De articulis

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

31. Ἢν δ᾿ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή. Ξυμβάλλειν δέ τι ἧσσον οὗτοι τὸ στόμα δύνανται· καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ· τὸ δὲ ἀστραβὲς μάλιστ᾿ ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων, τῶν τε ἄνω καὶ τῶν κάτω κατ᾿ ἴξιν. Τούτοισι ξυμφέρει ἐμβάλλειν ὡς τάχιστα· ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται. Ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος (καρώδεες γὰρ οἱ μύες οὗτοι, καὶ ἀλλοιούμενοι, καὶ ἐντεινόμενοι παρὰ φύσιν· φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα, ὀλίγα· καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσιν· οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.

32. Ἢν δὲ κατεαγῇ ἡ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐκκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον, παρά γε τὴν γλῶσσαν πλαγίην ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδοντα, ὡς ἂν ξυμφέρῃ· καὶ ἢν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα καὶ κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους, μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα μὲν χρυσίῳ, ἔστ᾿ ἂν κρατυνθῇ τὸ ὀστέον, εἰ δὲ μὴ, λίνῳ· ἔπειτα

148
ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν. Εὖ γὰρ εἰδέναι χρὴ, ὅτι ἐπίδεσις ὀθονίων, γνάθου καταγείσης, μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δ᾿ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο. Πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσματέεσθαι χρὴ, καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου τὸ ἐκκλιθέν· ἄριστον δὲ, εἰ αἰεὶ δύναιτο, ἀλλ᾿ οὐχ οἶόν τε.

33 Ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον (ὀλιγάκις δὲ τοῦτο γίνεται), κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτω, καθάπερ εἴρηται. Ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνῦναι, ὡς πρόσθεν εἴρηται· μέγα γὰρ ἂν ξυλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ ἤν τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ, τὰς ἀρχὰς ῥάψας. Ἀλλὰ γὰρ οὐ ῥηίδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως διηγέεσθαι, ἀλλὰ καὶ αὐτὸν ὑποτοπέεσθαι χρὴ ἐκ

150
τῶν γεγραμμένων. Ἔπειτα χρὴ δέρματος καρχηδονίου, ἢν μὲν νηπιώτερος ἔῃ ὁ τρωθεὶς, ἀρκέει τῷ λοπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ἔῃ, αὐτῷ τῷ δέρματι· ταμόντα δὲ χρὴ εὖρος ὡς τριδάκτυλον, ἢ ὅκως ἂν ἁρμόζῃ, ὑπαλείψαντα κόμμι τὴν γνάθον (εὐμενέστερον γὰρ), κόλλῃ προσκολλῆσαι τὸ δέρμα ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ἀπολείποντα ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ἢ ὀλίγῳ πλέον· τοῦτο μὲν ἐς τὸ κάτω μέρος· ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς ἀμφιβεβήκῃ ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου. Ἕτερον δὲ ἱμάντα τοιοῦτον, ἢ ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου, ἀπολείποντα καὶ τοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ὁ ἕτερος ἀπέλιπεν· ἐσχίσθω δὲ καὶ οὗτος ὁ ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν. Ἀποξέες δὲ ἔστωταν οἱ ἱμάντες ἀμφὶ τὴν ξυναφήν· ἐν δὲ τῇ κολλήσει ἡ σὰρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως. Ἔπειτα κακατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμάντα μᾶλλον δέ
152
τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀπομυλλήνῃ ἡ γνάθος, ξυνάψαι τοὺς ἱμάντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι, καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέῃ τὰ δεσμά. Τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον, μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ. Ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερέων δέκα, ἔπειτα ἀνατρέφειν
154
μὴ βραδέως· ἢν γὰρ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσιν ἡ γνάθος κρατύνεται· ταχέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἀραιὰ ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. Ἀλλὰ γὰρ περὶ σφακελισμῶν τῶν ξυμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται. Αὕτη ἡ διάτασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς, καὶ εὐταμίευτος, καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. Τῶν δὲ ἰητρῶν οἱ μὴ ξὺν νόῳ εὔχειρες, καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων κατήξεσιν· ἐπιδέουσι γὰρ γνάθον κατεαγεῖσαν ποικίλως καὶ καλῶς καὶ κακῶς. Πᾶσα γὰρ ἐπίδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάτηγμα ῥέποντα μᾶλλον, ἢ ἐς τὴν φύσιν ἄγει.