De articulis

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

34. Ἢν δὲ ἡ κάτω γνάθος κατὰ τὴν ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ (μούνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαί· ἀλλ᾿ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον, ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον), ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον ξύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστιν· τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ ἐς τὸ ἔσω μέρος, προσβάλλοντα τοὺς δακτύλους· τὸ δὲ εἴσω ῥέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος, ἐνερείσαντα τοὺς δακτύλους. Ἐς διάστασιν μέντοι διατεινάμενον, ταῦτα χρὴ ποιέειν· ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει, ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα

156
τὰ ὀστέα, καταναγκάζειν πειρᾶται· τοῦτο παρὰ πάντα τὰ τοιαῦτα ὑπομνήματα χάριεν εἰδέναι. Ὁκόταν δὲ κατορθώσῃς, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. Ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν. Ἐπίδεσιν δὲ βραχείην ποικίλην μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσοῤῥόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόῤῥοπον ἐόν· τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιὰ (ἐπὶ δεξιὰ γὰρ νομίζεται εἶναι, ἢν ἡ δεξιὴ χεὶρ προηγῆται τῆς ἐπιδέσιος)· ἢν δὲ ἡ ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν. Κἢν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχείη
158
μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται· ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσιν οἱ ὀδόντες, καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται.

35. Ἢν δὲ ἡ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατήξιος ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα μάλιστα· ἐπιδεσίων γάρ ἐστιν αὕτη ποικιλωτάτη, καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαῤῥωγὰς δὲ καὶ διαλείψιας ποικιλωτάτας τοῦ χρωτὸς ῥομβοειδέας. Ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον εὐχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῥινὸς κατεαγυίης ἐπιτυγχάνουσιν, ὡς ἐπιδήσωσιν. Μίαν μὲν οὖν ἡμέρην, ἢ δύο, ἀγάλλεται μὲν ὁ ἰητρὸς, χαίρει δὲ ὁ ἐπιδεδεμένος· ἔπειτα ταχέως μὲν ὁ ἐπιδεδεμένος κορίσκεται, ἀσηρὸν γὰρ τὸ φόρημα· ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν,

160
ὅτι ἐπίσταται ποικίλως ῥῖνα ἐπιδέειν. Ποιέει δὲ ἡ ἐπίδεσις ἡ τοιαύτη πάντα τἀναντία τοῦ δέοντος· τοῦτο μὲν γὰρ, ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν, δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμώτεροι ἂν ἔτι εἶεν· τοῦτο δὲ, ὅσοισι παραστρέφεται ἢ ἔνθα ἢ ἔνθα ἡ ῥὶς, ἢ κατὰ τὸν χόνδρον, ἢ ἀνωτέρω, δηλονότι οὐδὲν αὐτοὺς ἡ ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον· οὐχ οὕτω γὰρ εὖ ξυναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς ῥινὸς, καίτοι οὐδὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες.

36. Ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἄν τι ποιέειν, εἰ κατὰ μέσην τὴν ῥῖνα, κατὰ τὸ ὀξὺ, ἀμφιφλασθείη ἡ σὰρξ κατὰ τὸ ὀστέον, ἢ εἰ κατὰ τὸ ὀστέον μικρόν τι σίνος εἴη, καὶ μὴ μέγα· τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῥὶς, καὶ ὀκριοειδεστέρη τινὶ γίνεται· ἀλλ᾿ ὅμως οὐδὲ τούτοισι δή που πολλοῦ ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν· ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβάλλειν. Ἀρίστη μέντοι ἰητρείη, τῷ ἀλήτῳ, τῷ σιτανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ,

162
καταπλάσσειν τὰ τοιαῦτα· χρὴ δὲ, ἢν μὲν ἐξ ἀγαθῶν ἔῃ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι ἐς πάντα τὰ τοιαῦτα· ἢν δὲ μὴ πάνυ ὅλκιμον ἔῃ, ὀλίγην μάννην ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον, ἢ κόμμι πάνυ ὀλίγον ὡσαύτως μίσγειν.