Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Λακεδαίμονος σεισθείσης Ἀρχίδαμος τοὺς ἀνθρώ- [*](1, 41, 3) πους ὁρῶν ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δεδιὼς, μή πως καὶ οἱ ἀπολειφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι [*](1 ὁ δὲ H || 19 συντόνως W ; συντόμως H 20 διαφυλάξαντας Η 21 ἀπῆγεν H.)
Ὅτι Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ ποταμὸν προσκειμένων πολεμίων. ἴνα γοῦν μὴ λύσωσι τὸν συνασπισμὸν, διήγγειλεν, ὡς θανάσιμον τὸ τοῦ ποταμοῦ ὕδωρ τοῖς προσιεμένοις. οἱ μὲν φεισάμενοι τὴν τάξιν διέ- σωζον ἀδιάλυτον, αὐτὸς δὲ μετὰ τὸ τροπώσασθαι τὸν πολέ- μιον ἐπʼ ὄψει πάντων προσγελάσας ἐκ τοῦ ποταμοῦ ἔπιεν οἱ Μακεδόνες τὸ στρατήγημα ἀποθαυμάσαντες ἀπεδέξαντο.
[*](4,2,21)Ὅτι Φίλιππος Βυζαντίους πολιορκῶν συμμάχους ἔχοντας πλείστους διʼ αὐτομόλου ἐξεφήμισεν, ὡς τὰς τούτων χώρας διʼ ἑτέρων αὐτὸς καταληίζεται. ἀπόμοιράν τε τοῦ στρατοῦ ἐξέπεμψεν οὐκ ἐπὶ πρᾶξιν, λάθρα δὲ παραγγείλας ἐπανελ- θεῖν, ὡς ἂν τὴν τοιαύτην δόκησιν ἀληθῆ πιστώσηται εἶναι. καὶ οὕτω πεισθέντες οἱ σύμμαχοι ἀφέντες Βυζαντίους πρὸς τὸ φυλάξαι τὰ οἰκεῖα ἀνεχώρησαν.
Ἀθηναῖοι ἐν Αἰγὸς ποταμοῖς τετράκις ἀνήχθησαν πρὸς τὸ ναυμαχεῖν. Λύσανδρος ὁ Λάκων οὐκ ἀντανήγετο. οἱ μὲν ἀποπλέουσι γανύμενοι παιῶνας ᾄδοντες, Λύσανδρος δὲ κατ- όπιν πέαπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι, Λύσανδρος αὐτίκα ὑπεσήμανεν ἐπίπλουν. καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκ- βάντας, καὶ οἱ μὲν ἀνεπαύσαντο, οἱ δὲ ἄλλος ἄλλο τι ἔδρα, γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι καὶ συντεταγμένοι γυμνοῖς καὶ ἀσυντάκτοις ἐνίκησαν.
[*](3, 4, 1)Ὅτι Φορμιῶν ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ ὀλίγα τῶν ἐκ τῆς χώρας ἀνέστρεψεν. Χαλκιδεῖς ἐπρεσβεύ- [*](3 καταπεσόντων H || 8 πόλεμον H || 27 ἀφʼ ὧν H || 29 Χαλκι- δαίων H.)
Ὅτι Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων [*](3,9, 41) ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευο- φόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινο- τέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺ καὶ σύσκιον. ἡμέρας δὲ γενομένης οἱ Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλληνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπα- γὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πολεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.
Ὅτι Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν [*](3,9,46) ὀκτακισχιλίων ἐστρατοπέδευσε· πυθόμενος τοὺς Θρᾷκας νύκ- τωρ ἐπιτίθεσθαι μέλλοντας ἀναλαβὼν τοὺς στρατιώτας ἀν- εχώρησεν ἑσπέρας ὅσον στάδια τρία ἐς φάραγγα κρύψαι δυνα- μένην. οἱ Θρᾷκες ἐμπεσόντες εἰς τὸ στρατόπεδον διήρπαζον ἀτάκτως καταγελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφι- κράτης ἐξ ἀφανοῦς ἐφορμήσας πολλοὺς μὲν αὐτῶν ἀπ- ἐκτεινεν, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.
Ὅτι Φιλοκλῆς Πτολεμαίου στρατηγὸς Καύνῳ προσ- [*](3,16) εστρατοπέδευσε· καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύλακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [ σῖτον], οἱ δὲ τὰς φυλακὰς τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμέτρουν. Φιλοκλῆς δὲ ἐν τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβεν τὴν πόλιν.
[*](4 ὡρμήσατο H || 5 τῷ ] τὸ (bis) H || 26 στρατηγοῦντος H 29 [σῖτον| inserui.)Ὅτι Κάσσανδρος ἀπὸ τῆς Ἰλλυρίδος ἐπανιὼν ἀποσχὼν ὁδὸν ἡμέρας Ἐπιδάμνου, τὴν δύναμιν ἀποκρύψας ἱππέας καὶ πεζοὺς πέμψας ἐνέπρησεν ὕλας κειμένας ἐπὶ τῶν ὁρίων Ἰλλυρίδος καὶ Ἀτιντανίδος, αἳ καταφανεῖς ἦσαν τοῖς Ἐπι- δαμνίοις. οἱ μὲν δὴ νομίσαντες ἀπεληλυθέναι Κάσσανδρον προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον, ὁ δὲ τὴν κεκρυμμένην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πό- λεως ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, τὰς δὲ πύλας τῆς πόλεως ἀνεῳγμένας εὑρὼν καὶ ταύτην κατέσχεν.
[*](4, 7,3)Ὅτι Δημήτριος πόλιν πολιορκῆσαι βουλόμενος ἀνέχώ- ρησε μικρὸν ἐξ αὐτῆς κακεῖσε διατρίβων ἡμέραις πλείοσι προσεῖχεν ἡδοναῖς καὶ τρυφαῖς, ὁπηνίκα δὲ πόρρω τῆς ὑπο- νοίας ἐγένοντο οἱ πολέμιοι, τηνικαῦτα ἀπόμοιραν μὲν μίαν νυκτὸς ἔταξε προσβαλεῖν πρός τινας τῶν πολεμίων πυλῶν τῆς πόλεως, ἑτέραν δὲ ἀλλαχοῦ, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν ἐπιφαίνεσθαι, αὐτὸς δὲ μετὰ τοῦ ὁπλιτικοῦ καὶ τῷ τοιούτῳ τρόπῳ κατέσχεν τὴν πόλιν.
[*](4, 15)Ὅτι Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ ἦν ἐφύ- λασσεν Δίων, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περ- σικὴν ἑορτὴν θαλιάζειν καὶ προσεῖχε ταῖς εὐωχίαις μετὰ πάντων τῶν ὑπʼ αὐτόν. ἡ τοιαύτη δὲ φήμη ἔπεισε τὸν Δίωνα τὴν φυλακὴν κατολιγωρῆσαι τῆς πόλεως. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν κρημνωδῶν καὶ ἀπροσδοκήτως ἐπι- φανεὶς αἱρεῖ Δαμασκόν.
[*](5, 18)Ὅτι Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε- σον ἦσαν· Χρεμωνίδης, Πτολεμαίου ναύαρχος ἀνήχθη πολε- μήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγεν ἐπὶ μίαν ναῦν καὶ φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέστρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχὼν βραχύν ἀνεχώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. [*](1 Κάσανδρος H || 3 ὀρίων H || 15 τοῖς λιμέσιν] τῆς πόλεως ex dittograpbia 20 θαλίζειν H 26 Ῥόδιοι] Ῥωμαῖοι et 28 Ῥωμαίους H 27 Χερμονίδης H.)
Ὅτι Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- [*](5, 32, 1) κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖστον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, πέμψας εἰς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κατα- κομίσαι. ὡς δὲ κεκομισμένην εἶδεν, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθη- ναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστοποιοῦντο ἄλλος ἄλλῃ διασπαρέντες, ὁ δὲ μετὰ τοῦ στρατοῦ ἑτοίνμῃ τῇ ἀγορᾷ χρησαμένου ἀναχθεὶς αὐτίκα καὶ προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀριστοποιουμένοις ἐνίκησεν.
Ὅτι ὁ αὐτὸς πάλιν ἅμα ἕῳ ἀριστοποιήσας τοὺς ἰδίους [*](5, 32, 2) εἰσήγαγεν εἰς τὰ καταστρώματα τῶν νεῶν. καὶ ἀναχθεὶς πρὸς τὸ ναυνμαχῆσαι, ἐπειδὴ ἐπὶ πολὺ παρετάθη ὁ καιρὸς καὶ οὐ συνέβαλον, σημεῖον ἄρας τοῦ ἀριστοποιῆσαι ἀνήχθη πρὸς τὸν λιμένα. τὸ αὐτὸ δὲ καὶ οἱ πολέμιοι ἐποίησαν. ὁ δὲ ἄφνω προσπεσὼν ἀριστοποιουμένους εὑρὼν ἐνίκησεν.
Ὅτι Πομπίσκος χωρίον πολιορκῶν ἑλεῖν οὐχ οἷός τε [*](5, 33, 4) ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μετα- πεμπομένων ἀποροίη, πῶς ἂν ἀπολίποι τὴν πολιορκίαν. οἱ δὲ ἡσθέντες καὶ μετʼ οὐ πολ τὴν στρατιὰν ἀναχωρήσασαν ἰδόντες πιστὸν εἶναι τὸν αὐτόμολον ἡγούμενοι ἀπελθόντες πολλὰ ἐκ τοῦ στρατοπέδου διήρπαζον. ὁ δὲ ἀναστρέψας ἐπι- θέμενος ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.
Ὅτι Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων Μαγνη- [*](5,44, 4) σίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρεν κύκλῳ τοῦ στρατοπέδου. Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον Μέμνων [*](14 χρησαμένων H || 23 αὐτῶν H.)
Ὅτι Πύρρος εἰς τὴν Πελοπόννησον ἐμβαλὼν Σπαρτια- τῶν πρεσβευόντων περὶ Ἀρκαδίαν φιλανθραώπως αὐτοὺς διε- δέξατο καὶ τοὺς ἰδίους υἱοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρ- τιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγειλαν, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα πράττοι, γελάσας ἔφη· οὐδὲ γὰρ ὑμεῖς εἰώ- θατε προλέγειν, ἃ μέλλετε ποιεῖν πρὸς τοὺς πολεμίους· μὴ τοίνυν ἀγανακτῆτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λα- κωνικῷ στρατηγήματι.
[*](7,27,1)Ὅτι Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νῦξ ἐπῆλθεν· οἱ μὲν φυλάττοντες τῶν Πισιδῶν ἀνεχώρησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτέρους λαβὼν πολλῇ σπουδῇ δραμὼν διῆλθε τὰ στενὰ καὶ τὴν Πισιδῶν χώραν ἐπόρθησεν.
[*](4 προσελθών H || 15 διελέξατο H || 17 παιδευθησομένοις H || Λυκούργιον H.)Ὅτι ὁ αὐτὸς Ἐφεσίων ἀντιστρατοπεδευόντων ὁρῶν τοὺς [*](7, 27, 2) πλείονας ἀδολεσχοῦντας προσεκαλέσατο τοὺς ἄρχοντας αὐτῶν διαλέξασθαι περὶ τῶν συμφερόντων κοινῇ· οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλι- τῶν πρὸ πολλοῦ παράγγελμα εἶχον τῶν ἀρχόντων διαλεγο- μένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφεσίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.
Ὅτι Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρεσβευ- [*](7, 28, 1) σαμένων πρὸς αὐτὸν ὡμολόγησε περὶ διαλύσεως καὶ τὴν πολιορκίαν διαλύσας παρακαλεῖ Βαρκαίους βασιλεῖ κοινωνῆ- σαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βου- λευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσάμης λαμ- πρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις τῶν ἐπιτηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόντων σημεῖον ἦρεν τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόντες τὰς πύλας διήρπασαν τὴν πόλιν.
Ὅτι Τόμυρις Κύρου στρατεύσαντος ἐπʼ αὐτὴν προσ- [*](8, 28) εποιήσατο δεδοικέναι τοὺς πολεμίους. ἔφυγε μὲν τὸ Μασ- σαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο ὡς νενικηκότες· ἐπεὶ δὲ μετὰ πολύν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.