De diaeta acutorum (spurium)

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

24. Ἢν δὲ αἷμα τινὶ ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην, καὶ οὕτως ἀφαιρέειν, καὶ λιμοκτονέειν, καὶ οἶνον ἀφαιρέειν αὐτέων· ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων· καὶ πυρίῃσιν ἐνίκμοισι

510
θεράπευε. Ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκέῃ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε.