθος ἐξηρμένον ἐπὶ τῷ προσώπῳ ποιέουσι καὶ ἐφήλιδας παντοῖα χρώματα ἐχούσας· ἅμα δὲ καὶ τὰς γαστέρας· ἀποζύμους τε καὶ ῥυπαρὰς ἀποδεικνύουσι καὶ ῥυτιδώδεας. Ἐκ δὲ τῶν τοιούτων ἐσθίειν τε ἀδύνατοι γίνονται οἱ ἄνθρωποι, καὶ τῇσι περιόδοισι χρῆσθαι, καὶ τἄλλα τὰ πρασσόμενα ποιέειν. Τὸ δὲ νούσημα τοῦτο δεινότατον μὲν τοῖσι πεσβυτέροισιν, ἰσχυρὸν δὲ γίνεται καὶ τοῖσιν ἀνδράσι, τῇσι δὲ ἄλλῃσιν ἡλικίῃσι πολλῷ ἧσσον. Ὅστις δὲ μήτε ἐν τῇσιν ἡλικίῃσίν ἐστι ταύτῃσιν ᾗσι φημὶ ὑπὸ τοῦ νοσήματος τούτου κακῶς περιέπεσθαι, ἐλάχιστά τε τῶν σημείων ἔχει τῶν πονηρῶν ἃ ἔγραψα εἶναι, ἀσφαλέστατα διάκειται οὗτος. Θεραπείης δὲ προσδεῖται ἡ νοῦσος αὕτη, ἔστ’ ἂν τό τε οὖρον χωρέηται τοῦ πινομένου κατὰ λόγον, καὶ τὸ σῶμα τῶν σιτίων εἰσιόντων αὔξηται, καὶ τῶν χροιῶν τῶν πονηρῶν ἀπαλλαχθῇ. Αἱ δὲ ἄλλαι διάῤῥοιαι. ὅσαι ἄνευ πυρετῶν, ὀλιγοχρόνιοί τε καὶ εὐήθεες· ἢ γὰρ κατανιφθεῖσαι πεπαύσονται, ἢ ἀπὸ τοῦ αὐτομάτου. Προαγορεύειν δὲ χρὴ παύεσθαι τὴν ὑπέξοδον, ὅταν τῇ

54
χειρὶ ψαύοντι τῆς γαστρὸς μηδεμία κίνησις ὑπῇ καὶ φῦσα διέλθῃ ἐπὶ τῇ τελευτῇ τοῦ διαχωρήματος. Ἕδραι δὲ ἐκτρέπονται, ἀνδράσι μὲν οὓς ἂν διάῤῥοια λάβῃ ἔχοντας αἱμοῤῥοΐδας, παιδίοισι δὲ λιθιῶσί τε καὶ ἐν τῇσι δυσεντερίῃσι τῇσι μακρῇσί τε καὶ ἀκρήτοισι, πρεσβυτάτοισι δὲ οἷς ἂν προσπήγματα μύξης ἐνῇ.

24. Τῶν δὲ γυναικῶν ὅσαι μᾶλλον καὶ ἧσσον ἐν γαστρὶ λαμβάνειν πεφύκασιν, ὧδε ὑποσκέπτεσθαι· πρῶτον μὲν τὰ εἴδεα· σμικραί τε γὰρ μειζόνων ἀμείνονες ξυλλαμβάνειν, λεπταὶ παχειῶν, λευκαὶ ἐρυθρῶν, μέλαιναι πελιδνῶν, φλέβας ὅσαι ἐμφανέας ἔχουσιν, ἀμείνονες ἢ ὅσῃσι μὴ καταφαίνονται· σάρκα δὲ ἐπίθρεπτον ἔχειν πρεσβυτικῇ πονηρὸν, μαζοὺς δὲ ὀγκηρούς τε καὶ μεγάλους ἀγαθόν. Ταῦτα μὲν τῇ πρώτῃ ὄψει δῆλά ἐστι. Πυνθάνεσθαι δὲ χρὴ καὶ περὶ τῶν καταμηνίων, ἢν πάντας μῆνας φαίνωνται, καὶ ἢν πλῆθος ἱκανὰ, καὶ ἢν εὔχροά τε καὶ ἴσα ἐν ἑκάστοισι τῶν χρόνων, καὶ ἐν τῇσιν αὐτῇσιν ἡμέρῃσι τῶν μηνῶν· οὕτω γὰρ ταῦτα γίνεσθαι ἄριστον. Τὸ δὲ χωρίον ἐν ᾧ ἡ ξύλληψίς ἐστιν, ὃ δὴ μήτρην ὀνομάζομεν, ὑγιές τε χρὴ εἶναι καὶ ξηρὸν καὶ μαλθακὸν, καὶ μήτ’ ἀνεσπασμένον ἔστω μήτε προπετὲς, μήτε τὸ στόμα αὐτοῦ ἀπεστράφθω μήτε ξυμμεμυκέτω μήτ’ ἐκπεπλίχθω· ἀμήχανον γὰρ, ὅ τι ἂν ᾖ τῶν τοιούτων κωλυμάτων, σύλληψιν γενέσθαι. Ὁκόσαι μὲν οὖν τῶν γυναικῶν μὴ δύνανται ἐν γαστρὶ λαμβάνειν, φαίνονται δὲ χλωραὶ, μήτε πυρετοῦ μήτε τῶν σπλάγχνων αἰτίων ἐόντων, αὗται φήσουσι κεφαλὴν ἀλγέειν, καὶ τὸ καταμήνια πονηρῶς τε σφίσι καὶ ἀκρίτως γίνεσθαι. Καὶ ὀλίγως δὲ

56
καὶ πολὺν χρόνον ἢν τῇσιν οὕτω διακειμένῃσιν γίνηται ἢ παντάπασιν ἀφανέα ᾖ, αἱ μῆτραι καθάρσιος ταύτῃσι προσχρῄζουσιν. Ὁκόσαι δὲ εὔχροοί τέ εἰσι καὶ σάρκα πολλήν τε καὶ πίειραν ἔχουσι, καὶ φλέβια κεκρυμμένα, ἀνώδυνοί τέ εἰσι καὶ τὰ καταμήνια ταύτῃσιν ἢ παντάπασιν οὐ φαίνεται, ἢ ὀλίγα τε καὶ ἀκρίτως γίνεται, τῶν τρόπων οὗτος ἐν τοῖσι χαλεπωτάτοισιν ἐστὶ καταναγκάσαι ὡς ἐν γαστρὶ λαμβάνειν. Ἢν δὲ, ἐπιφαινομένων τῶν καταμηνίων ἀπροφασίστως, τό τε σῶμα ὧδε διάκειται ἡ γυνὴ καὶ μὴ συλλαμβάνῃ, τὸ χωρίον [ἐν ᾧ ἡ μήτρη] αἴτιον, ὥστε μὴ δύνασθαι γίνεσθαι ἔκγονα· ἢ γὰρ ἀνεσπασμένον ἐστὶν, ἢ ἐκπεπλιγμένον· τὰ γὰρ ἄλλα κακὰ γινόμενα ἐνταῦθα ξὺν ὀδύνῃσί τε γίνεται καὶ ἀχροίῃσί τε καὶ τήξει. Ἧισι δ’ ἂν ἕλκος γένηται ἐν τῇς μήτρῃσιν, εἴτε ἐκ τόκου, εἴτε ἐκ φύματος, εἴτε ἐξ ἄλλης τινὸς προφάσιος, πυρετούς τε καὶ βουβῶνας ταύτῃσιν ἀνάγκη ἐπιγίνεσθαι καὶ ὀδύνας ἐν τοῖσι χωρίοισι τούτοισιν. Εἰ δὲ καὶ τὰ λοχεῖα συναποληφθείη, ταύτῃ τὰ ὑπάρχοντα κακὰ πάντη ἀκριτότερά τε καὶ χρονιώτερα· καὶ πρὸς τούτοισιν ὑποχονδρίων τε καὶ κεφαλῆς ὀδύναι. Ἕλκεος δὲ γενομένου καὶ ἐξυγιασθέντος, τὸ χωρίον τοῦτο ἀνάγκη λειότερον καὶ σκληρότερον γίνεσθαι, καὶ ἧσσον δύνασθαι ἐν γαστρὶ λαμβάνειν. Εἰ δὲ μοῦνον ἐν τοῖσιν ἐπ’ ἀριστερὰ γένοιτο ἕλκος, ἡ δὲ γυνὴ ἐν γαστρὶ λάβοι, εἴτε τὸ ἕλκος ἔτι ἔχουσα, εἴτε λοιπὸν ἤδη ὑγιὴς ἐοῦσα, ἄρσεν μᾶλλον τεκεῖν αὐτὴν
58
ἐλπίς ἐστιν· εἰ δὲ ἐν τοῖσιν ἐπὶ δεξιὰ τὸ ἕλκος γένοιτο, ἡ δὲ γυνὴ ἐν γαστρὶ ἔχοι, θῆλυ μᾶλλον τὸ ἔκγονον χρὴ δοκέειν ἔσεσθαι.

25. Ἢν δὲ πυρετοὶ γένωνται οὐ δυναμένῃ ἐν γαστρὶ λαβεῖν, καὶ λεπτῆς τῆς γυναικὸς ἐούσης, πυνθάνεσθαι χρὴ μή τι αἱ μῆτραι ἕλκος ἔχουσιν, ἢ ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα· εἰ γὰρ ἐν τῷ χωρίῳ τούτῳ μηδὲν ὑπεὸν κακὸν φαίνοιτο αἴτιον τῆς λεπτύνσιός τε καὶ τοῦ μὴ συλλαμβάνειν δύνασθαι, αἷμα ἐμέσαι τὴν γυναῖκα προσδόκιμον· τὰ δὲ καταμήνια τῇ τοιαύτῃ ἠφανίσθαι ἀνάγκη· ἢν δὲ ὁ πυρετὸς λυθῇ ὑπὸ τῆς ῥήξιος τοῦ αἵματος, καὶ τά γε καταμήνια φανῇ, ἐν γαστρὶ λήψεται· ἢν δὲ τὰ τῆς γαστρὸς πρὶν ἢ τὸ αἷμα ἀναῤῥαγῆναι ὑγρὰ γένηται πονηρὸν τρόπον, κίνδυνος ἀπολέσθαι τὴν γυναῖκα ἔμπροσθεν ἢ τὸ αἷμα ἐμέσαι.

26. Οκόσαι δὲ ἐν γαστρὶ δοκέουσιν ἔχειν, οὐκ ἔχουσαι, καὶ πολλοὺς μῆνας ἐξαπατῶνται, τῶν καταμηνίων οὐ φαινομένων, καὶ τὰς γαστέρας ὁρῶσιν αὐξανομένας τε καὶ κινεομένας, αὗται κεφαλήν τε ἀλγέουσι καὶ τράχηλον καὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται σφίσιν, εἰ μὴ ὀλίγον τι καὶ ὑδαρὲς. Ἐπὴν δὲ τὸ κύρτωμα τὸ τῆς γαστρὸς ἀπολυθῇ, καὶ λαπαραὶ γένωνται, αὗται ἐν γαστρὶ λήψονται, ἢν μή τι ἄλλο κώλυμα γένηται σφίσιν· ἐπεὶ τὸ πάθος γε τοῦτο ἀγαθόν ἐστι μεταβολὴν ποιῆσαι ἐν τῇ ὑστέρῃ, ὥστε μετὰ τοῦτον τὸν χρόνον ἐν γαστρὶ λαμβάνειν. Τῇσι δ’ ἐχούσῃσιν ἐν γαστρὶ τὰ ἀλγήματα ταῦτα οὐ γίνεται, ἢν μὴ ξυνήθεα ἔωσι, καὶ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται.

60

27. Τὰς δὲ ὑπὸ τῶν ῥόων τῶν πολυχρονίων ἐχομένας ἐρωτᾷν, εἰ κεφαλὴν ἀλγέουσι καὶ ὀσφὺν καὶ τὸ κάτω τῆς γαστρός· ἐρέσθαι δὲ καὶ περὶ αἱμωδίας, καὶ ἀμβλυωσμοῦ, καὶ ἤχων.

28. Ὁκόσαι δὲ νήστιες ἐοῦσαι ὑπόχολα ἐμέουσι πολλὰς ἡμέρας, μήτε ἐν γαστρὶ ἔχουσαι μήτε πυρεταίνουσαι, πυνθάνεσθαι ἕλμινθας στρογγύλας εἰ ξυνεμέουσιν· ἢν γὰρ μὴ ὁμολόγεωσι, προλέγειν αὐτῇσι τοῦτο ἔσεσθαι· γίνεται δὲ μάλιστα μὲν τῇσι γυναιξὶ τὸ νοσήμα τοῦτο, ἔπειτα δὲ καὶ παρθένοισι, τοῖσι δ’ ἄλλοισιν ἀνθρώποισιν ἧσσον.

29. Ὅσαι δὲ ἄνευ πυρετῶν ὀδύναι γίνονται, θανάτους μὲν οὐκ ἐξεργάζονται, πολυχρόνιοι δὲ αἱ πλείους εἰσὶ καὶ πολλὰς μεταστάσιας ἔχουσι καὶ ὑποστροφάς.

30. Οἱ δὲ τρόποι πρῶτον μὲν τῶν περὶ τὴν κεφαλὴν ἀλγημάτων, τὰ μὲν εὐήθεα, τὰ δὲ χαλεπώτερα πολλῷ. Χρὴ δὲ ὑποσκέπτεσθαι ἑκάτερα αὐτῶν ὧδε· ὁκόσοι δὲ αὐτῶν ἀμβλυώσσουσι καὶ ἔρευθός τι ἔχουσιν ἐπὶ τῶν ὀφθαλμῶν, καὶ κνησμὸς ἔχει τὸ μέτωπον, τούτοισιν ἀρήγει αἷμα ῥυὲν ἀπὸ τοῦ αὐτομάτου καὶ ἐξ ἀνάγκης· ἁπλοῦς οὗτος ὁ τρόπος. Οἷσι δὲ ὀδύναι περὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον ἐκ τε τῶν ἀνέμων τῶν μεγάλων γίνονται καὶ ἐκ τῶν ψυχέων ὅταν θαλφθῶσιν ἰσχυρῶς, τούτους δὲ κόρυζαι μὲν τέλειαι μάλιστα ἀπαλλάσσουσιν, ὠφελέουσι δὲ καὶ πταρμοὶ, καὶ βλένναι ἐν τῇσι ῥισὶ γινόμεναι,

62
μᾶλλον μὲν ἀπὸ τοῦ αὐτομάτου, εἰ δὲ μὴ, ἐξ ἀνάγκης. Αἱ δὲ κόρυζαι γενόμεναι τελέως, ὥστε καὶ βῆχας ἐπιγενέσθαι, οἵ τε πταρμοὶ ἐπιγενόμενοι, τὰς ὀδύνας ἢν μὴ παύωσι, φύματα ἀνάγκη ἐπιγενέσθαι καὶ ἀχροίας τούτοισιν. Ὁκόσοισι δὲ ὀδύναι ἄνευ προφάσιος γίνονται καὶ πολυχρόνιοι καὶ ἐν πάσῃ τῇ κεφαλῇ ἰσχνοῖσι τε ἐοῦσι καὶ ἀμενηνοῖσι, προορᾶσθαι τούτοισι τὸ νόσημα πολλῷ χαλεπώτερον τοῦ πρόσθεν· ἢν δὲ καὶ ἐς τὸν τράχηλόν τε καὶ ἐς τὸν νῶτον ἡ ὀδύνη καταβαίνῃ τὴν κεφαλὴν ἀπολιποῦσα, καὶ αὖθις παλινδρομέῃ ἐς τὴν κεφαλὴν, καὶ ἔτι χαλεπώτερον γίνεται· τούτων δὲ πάντων δεινότατον, εἰ ξυντείνοι ἐκ τῆς κεφαλῆς ἐς τὸν τράχηλόν τε καὶ τὸν νῶτον. Τὰς δὲ ὠφελείας τουτέοισι προσδέχεσθαι ἐξ ἀποστασίων ἔσεσθαι, ἢ πῦον βήξασιν, ἢ αἱμοῤῥοΐδας ἔχουσιν, ἢ ἐξανθήματα ἐν τοῖς σώμασι· λυσιτελέει δὲ καὶ πιτυρωθεῖσα ἡ κεφαλή. Νάρκαι δὲ καὶ κνιδώσιες οἷσι διὰ τῆς κεφαλῆς διαΐσσουσι, τοτὲ μὲν διὰ πάσης, τοτὲ δὲ διὰ μέρους τινὸς, πολλάκις δὲ καὶ ψυχρόν τι δοκέει αὐτοῖσι διαχωρέειν διὰ τῆς κεφαλῆς, τούτους ἐπανερέσθαι, εἰ καὶ ἐς τὴν γλῶσσαν ἄκρην ἀφικνεῖται ἡ κνίδωσις· εἰ γὰρ τοῦτο ποιέοι, τέλεον τὸ νόσημα γίνεται, καὶ χαλεπώτερον ἀπαλλάξαι, εὐπετὲς δὲ ἄνευ τούτου. Οἱ δὲ τρόποι τῶν ὠφελειῶν ἐξ ἀποστασίων ὥσπερ προγέγραπται· ἧσσον μέντοι ἐπιγίνονται ἀποστάσιες ἐπὶ τούτοισιν ἢ ἐκείνοισιν. Ὁκόσους δὲ ξὺν τῇσιν ὀδύνῃσιν σκοτόδινοι λαμβάνουσι,
64
δυσαπάλλακτον καὶ μανικόν· γέρουσι δὲ ὁ τρόπος οὗτος μάλιστα γίνεται. Αἱ δὲ ἄλλαι νοῦσοι αἱ ἀμφὶ κεφαλὰς ἀνδράσι τε καὶ γυναιξὶν ἀσφαλῶς ἰσχυρόταται καὶ πουλυχρονιώτεραι· γίνονται δὲ καὶ νεανίσκοισί τε καὶ παρθένοισι τῇσιν ἐν ἡλικίῃ, καὶ μάλιστα τῶν καταμηνίων ἐς τὴν πρόοδον. Τῇσι δὲ γυναιξὶν ἐν τῇσι κεφαλαλγίῃσι τὰ μὲν. ἄλλα πάντα γίνεται ἃ καὶ τοῖσιν ἀνδράσιν· αἱ κνιδώσιες δὲ καὶ τὰ μελαγχολικὰ ταύτῃσιν ἧσσον ἢ τοῖσιν ἀνδράσιν, ἢν μὴ τὰ καταμήνια τελέως ἠφανισμένα ᾖ.

31. Οἷσι δὲ τὰ χρώματα νέοις ἐοῦσι πονηρά ἐστι πολὺν χρόνον, ξυνεχέως δὲ μὴ ἰκτεριώδεα τρόπον, οὗτοι καὶ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν κεφαλὴν ἀλγέουσι, καὶ λίθους τε καὶ γῆν τρώγουσι, καὶ αἱμοῤῥοΐδας ἔχουσιν. Τὰ δὲ χλωρὰ χρώματα ὅσα χρόνιά εἰσι, καὶ μὴ ἰσχυροὶ ἴκτεροί εἰσι, τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιέειν αὐτοῖσι ξυμβαίνει, ἀντὶ δὲ τῶν λίθων τε καὶ τῆς γῆς τρώξιος τὰ ὑποχόνδρια λυπέει μᾶλλον ἢ τοὺς ἑτέρους.

32. Ὁκόσοι δὲ πουλὺν χρόνον ὠχροὶ φαίνονται, καὶ τὰ πρόσωπα ἐπηρμένα ἔχοντες, εἰδέναι χρὴ τούτους τὴν κεφαλὴν ὀδυνωμένους, ἢ περὶ τὰ σπλάγχνα ἀλγήματα ἔχοντας, ἢ ἐν τῇ ἕδρῃ κακόν τι φαινόμενον σφίσι. Τοῖσι δὲ πλείστοισι τῶν τοιούτων οὐχ ἕν τι τούτων τῶν κακῶν φαίνεται, ἀλλ’ ἔστιν ὅτε πολλὰ ἢ καὶ πάντα.

33. Οἱ δὲ τῆς νυκτὸς ὁρῶντες, οὓς δὴ νυκτάλωπας καλέομεν, οὗτοι ἁλίσκονται ὑπὸ τοῦ νοσήματος νέοι, ἢ παῖδες ἢ νεανίσκοι· καὶ

66
ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, οἱ μὲν τεσσαρακονθήμεροι, οἱ δὲ ἑπτάμηνοι, τισὶ. δὲ καὶ ἐνιαυτὸν ὅλον παρέμεινεν. Σημαίνεσθαι δὲ χρὴ περὶ τοῦ χρόνου ἔς τε τὴν ἰσχὺν τοῦ νοσήματος ὁρῶντα ἔς τε τὴν ἡλικίην τοῦ νοσέοντος. Αἱ δὲ ἀποστάσιες ὠφελέουσι μὲν τούτους ἐπιφαινόμεναί τε καὶ ἐς τὰ κάτω ῥέπουσαι, ἐπιγίνονται δὲ οὐ κάρτα διὰ τὴν νεότητα. Αἱ δὲ γυναῖκες οὐχ ἁλίσκονται ὑπὸ τοῦ νοσήματος τούτου, οὐδὲ αἱ παρθένοι ᾖσι τὰ ἐπιμήνια φαίνεται.

34. Οἷσι δὲ ῥεύματα δακρύων πολυχρόνια ἢ νυκτάλωπες γίνονται, τούτους ἐπανερωτᾷν, ἢν τὴν κεφαλήν τι προηλγηκότες ἔωσι πρὸ τῶν ἀποστηριγμάτων τουτέων.

35. Ὁκόσοι δὲ μήτε πυρετήναντες μήτε ἄχροοι ἐόντες ἀλγέουσι πολλάκις τήν τε κορυφὴν καὶ τοὺς κροτάφους, ἢν μή τινα ἄλλην φανερὴν ἔχωσιν ἀπόστασιν ἐν τῷ προσώπῳ, ἢ βαρὺ φθέγγωνται, ἢ ὀδόντας ἀλγέωσι, τούτοισιν αἱμοῤῥαγῆναι διὰ τῶν ῥινῶν προσδέχεσθαι. Οἷσι δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, δοκέουσιν οἵδ’ ὑγιαίνειν τἄλλα, τούτους δὲ ἢ σπλῆνα εὑρήσεις ἐπηρμένον ἔχοντας, ἢ τὴν κεφαλὴν ἀλγέοντάς τε καὶ μαρμαρυγῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαινόμενον σφίσι. Τοῖσι δὲ πλείστοισι τῶν τοιούτων ἅμα καὶ· τὰ ἀπὸ τῆς κεφαλῆς οὕτως ἔχοντα φαίνεται καὶ τὰ ἀπὸ τοῦ σπληνός.

36. Οὖλα δὲ πονηρὰ καὶ στόματα δυσώδεα οἷσι σπλῆνες μεγάλοι. Ὁκόσοι δὲ ἔχουσι σπλῆνας μεγάλους, μήτε αἱμοῤῥαγίαι γίνονται

68
μήτε στόμα δυσῶδες, τουτέων αἱ κνῆμαι ἕλκεα πονηρὰ ἴσχουσι καὶ οὐλὰς μελαίνας.

37. Οἷσι δὲ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἐπαίρεται ἰσχυρῶς, τούτους σπλῆνας μεγάλους εὑρήσεις ἔχοντας· εἰ δὲ καὶ ἐν τοῖσι ποσὶν οἰδήματα προσγίνονται, καὶ ὕδωρ φανήσονται ἔχοντες, ἀλλὰ τὴν γαστέρα καὶ τὴν ὀσφὺν ἐπικατιδεῖν.

38. Τὰ δὲ ἐν τοῖσι προσώποισι παραστρέμματα ἢν μηδενὶ ἄλλῳ τοῦ σώματος ἐπικοινωνέῃ, ταχέως παύεται, καὶ αὐτόματα καὶ πρὸς ἀνάγκας· οἱ δ’ ἄλλοι ἀπόπληκτοι.

39. Οἷσι μὲν τῷ μὴ δύνασθαι κινέειν λεπτύνεται τὸ νενοσηκὸς τοῦ σώματος, οὗτοι ἀδύνατοι εἰς τωὐτὸ καθίστασθαι· οἷσι δὲ ξυντήξιες μὴ ἐπιγίνονται, οὗτοι δὴ ἔσονται ὑγιέες. Περὶ δὲ τοῦ χρόνου ὁπότε ἔσονται, προλέγειν ἔς τε τὴν ἰσχὺν τοῦ νοσήματος ὁρῶντα, καὶ ἐς τὸν χρόνον, καὶ ἐς τὴν ἡλικίην τοῦ ἀνθρώπου, καὶ ἐς τὴν ὤρην, εἰδὼς ὅτι τὰ παλαιότατα τῶν νοσημάτων καὶ τὰ κάκιστα καὶ κυλινδούμενα βαρύτατα ὑπακούει, καὶ τὰ ἐν τοῖσι γεραιτάτοισι τῶν σωμάτων· ἔστι δὲ καὶ τὸ φθινόπωρόν τε καὶ ὁ χειμὼν τοῦ ἦρός τε καὶ τοῦ θέρεος ἀνεπιτηδειότερος ταῦτα τὰ νοσήματα ἀφιέναι.

40. Αἱ δὲ ἐν τοῖσιν ὤμοισι γενόμεναι ὀδύναι, ὁκόσαι μὲν ἐς τὰς χεῖρας ἐπικαταβαίνουσαι νάρκας τε καὶ ὀδύνας παρέχουσι, ταύτῃσιν ἀποστάσιες μὲν οὐκ ἐπιγίνονται, ὑγιάζονται δὲ μελαίνας χολὰς ἐμέοντες· ὁκόσαι δὲ αὐτοῦ μένουσιν ἐν τοῖσιν ὤμοισιν, ἢ καὶ ἐς τὸν νῶτον ἀφικνέονται, ταύτας πῦον ἐμέσαντες ἐκφυγγάνουσιν, ἢ μέλαιναν

70
χολήν. Καταμανθάνειν δὲ περὶ τουτέων ὧδε· ἢν μὲν γὰρ εὔπνοοι ἔωσι καὶ ἰσχνοὶ, μέλαιναν χολὴν αὐτοὺς μᾶλλον ἐλπὶς ἐμέσαι· εἰ δ’ αὖ δυσπνοώτεροι, καὶ ἐπὶ τοῦ προσώπου ἐπιτρέχει τι αὐτοῖσι χρῶμα, ὃ πρόσθεν οὐκ ἐπεγένετο, ὑπέρυθρον, εἴτε μέλαν, τούτους πῦον ἐλπὶς μᾶλλον πτύσειν. Σκέπτεσθαι δὲ πρὸς τούτοισι καὶ εἰ ἐν τοῖσι ποσὶν οἰδήματα ἔνεστι· καὶ γὰρ τοῦτο τὸ σημεῖον τούτοισιν ὁμολογέον ἐστίν. Τὸ δὲ νόσημα τοῦτο τοῖσιν ἀνδράσι προσγίνεται ἰσχυρότατον τοῖσιν ἀπὸ τεσσαράκοντα ἐτέων ἐς τὰ ἐξήκοντα· τὴν ἡλικίην δὲ ταύτην μάλιστα ἰσχιάδες βιάζονται.