Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

41. Σκέπτεσθαι δὲ δεῖ ὧδε περὶ ἰσχιάδων· ὁκόσοισι γὰρ τῶν γεραιτέρων αἵ τε νάρκαι ἰσχυρόταται καὶ καταψύξιες τῆς ὀσφύος τε καὶ τῶν σκελέων, καὶ τὸ αἰδοῖον ἐπαίρειν ἀδυνατέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ πρὸς ἀνάγκην, καὶ κοπρώδης μύξα πολλὴ διεξέρχεται, τουτέοισι χρονιώτατον τὸ νούσημα ἔσται, καὶ προλέγειν ἐνιαυτὸν τὸ ἐλάχιστον, ἀφ’ οὗ χρόνου ἤρξατο τὸ νούσημα γίνεσθαι, καὶ τὰς ὠφελείας ἐς τὸ ἔαρ τε καὶ τὸ θέρος προσδέχεσθαι. Τοῖσι δὲ νεανίσκοισιν ἐπώδυνοι μὲν οὐχ ἧσσον αἱ ἰσχιάδες, βραχύτεραι δέ· καὶ γὰρ τεσσαρακονθήμεροι ἀπαλλάσσονται· ἀλλ’ οὐδὲ αἱ νάρκαι ἐπιγίνονται ἰσχυραὶ, οὔτε αἱ καταψύξιες τῶν σκελέων τε καὶ τῆς ὀσφύος. Οἷσι δὲ τὸ νούσημα τοῦτό ἐστι μὲν ἐν τῇ ὀσφύϊ καὶ τῷ σκέλεϊ, βιάζεται δὲ οὐχ οὕτως ὥστε κατακέεσθαι, ξυστρέμματα σκέπτεσθαι μὲν εἴ που ἐν τῷ ἰσχίῳ, καὶ ἐπανερέσθαι εἰ εἰς τὸν βουβῶνα ἡ ὀδύνη ἀφικνεῖται· ἢν γὰρ ταῦτ’ ἔχῃ ἄμφω, χρόνιον τὸ νούσημα γίνεται· ἐπανερέσθαι δὲ καὶ εἰ ἐν τῷ μηρῷ νάρκαι ἐγγίνονται,

72
καὶ ἐς τὴν ἰγνύην ἀφικνοῦνται· καὶ ἢν φῇ, αὖθις ἐρέεσθαι, καὶ ἢν διὰ τῆς κνήμης, ἐπὶ τὸν ταρσὸν τοῦ ποδός. Ὁκόσοι δ’ ἂν τουτέων τὰ πλεῖστα ὁμολογέωσι, εἰπεῖν αὐτοῖσιν ὅτι τὸ σκέλος σφὶν τοτὲ μὲν θερμὸν γίνεται, τοτὲ δὲ ψυχρόν. Ἡ δὲ νοῦσος αὕτη ὁκόσοισι μὲν τὴν ὀσφὺν ἐκλείπουσα ἐς τὰ κάτω τρέπεται, θαρσύνει. Ὁκόσοισι δὲ τά τε ἰσχία καὶ τὴν ὀσφὺν μὴ ἐκλείπουσα ἐς τὰ ἄνω τρέπεται, προλέγειν δεινὰ εἶναι.

42. Οἷσι δὲ περὶ τὰ ἄρθρα ὀδύναι τε γίνονται καὶ ἐπάρσιες καὶ καταπαύονται, οὐκ ἐν τῷ ποδαγρικῷ τρόπῳ, εὑρήσεις τά τε σπλάγχνα μεγάλα καὶ ἐν τῷ οὔρῳ λευκὴν ὑπόστασιν· καὶ τοὺς κροτάφους, ἢν ἐπέρῃ, φήσει πολλάκις ἀλγέειν· φήσει δὲ καὶ ἱδρῶτας αὐτῷ γίνεσθαι νυκτερινούς. Ἢν δὲ μήτε ὑπὸ τῷ οὔρῳ ὑφίσταται ἡ ὑπόστασις αὕτη, μήτε οἱ ἱδρῶτες γίνωνται, κίνδυνος ἢ χωλωθῆναι τὰ ἄρθρα, ἢ ὃ δὴ μελικηρίδα καλέουσι γίνεσθαι ὑπ’ αὐτοῖσι. Γίνεται δὲ τὸ νόσημα τοῦτο οἷσιν ἐν τῇ παιδίῃ τε καὶ νεότητι ξύνηθες ἐὸν αἷμα ῥεῖν ἐκ τῶν ῥινῶν πέπαυται. Ἐπανερέσθαι οὖν περὶ τῆς τοῦ αἵματος ῥήξιος, εἰ ἐγένετο ἐν τῇ νεότητι· καὶ αἱ κνιδώσιες ἔν τε τῷ στήθει καὶ τῷ μεταφρένῳ εἰ ἔνεισι· καὶ ὁκόσοις αἱ κοιλίαι ἰσχυρὰς ὀδύνας παρέχουσιν ἄνευ ἐκταραξίων· καὶ ὁκόσοισιν αἱμοῤῥοΐδες γίνονται· αὕτη γὰρ ἡ ἀρχὴ τῶν νουσημάτων τούτων. Ἢν δὲ κακόχροοι οἱ ἄνθρωποι οὗτοι φαίνωνται, ἐπανερέσθαι καὶ κεφαλήν εἰ ὀδυνῶνται· φήσουσι γάρ. Τούτων δὲ ὁκόσοισιν αἱ κοιλίαι ἐπώδυνοι ἐν γε τοῖς δεξιοῖς εἶεν, τὰ ἀλγήματα ἰσχυρότερα γίνεται, καὶ μάλιστα, ὅταν πρὸς τῷ ὑποχονδρίῳ κατὰ τὸ ἧπαρ τὸ ὑπόλειμμα τῆς ὀδύνης ᾖ. Ὠφελέει δὲ ταύτας τὰς ὀδύνας τὸ παραυτίκα ψόφος ἐν τῇ γαστρὶ γενόμενος·

74
ὁκόταν δὲ ἡ ὀδύνη παύσηται, τὸ οὖρον παχὺ καὶ χλωρὸν οὐρέουσιν. Ἔστι δὲ θανατώδης μὲν οὐδαμῶς ὁ τρόπος οὗτος, χρόνιος δὲ κάρτα· ὁκόταν δὲ παλαιὸν ἤδη ᾖ τὸ νούσημα, ἀμβλυώσσουσιν οἱ ἄνθρωποι ὑπ’ αὐτοῦ. Ἀλλ’ ἐπανερέσθαι περὶ τοῦ αἵματος, εἰ νέῳ ἐόντι ἔῤῥει, καὶ περὶ τοῦ ἀμβλυωγμοῦ, καὶ περὶ τοῦ οὔρου τῆς κενώσιος καὶ τῆς χλωρότητος, καὶ ἀμφὶ τῶν ψόφων εἰ ἐγγίνονταί τε καὶ ὠφελέουσιν ἐπιγινόμενοι· φήσουσι γὰρ πάντα ταῦτα.

43. Λειχῆνες δὲ καὶ λέπραι καὶ λεῦκαι, οἷσι μὲν νέοισιν ἢ παισὶν ἐοῦσιν ἐγένετό τι τούτων, ἢ κατὰ μικρὸν φανὲν αὔξεται ἐν πολλῷ χρόνῳ, τούτοισι μὲν οὐ χρὴ ἀπόστασιν νομίζειν τὸ ἐξάνθημα, ἀλλὰ νόσημα· οἷσι δὲ ἐγένετο τούτων τι πολύ τε καὶ ἐξαπίνης, τοῦτο ἂν εἴη ἀπόστασις. Γίνονται δὲ λεῦκαι μὲν ἐκ τῶν θανατωδεστάτων νοσημάτων, οἷον καὶ ἡ νοῦσος ἡ φοινικίη καλεομένη. Αἱ δὲ λέπραι καὶ οἱ λειχῆνες ἐκ τῶν μελαγχολικῶν. Ἰῆσθαι δὲ τουτέων εὐπετέστερά ἐστιν, ὅσα νεωτάτοισί τε γίνεται καὶ νεώτατά ἐστι, καὶ τοῦ σώματος ἐν τοῖσι μαλθακωτάτοισι καὶ σαρκωδεστάτοισι φύεται.