Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

[*](1, 33)

Ὅτι Λεωτυχίδης περὶ Μυκάλην τῶν Ἐλλήνων ναυμα- χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων φοβουμένων γνώμῃ μᾶλλον ἢ φόβῳ μετέβαλεν ἀπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἑλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες τῇ ἀγγελίᾳ θαρρήσαντες θαρσα- λεώτερον ἐπέθεντο τοῖς Ἕλλησι καὶ τῆς μάχης ἐκράτησαν.

[*](5 ὑφορᾶτο H || 11 τῷ πολέμῳ Polyaen. || 13 ὁ αὐτὸς] αὐτὸς H || 18 Μαρικὸς H.)
446

Ὅτι Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας καὶ προ- [*](1, 35, 2) ελθὼν εἴς τι πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ὁρᾶτε, ἔφη, τὸ πεδίον ὅσον. πολεμίων ἵππους ἐχόντων, ἂν μὲν φεύ- γωμεν, ἀνάγκη διωκόντων τῶν ἱππέων ἁλῶναι, ἂν δὲ μέ- νωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες. καὶ συμβαλὼν ἐνίκησεν.

Ὅτι Ἀγησίλαος περὶ Κορώνειαν παρετάσσετο· ἧκέν τις [*](2, 1, 3) ἀγγέλλων, ὡς ὁ ναύαρχος ἡττηθεὶς ὑπὸ Φαρναβάζου τέ- θνηκεν. ὅπως οὖν μὴ τῷ τούτου θανάτῳ ὁ λαὸς ἀθυμήσῃ, Ἀγησίλαος τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλεσθαι προσ- έταξεν, ὡς Λακεδαιμόνιοι ἐνίκησαν. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος καὶ ἔθυεν χαριστήρια καὶ τοὺς φίλους ἐκ τῶν μερίδων ἐδεξιοῦτο. ἐκ τούτου προθυμότερον ὁ αὐτοῦ στρατὸς [ἐν] τῇ Κορωνείᾳ παρετάσσετο.

Ὅτι Ἐπαμινώνδας ἐν μάχῃ ἰσόρροπον τὸ ἔργον ἰδὼν [*](2, 3, 2) ᾐτήσατο ἓν βῆμα χαρισθῆναι αὐτῷ τοὺς στρατιώτας. οἱ δὲ τοῦτο ποιήσαντες ἐνίκησαν κατὰ κράτος.

Ὅτι ὁ αὐτὸς [τοῖς Θηβαίοις πρὸς] τοὺς ἐπιόντας Λακε- [*](2, 3, 6) δαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν προσέτασσεν. οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν, καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρ- ροῦντες ἐξήνεγκαν.

Ὅτι ὁ αὐτὸς μέλλων πρὸς πλείονας παρατάσσεσθαι παρ- [*](2, 3, 8) ἐσκεύασεν ἄνδρα ἀγνῶτα ἐστεφανωμένον προελθόντα ἀπαγ- γεῖλαι καὶ εἰπεῖν, ὡς Τροφώνιός σοι τὴν νίκην ἀγγέλλεται καὶ τῷ τοιούτῳ τρόπῳ θαρσαλεωτέρους τοὺς στρατιώτας ποιήσας ἐκράτησε τῶν πλειόνων πολειμίων.

Ὅτι ὁ αὐτὸς προτρέπων Θηβαίους πρὸς Λακεδαιμονίους [*](2, 3, 15) ὁρμῆσαι μέγιστον ἔχιν συλλαβὼν καὶ τὴν κεφαλὴν συνθλάσας ἔδειξεν αὐτοῖς ὁρᾶτε, εἰπὼν, ὅτι τῆς κεφαλῆς τοῦ θηρίου [*](1 προσελθών H || 4 πολεμίους H || 14 [ἐν] inserui || 16 τοῖς στρατιώταις H || 18 [τοῖς Θηβαίοις πρὸς] inserui || 27 ποιήσας ἐκράτησε scripsi; ἐποίησεν κρατήσας H.)

447
θλασθείσης ἄχρηστον τὸ λοιπόν. οὕτω δὴ ἐὰν τὰς πολεμίων κεφαλὰς συντρίψωμεν, οὐδὲν μέγα γένοιτο ἐκ τοῦ ὑπο- δεεστέρου τῶν συμμάχων πλήθους.᾿  τούτῳ τῷ παραδείγματι προθύμους ἀπεργασάμενος τοὺς στρατιώτας συμβαλὼν κατὰ κράτος ἐνίκησεν.

[*](2, 5, 1)

Ὅτι χρὴ τοὺς φιλοῦντας καὶ φιλουμένους καὶ συγγε- νεῖς συντάσσειν ἐν ταῖς φάλαγξιν, ὅπως ὑπεραποθνήσκοιεν ἀλλήλων.

[*](3, 9, 12)

Ὅτι Ἰφικράτης μετὰ πλειόνων μέλλων συνάπτειν πόλε- μον τάφρον βαθεῖαν ὀπίσω τῆς φάλαγγος ὤρυξεν, ὡς ἂν πάντες τὸ φεύγειν ἀπελπίσαντες γενναιότερον ἀγωνίζωνται.

[*](3, 9, 14)

Ὅτι ὁ αὐτὸς πολεμίους τρεψάμενος καὶ εἴς τινα στε- νὸν τόπον συνελάσας ἔξοδον μὴ ἔχοντα προετρέψατο δοῦναι πάροδον φυγῆς τοῖς πολεμίοις εἰπὼν· μὴ ἀναγκάσωμεν τοὺς πολεμίους ἀγαθοὺς γενέσθαι.᾿

[*](3, 9, 21)

Ὅτι ὁ αὐτὸς ὀλίγους ἔχων στρατιώτας καὶ τούτους ἀθυ- μοῦντας βουλόμενος παραθαρρῦναι ἐκέλευσεν αὐτοὺς ὅσον ἕκαστος ἔχει ἀργύριον ἢ χρυσίον αὐτῷ παρασχεῖν ὡς δι᾿ αὐτοῦ προδοσίαν τοῖς πολεμίοις διαπράξεσθαι, ὅπερ καὶ ἀποστεῖλαι ἐσκήψατο. οἱ δὲ στρατιῶται πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας θαρσαλεώτεροι πρὸς τὴν μάχην ἐγένοντο.

[*](3, 9, 27)

Ὅτι ὁ αὐτὸς ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην, ἐὰν πιστεύσαντες αὐτῷ, ἡνίκα τὸ σημεῖον ἄρῃ, ἓν βῆμα μόνον προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη. ὁ δὲ τὸ σημεῖον ἄρας προβάντων τῶν στρατιωτῶν καὶ τοὺς πολεμίους ὠσάντων εἰς φυγὴν ἔτρεψεν.

[*](3, 9, 31)

Ὅτι ὁ αὐτὸς οὐ μόνον ἐκ τῶν λαφύρων ἐφιλοφρονεῖτο τοὺς στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν δωρεῶν, ἃ παρʼ ἑτέρων ἐδέχετο, κηρύττων δὲ ἐν αὐταῖς ταῖς μάχαις σιγὴν ἐπηγγέλ- λετο τῷ ἀριστεύοντι ἆθλον μεγαλοπρεπές.

[*](7 τάσσειν H || 19 διαπράξασθαι H || 25 προσβῶσιν et 26 προσβάντων H || 27 ἔτρεψαν H || 28 ἐφιλοφρονείτω H.)
448

Ὅτι Τιμόθεος ἐν ἑορτῇ μυρρίνῃ στεφανώσας τὰς τριήρεις [*](3, 10, 4) ἦρεν τὸ σημεῖον πληροφορήσας τοὺς στρατιώτας, ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ θεῖον ἕξουσι σύμμαχον.

Ὅτι Περδίκκας, ἐπειδὴ τῶν Μακεδόνων ἁλισκομένων [*](1, 10, 1) παρὰ τῶν ἐναντίων εἶδεν, ὅτι λύτροις ἀπελύοντο, ἐπεκηρυ- κεύσατο διʼ αὐτομόλου ἀγγεῖλαι, ὡς οἱ πολέμιοι λύτρα μὴ προσίενται, ἀλλʼ ἐψηφίσαντο τοὺς αἰχμαλώτους κτείνειν. οἱ Μακεδόνες ἀπογνόντες τὴν ἐκ τῶν λύτρων σωτηρίαν εὐτολ- μότεροι πρὸς τὰς μάχας ἐγένοντο ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι.

Ὅτι Πυλυσπέρχων μέλλων προθυμοτέρους ποιῆσαι τοὺς [*](4, 14) στρατιώτας πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ βακτηρίαν λαβὼν ἔφη· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν.᾿  ταῦτα δὲ ἀποβαλὼν καὶ τὴν πανο- πλίαν ἀναλαβὼν οἱ δὲ μέλλοντες πολεμεῖν πρὸς αὐτοὺς τοιοῦτοι.᾿  ὅπερ ἀκούσαντες οἱ στρατιῶται ἠξίωσαν μηκέτι μέλλειν.

Ὅτι Δαφναῖος ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸς τὸ εὐώνυμον [*](5, 7) ἐλθὼν ἤγγελλε τοῖς στρατιώταις ὡς τῶν δεξιῶν νενικηκότων. οἱ δὲ τὸν στρατηγὸν ἀληθῆ λέγειν ὑπολαβόντες προθυμο- ποιήσαντες ἑαυτοὺς ἐτρέψαντο τοὺς πολεμίους.

Ὅτι Κλείταρχος προσελθόντων τῶν πολεαίων, ἵνα μὴ [*](5, 24) γένηται τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τοῦ τείχους καὶ κλείσας τὰς πύλας καὶ βαλὼν βαλανάγρας ὑπόψιν πάντων εἰσήγαγε ταύτας εἰς τὴν πόλιν. οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδας ἔσω τῆς πόλεως φυγεῖν, ἐνίκων μαχόμενοι.

Ὅτι Λεύκων προτάξας τοὺς ὁπλίτας ὑπέταξεν αὐτοῖς ἐκ [*](6, 9, 4) τῶν Σκυθῶν ἑτέρους φανερῶς παραγγείλας ὡς, ἐὰν οἱ ὁπλῖ- ται ὀκνῶσιν, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολενμίους μαχεσάμενοι ἐνίκησαν.

[*](7 προσίονται H || 9 τὸ νικᾶν H || 18 Παφναιὸς H || 21 ἐστρέ- ψαντο H || 23 προσήγαγεν H || 29 κτειννύειν H.)
449
[*](deest in polyaeni codicibus)

Ὅτι Ἀννίβας ἔπειθε τοὺς ἰδίους, ὡς οἱ κατὰ πόλεμον εὐψύχως ἀποθνήσκοντες ἀναβιώσκουσι μετʼ οὐ πολύν χρόνον, καὶ δή ποτε γενναίῳ στρατιώτῃ γενναίως ἀποθανόντι ὅμοιον εὑρὼν ἔπεισε λέγειν, ὡς ὁ προτελευτήσας ἐστίν.

[*](7, 6, 1)

Ὅτι Κῦρος Μήδοις παραταξάμενος καὶ τρὶς ἡττηθεὶς, ἐπειδὴ τὸ τέταρτον προσβαλὼν πάλιν εἶδεν τοὺς Πέρσας φεύγοντας, τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας προϋπαν- τᾶν ἐκέλευεν. οἱ δὲ τῇ συμπαθείᾳ τούτων ἀναστρέψαντες τελείαν νίκην Μήδους ἐνίκησαν.

[*](7, 35, 1)

Ὅτι Βρέννος Γαλατῶν βασιλεὺς τοὺς ἐκ τῶν αἰχμαλώ- των ἐλαχίστους καὶ ἀσθενεστέρους τριβώνια ῥυπῶντα περι- βεβλημένους [προαγαγὼν αὐτοῖς] παρίστα τῶν Γαλατῶν τοὺς μεγίστους καὶ Γαλατικὴν ὅπλισιν ἔχοντας. καὶ τοῦτο ποιήσας ῾ἡμεῖς, εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ὀκνήσομεν πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικρούς πολεμεῖν;ʼ καὶ τῷ τοιούτῳ τρόπῳ προθυμοτέρους ποιήσας ἐνίκησεν.

[*](7, 35, 2)

Ὅτι ὁ αὐτὸς κατελθὼν εἰς Ἑλλάδα καὶ θεασάμενος κατεί- δωλον τὴν πόλιν τοὺς ληφθέντας τῶν αἰχμαλώτων ἠρώτα, εἰ στερεὸν εἴη τὸ τῶν εἰδώλων χρυσίον· τῶν δὲ φησάντων, ὡς τὰ μὲν αὐτῶν χαλκός ἐστι, τὰ δὲ ἄργυρος, ἔξωθεν δὲ κεχρύσωνται, αὐτὸς τἀναντία λέγειν παρήγγειλεν, ὡς ἅπαντα χρυσός ἐστι σφυρήλατος. καὶ δὴ κατʼ ἐνώπιον πάντων ἐρω- τηθέντες καὶ ὡς ἐδιδάχθησαν εἰπόντες, ἔπεισε προθυμότερον τοὺς στρατιώτας μάχεσθαι ὡς ληψομένους χρυσοῦ μοίρας μεγίστας.

[*](7, 45, 2)

Ὅτι τῶν Περσῶν Μήδοις παρατασσομένων καὶ τραπέν- των αἱ Περσίδες ἀπαντῶσαι τοῖς φεύγουσιν ἀνασυράμεναι τοὺς χιτωνίσκους ἔφασαν ποῖ φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε ; ᾿  ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς φεύγοντας καὶ ἀναστρέψαντες κατὰ κράτος ἐνίκησαν.

[*](8, 9, 2)

Ὅτι Σύλλας Ῥωμαίους ἄγων, ἐπειδὴ τραπέντας εἶδεν, [*](7 προϋπαντῶν H || 9 Μήδοις H || 12 [προαγαγών αὐτοῖς] inserui.)

450
τοῦ ἵππου καταβὰς καὶ πρὸς τοὺς πολεμίους εἰσιὼν ἔφη τοῖς φεύγουσιν· ῾ ἐμοὶ μὲν ἐνταῦθα καλὸν, Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις “ ποῦ προδεδώκατε Σύλλαν ;” μέμνησθε λέγειν ὡς ἐν Ὀρχομενῷ.ʼ τοῦτον τὸν λόγον καται- δεσθέντες ἀνέστρεψαν καὶ προθύμως συμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.

Ὅτι Μάριος ἀήθεσι καὶ ἀγρίοις βαρβάροις μέλλων παρα- [*](8, 10, 1) τάσσεσθαι οὐ συνέβαλεν εὐθέως τὴν μάχην, ἀλλʼ ἐκέλευσε πόρρωθεν ἱσταμένους τοὺς στρατιώτας ἐθίζεσθαι τῆς τούτων μορφῆς, ὡς ἂν τὸ θάμβος αὐτῶν ἐκλύσαντες καταφρονῶσι. καὶ τούτου γενομένου δέκα μυριάδας τῶν πολεμίων ἔκτεινε, πολλοὺς δὲ καὶ ζῶντας ἔλαβεν.

Ὅτι Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα θλί- [*](8, 16, 3) βέσθαί μοι δοκεῖς, εἶπεν, συστρατιῶτα, ἀχθοφορῶν᾿. τοῦ δὲ καὶ πάνυʼ φήσαντος εἰκότως, ἔφη, ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ᾿.

Ὅτι ὁ αὐτὸς στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ 8, 16, θυρεῷ κεκοσμημένῳ αἰσχρὸν, ἔφη, Ῥωμαῖον ἄνδρα τῇ ἀρι- στερᾷ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύεινʼ.

Ὅτι Καῖσαρ παρατασσόμενος ὁρῶν τοὺς στρατιώτας φεύ- [*](8, 23,16) γοντας τοῦ ἵππου καταβὰς ἐβόησεν ἐμὲ, συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν μὴ αἰδεῖσθε;ʼ τὸν τοιοῦτον λόγον αἰδεσθέντες ἀνέστρεψαν πάλιν πρὸς τὴν μάχην.

Ὅτι ὁ αὐτὸς τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ [*](8, 23, 22) ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν.

Ὅτι ὁ αὐτὸς, ἡνίκα τεθορυβημένους ἑώρα τοὺς στρα- [*](8, 23, 19) τιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλὰ καὶ πλείονα ὄγκον προσ- τιθεὶς καὶ μεγαλύνων ἐθάρσυνεν, ὡς πρὸς πλείονας χρὴ γενναιότερον ἀγωνίζεσθαι.

[*](10 καταφρονοῦσι H || 22 αἰδῆσθε H.)
451
[*](1, 46)

Ὅτι τοῦτο ποιεῖ, εἰ τοῖς κτήνεσι ἀσιτεῖν πρὸς μίαν ἡμέραν ποιήσῃ, νυκτὸς δὲ ἀρχομένης ἐάσῃ πρὸς τροφὴν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνασκιρτῶσι καὶ ψόφον ἐγείρουσι πολύν. πρὸς τούτοις δὲ καὶ στρατιώτας ἄλλον ἀλλαχοῦ σκεδασθέντες διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι.

[*](2, 1, 17)

Ὅτι Ἀγησίλαος πλῆθος ἱππέων βουλόμενος τοῖς πολε- μίοις παραδεῖξαι εἰς διφαλαγγίαν τοὺς πρωτοστάτας τῶν ἱππέων τάξας ὑπέταξεν ὄνους τε καὶ ἡμιόνους ἐπιβάσας ἄνδρας μεθʼ ὁπλίσεως ἱππικῆς καὶ τοὺς ἀχρηστοτέρους τῶν ἵππων καὶ ἕτερα ζῷα φαντασίαν παρέχοντα πλήθους ἱππι- κοῦ, ἣν καταπλαγεὶς Ἀέροπος ἐσπείσατο τὴν δίοδον.

[*](3, 9, 19)

Ὅτι Ἰφικράτης, εἰ μὲν πλείονας ἐκέκτητο στρατιώτας καὶ λαθεῖν ἐβούλετο τοῖς πολεμίοις, δύο στρατιώτας μίαν στιβάδα ποιεῖν προσέτασσεν, εἰ δὲ πολὺ πλῆθος παραδεῖξαι, τὸν ἕνα στρατιώτην δύο στιβάδας ποιεῖν· καὶ ταχέως ἐξ ἄλλου χωρίου εἰς ἄλλο μεθίστατο.

[*](3, 9, 42)

Ὅτι ὁ αὐτὸς νύκτωρ ἐπιθέσθαι μέλλων τοῖς πολεμίοις προσέταξε σαλπιγκτὰς ἄλλον ἀλλαχοῦ διασκορπισθέντας κατὰ διαφόρους τόπους σαλπίζειν διάφορα. τῶν δὲ πολεμίων ὧδε κἀκεῖσε πρὸς τὰς φωνὰς χωριζονμένων, ἐπειδὴ ὀλιγωθέντας εἶδε τοὺς ἐν τῷ χάρακι, προσβαλὼν κατὰ κράτος ἐνίκησεν.

[*](4, 8, 4)

Ὅτι Εὐμένης τὴν δύναμιν κατὰ κώμας χειμάσουσαν ἀποστείλας, τῶν πολεμίων αὐτῷ ἐξαίφνης περιελθόντων, βουλόμενος πεῖσαι, ὡς πᾶσα ἡ δύναμις αὐτῷ περισυνέστη, ἀποστείλας νύκτωρ τοὺς ἰδίους παῖδας πῦρ ἐν ἀγγείοις ἔχον- τας εἰς τὰ μετέωρα καὶ ἄπωθεν ὄρεια διαστάντας ἀπʼ ἀλλή- λων ὅσον πήχεις εἴκοσιν ὕλην ἱκανὴν καῦσαι προσέταξεν, τὰ δὲ πυρὰ πρώτης μὲν φυλακῆς ἐκκαῦσαι σφοδρότερον, δευ- [*](2 τοῖς κτήνεσι τοῖς H || 13 Ἀερωπὸς H || 24 χειμάσασαν H || 28 ὅρια H.)

452
τέρας δὲ ἐλλαττότερον, τρίτης δὲ μικρὰ παντάπασιν ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείρᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ πολέμιοι καὶ τὴν δύναμιν ἐπισυνῆφθαι τῷ Εὐμένει νομί- σαντες μὴ θαρρήσαντες ἐπιθεῖν ἀνεχώρησαν.

Ὅτι Πτολεμαῖος Περδίκκου κατὰ Μέμφιν διαβαίνοντος [*](4, 19 (18)) τὸν ποταμὸν συναγαγὼν ἐκ τῆς χώρας συφόρβια, βουκόλια καὶ ἑτέρας κτηνῶν ἀγέλας προσέταξεν ἑκάστῳ ζῴῳ φρυγάνου φορτίον ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείρῃ πλεῖ- στον, αὐτὸς δὲ ἀναλαβὼν τῶν ἱππέων τοὺς λοιποὺς, ὅσους εἶχε, τολμηρῶς τοῖς πολεμίοις προσήνεγκεν. οἱ δὲ πολὺ πλῆθος ἐκ τοῦ κονιορτοῦ ἐπιέναι νομίσαντες, ἀλλὰ καὶ τὴν τοῦ Πτολεμαίου τόλμαν ἐκεῖθεν ὑποπτεύσαντες αὐτίκα ἔφυ- γον, καὶ οἱ πλεῖστοι αὐτῶν διεφθάρησαν.

Ὅτι Τύννιχος πόλεως αὐτῷ ἐν παραθαλασσίᾳ πολιορ- [*](5, 23) κουμένης βουλόμενος τῆς πολιορκίας ἀπολυτρώσασθαι μίαν ναῦν κεκτημένος καὶ ἀναχθεὶς ἐπʼ αὐτῆς, ἐν διαφόροις σκά- φεσιν ἀνὰ ἑνὸς ἐμβιβάσας ἀνδρὸς μετὰ ἑνὸς σαλπιγκτοῦ δια- στήσας συμμέτρως ἐκέλευσεν, ἡνίκα αὐτὸς ἀποσημάνῃ, δια- δεξαμένους καὶ αὐτοὺς ὑποσημαίνειν παραλλάσσοντας τοὺς χρόνους, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. τούτῳ τῷ τρόπῳ οἱ πολιορκοῦντες νομίσαντες ἐπί- πλουν εἶναι στόλου μείζονος καταλιπόντες τὴν πόλιν ᾤχοντο.

Ὅτι Τριβαλλοῖς Σκύθαι παρατάσσεσθαι μέλλοντες παρήγ- [*](7, 44, 1) γειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφοροῖς, ἐπειδὰν αἴσθων- ται συμβάλλοντας αὐτοὺς, ἐπιφανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐλαύνοντας. οὓς ἰδόντες οἱ πολένμιοι καὶ πλῆθος ἱππέων καὶ πεζῶν εἶναι νομίσαντες ἔφυγον.

Ὅτι καὶ Καῖσαρ τοὺς πολεμίους ὁρῶν πολλοὺς ἱππεῖς [*](8, 23, 12) ἔχοντας, αὐτὸς δὲ ὀλίγους ἔταξεν ἔμπροσθεν τῶν ἱππέων λόχους τέσσαρας πεζῶν παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἐγείρειν πλῆθος κονιορτοῦ.

[*](14 Τυρήννιχος H || 20 εἶχον H || 22 στόλον H.)