De humoribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846
20. Οἱ αἱμῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι, οὔτε περιπνευμονίῃ, οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν ἁλίσκονται, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἀλφοῖσιν· ἰητρευθέντες γε μὴν ἀκαίρως, συχνοὶ τοιούτοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτως· καὶ ὅσαι ἄλλαι ἀποστάσιες, οἷον σύριγγες, ἑτέρων ἄκος· ὅσα δὲ, ἐφ᾿ οἷσι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύματα· οἱ ὕποπτοι τόποι ὑποδεξάμενοι πόνῳ ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι·
502
διὰ τὴν ῥοπὴν οὐκ ἔτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν· ἔστιν οἷσιν αἷμα ἀφίεσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν, ἐπ᾿ ἄλλοισι δὲ ὥσπερ ἐπὶ τούτοισι τοῦτο οὐκ εἰκὸς, κώλυσις, ἐπὶ τοῖσι δὲ δὴ αἱματώδεα πτύουσιν ὥρη, πλευρῖτις, χολή. Τὰ παρὰ τὸ οὖς οἷσιν ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τούτου λαπασσομένου, ὑποστροφὴ γίνεται· καὶ κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι. Οὖρον παχὺ, λευκὸν, οἷον τῷ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται, καὶ ῥύεται τῆς ἀποστάσιος, ἢν δὲ πρὸς τούτῳ καὶ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ. ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ ἀρθριτικῷ πάθει ἐγένετο, ἦν ἡσυχαίτερος, ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.