Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι ἐν μὲν ναυσὶ χρὴ συζεῦξαι τὰς ναῦς καὶ κατὰ δύο [*](5, 22, 2) ἓν ἱστίον ἐξαρτῆσαι.
[*](8, 23, 7)Ὅτι Καῖσαρ πολεμῶν Γαλάταις καὶ βουλόμενος δόξαν ἐμποιῆσαι, ὡς ὀλιγωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον διετείχισεν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλαβόμενος μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο· ἐκ δὲ τοῦ χάρα- κος προελθόντες ὀλίγοι ἱππεῖς καὶ τοὺς πολεμίους ἐκκαλού- μενοι σκιρτῶντες ἐπαναστῆναι προυτρέψαντο. αὐτὸς δὲ ἐξαί- φνης προσπεσὼν κατὰ νώτου καὶ ἐν μέσῳ τοὺς βαρβάρους καταλαβὼν τοὺς πλείονας διέφθειρεν.
Ὅτι Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις παρετάσ σοντο, ὧν ἡγεῖτο Χαβρίας καὶ Γοργίδας, οἳ καὶ παρήγγειλαν τοὺς αὐτῶν στρατιώτας μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ τὰ δόρατα ὀρθὰ προτειναμένους. οἱ δὲ ἐναντίοι τὸ στάσι- μον καταπλαγέντες τῆς μάχης ἀνεχώρησαν.
[*](2, 10, 4)Ὅτι Κλεανδρίδας Λευκανοῖς πολεμῶν καὶ ὀλίγους παρα- δεῖξαι τοὺς οἰκείους μηχανώμενος πρὸς τὸ ἐκκαλέσασθαι τοὺς ἐναντίους παρήγγειλεν εἰς βάθος πυκνῶσαι τὴν φάλαγγα· οἱ δὲ πολέμιοι ὑπερκεράσαι βουλόμενοι, αὐτὸς τοὺς ἐπιστάτας μετα- βαίνειν εἰς παράταξιν προτρεψάμενος κατὰ πολύ ποιήσας ἐπιμηκεστέραν τὴν ἰδίαν φάλαγγα ὑπερφαλαγγήσας καὶ κυ- κλωσάμενος ἐνίκησεν.
[*](4, 3, 22)Ὅτι Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππι- κὸν ἐπὶ τοῦ δεξιοῦ μέρους ἔταξεν ἐν μετώπῳ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ ἀριστεροῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξεν.
[*](9 σκιρτῶντας H || προυτρέψατο H || 15 αὐτῶν H || 23 ὑπερ- φαλαγγίσας H || 27 καμπίω H.)