De diaeta acutorum (spurium)

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

25. Ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε· κάτω δὲ μηδενὶ τῶν τοιῶνδε. Κράτιστον δὲ, ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν· καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν· κἢν μὲν ἐν τῷ θώρηκι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος, αὐτὸν ἀνακαθίζειν ὡς πλειστάκις, καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι, καὶ καθίζοντα ἀνατρίβειν μιν πουλὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἴσχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει, καὶ μηδεμίην κίνησιν κινέεσθαι· τῷ τοιῷδε

512
σώματι μηδὲν προσφέρεσθαι, ἔξω τῆς ἀνατρίψιος. Τὰ δὲ ἐκ τῆς κάτω κοιλίης λυόμενα δι᾿ οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά· τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοῦτοι γὰρ ἢ ἀπόλλυνται, ἢ ἄνευ ἄλλων κακῶν οὐ γίγνονται ὑγιέες, ἀλλ᾿ ἀποστηρίζει καὶ τὰ τοιουτότροπα.