De humoribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

19. Τὰ χρώματα οὐχ ὅμοια ἐν τῇσιν ὥρῃσιν, οὐδὲ ἐν βορείοισι καὶ νοτίοισιν, οὐδ᾿ ἐν τῇσιν ἡλικίῃσιν αὐτὸς πρὸς ἑωυτὸν, οὐδ᾿ ἄλλος ἄλλῳ οὐδενί. Σκεπτέον δὲ ἐξ ὧν ἴσμεν καὶ παρεόντων καὶ ἀτρεμεόντων περὶ χροιῶν, καὶ ὅτι αἱ ἡλικίαι τῇσιν ὥρῃσιν ἐμφερέες εἰσὶ καὶ χροιῇ καὶ τρόπῳ.