Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

Ὅτι Σόλων τροπώσασθαι μέλλων τοὺς πολενμίους, ἐπειδὴ [*](1, 20, 2) ἐν τῇ ἔορτῇ τῆς Δήνμητρος ἔμελλον ἐξιέναι αἱ γυναῖκες ἑορ- τάσουσαι, διʼ αὐτομόλου τοῖς πολεμίοις ὑπέθετο, ὡς, ἐὰν ταύταις ἐπιτηδεύσοιντο, πάσας λάβοιεν. αὐτὸς δὲ νέους στολίσας γυναικείαν στολὴν μετὰ ἐγχειριδίων προῆγεν ὡς πρὸς τὴν ἑορτὴν τῆς Δήμητρος. οἱ πολέμιοι ἐπιθέμενοι ὡς γυναῖκας ἁρπάσοντες ἐπεχείρουν ἀόπλως καὶ διεσπαρμένοι ποιεῖσθαι τὴν ἐπίθεσιν. οἱ δὲ ἀντὶ γυναικῶν ἄνδρες εὑρε- θέντες πολλοὺς αὐτῶν ἀπέσφαξαν.

Ὅτι Ἰφικράτης μέλλων τροπώσασθαι πολεμίους μετημ- [*](3, 9, 52) φίασεν τὴν ἰδίαν δύναμιν τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν.

Ὅτι Μέμνων Κυζικηνοῖς ἐπιὼν ἀπεκδεχομένοις Χάλκαν [*](5, 44, 5) τὸν Μακεδόνα πρὸς συμμαχίαν αὐτός τε καὶ οἱ μετʼ αὐτοῦ σχῆμα Μακεδονικὸν περιθέμενοι ὑπὸ Κυζικηνῶν ὡς σύμ- μαχοι προσεδέχθησαν ἀνοιξάντων τὰς τοῦ ἄστεος πύλας.

Ὅτι καὶ ιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα [*](deest in Polyaeni codicibus) ἐξεκαλοῦντο Ἀργείους πρὸς συμμαχίαν, ὅν κρατήσαντες οἱ Λάκωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπε- δέξαντο.

Ὅτι Δαρεῖος πολεμῶν Σάκας τριχῆ διῃρημένους, ἐπειδὴ [*](7, 11, 6) μιᾶς ἐκράτησε μοίρας τῶν πεσόντων τὰς στολὰς καὶ τὰς [*](19 ἀπεκδεχόμενος H 21 συμμάχων H.)

463
ὁπλίσεις Πέρσαις περιθεὶς προσῆγε τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρένμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἀπατώμενοι φιλοφρό- νως ὡς πρὸς οἰκείους προσελθόντες ὑπʼ αὐτῶν πάντες ἐφονεύθησαν, ὁμοίως δὲ καὶ οἱ τῆς τρίτης.

[*](1, 29, 1)

Ὅτι Ἱέρων ποταμὸν περάσαι βουλόμενος τῶν πολεμίων ἀντιστρατοπεδευομένων αὐτὸς τοὺς ἱππεῖς ἀνώτερον τάξας ἀπέστειλε διαπεράσαι, ὡσαύτως καὶ τοὺς ψιλοὺς ὑπεράνω- τέρω τῶν ἱππέων. οἱ γοῦν πολέμιοι πρὸς ἀμφοτέρους ἀντιπαραστάντες ὠλιγώθησαν εἰς τὴν τοῦ Ἱέρωνος ἀντι- παράστασιν. ὁ δὲ ὀλιγωθέντας ἰδὼν διεπέρασεν καὶ σημεῖον ἄρας τοῖς ψιλοῖς καὶ ἱππόταις ἀνέστρεψε καὶ διεπέρασεν ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ αὐτὸς ἐπέρασεν.

[*](1, 4, 5)

Ὅτι Ἀλκιβιάδης [Κατάνην| κατασχὼν ἄνδρα Καταναῖον Συρακουσίοις γνώριμον καθῆκε Συρακούσαις ὡς πειμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς. οὗτος ἤγγειλεν Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κ ατά- νης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἄμα ἕῳ καταλάβοιεν τῶν Ἀθη- ναίων τὸ στρατόπεδον, δύνασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι. ῥᾳδίως πιστεύσαντες οἱ Συρακού- σιοι ἐξῄεσαν ἐπὶ Κατάνης. Ἀλκιβιάδης δὲ ὡς ᾔσθετο παρ- ιόντας αὐτοὺς, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευσεν τῆ Συρακουσίων πόλει καὶ νικᾷ οὐδενὸς εἴργοντος.

[*](2, 1,9)

Ὅτι Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποιούς ἐξαπατῶν Τισαφέρνην λέγοντας αὐτῷ, ὅτι στέλλεται μὲν φα- νερῶς Ἀγησίλαος ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. καὶ οὕτω πεισθεὶς Τισαφέρνης ὥρνμησεν (ἐπὶ) Καρίαν φυ- λάττειν, ὁ δὲ Λάκων κατέδραμεν Λυδίαν καὶ λείαν πολλὴν κατέσχεν.

[*](1 προῆγε H 11 Ἱέρακος H 15 [Κατάνην] inserui || 18 Ἀθηναίοις καταλιποῦσι H || 24 ἐν τῆ H || 28 (ἐπὶ) seclusi.)
464

Ὅτι Δημοσθένης ἐπὶ Πύλον ἐκπλεύσας ταύτην ἕλε [*](3, 1, 1) τρόπῳ τοιούτῳ· προσεποιήσατο γὰρ, ὡς πρὸς τὴν ἄκραν ἔχει τὴν ὁρμὴν ἀποπλεῦσαι. οἱ δὲ τῆς Πύλου ἀφέντες τὴν πόλιν πρὸς τὰ ἐκεῖσε τὴν ὁρμὴν ἐποιοῦντο. αὐτὸς δὲ σπουδῇ ἀναχθεὶς καὶ τῇ Πύλῳ προσορμισθεὶς ἐπειδὴ κενὴν ἀνδρῶν εὗρε τὴν πόλιν, ταύτην ἔλαβεν ἀπονητί.

Ὅτι Δημήτριος ἐς Κόρινθον προδότας ἔχων νύκτωρ [*](4, 7, 8) προῆλθε καὶ τῶν προδοτῶν αὐτῷ τὰς κατὰ κορυφὴν πύλας ἀνοιξάντων, δεδιὼς αὐτὸς, μὴ μαθόντες οἱ πολῖται ἐπί- θοιντο ταῖς κατὰ τὸ ἕτερον μέρος πύλαις, πολλῇ στρατιᾷ προσέβαλλεν. εἰς ἢν ἀντιπερισπασθέντες οἱ πολῖται ἡλώ- θησαν διὰ τῶν προδοθέντων πυλῶν ἐκ τοῦ ἑτέρου μέρους.

Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος, τοῦτον αἰσθό- [*](deest in Polyaeni codicbus) μένος Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν, ὅσα μέλλοι πράττειν, προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέ- σθαι τὸ παρὰ Συρακούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγαθοκλεῖ τοῦτο προεμήνυσεν. ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, ἐπειδὰν παραλλάξωσι μικρὸν, νυκτὸς πάλιν συντόνως ἐπανελθεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμ- πιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυ- γῆς καὶ θορύβου προσπεσὼν ἐφόνευσε τῶν Ἀγαθοκλείων στρατιωτῶν ἑπτακισχιλίους.