Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 31, 18)

Τόμυρις Κύρου στρατεύσαντος ἐπʼ αὐτὴν προσ- εποιήσατο δεδοικέναι τοὺς πολεμίους, ἔφυγε μὲν τὸ Μασσαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν [*](Cap. 27. Cf. Aeschines philosophus in Westerm. Paradox. gr. p. 215, 8.) [*](Cap. 28 De mira Polyaeni narratione vide Duncker, Gesch. d. Altert. II, p. 378 sq, qui confert Herod. 1, 201 sq.; Diod. 2, 44; Iust. 1, 8, 2. 3, 37, 3; Front. strat. 2, 5, 5; Ctes. Pers. 6—9.) [*](1 ἔμαξα Hertlein coll. Hemsterhuis. coniect. ad Xenoph. Cyrop. 6, 2, 28 μεμαγμένην pro μεμιγμένην codicum; ἔμιξα F; ἔσμηξα Heringa τὰ om. F, add. vulg. || 7 ἐρύπτετο F || 8 ἀγγέ- λων F || 9 ἀπορρυψαμένη Oudendorp ad Thom. Magist. s. v. ῥύπτεσθαι; ἀπορυψαμένη F; ἀποκρυψαμένη Vulg. || 11 ἀποκρύ- ψαι F || 14 ἀπερύψατο F || 15 ἀναδεδεμένην W; ἀναδεδεμένη F; ἀναδεδυμένη vulg.; ἀναλελυμένην Cas. || 16 Rhodogunem V; Ῥοδογούνη F || 19 δεδοικέναι vulg.; δεδυκέναι F.)

394
ἐν τῷ στρατοπέδῳ πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο καὶ δαψιλῶς διὰ νυκτὸς ὅλης ὥσπερ νενικηκότες. ἐπεὶ δὲ [μετὰ] πολὺν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.

Κῦρος Περσῶν βασιλεὺς Ἄμασιν Αἰγύπτου βασι- λέα μίαν τῶν θυγατέρων ἤτησε πρὸς γάμον· ὁ δὲ Νιτῆτιν θυγατέρα Ἀπρίου βασιλέως, ὃν καταλύσας αὐτὸς ἦρχεν, ἔπεμψεν ὡς αὐτόν. Νιτῆτις ὑποκρινα- μένη μέχρι πολλοῦ Κύρῳ συνῆν ὡς θυγάτηρ Ἀμά- σιδος· ἡνίκα δὲ πολλῶν τέκνων ἐγένετο μήτηρ καὶ τὸν γήμαντα ἐς εὔνοιαν ἐκεχείρωτο, ὡμολόγησεν Ἀπρίην αὐτῇ πατέρα γενέσθαι, τὸν δεσπότην Ἀμάσιδος. ῾ ἀλλʼ εἰ καὶ τέθνηκεν Ἄμασις, τόν γε υἱὸν αὐτοῦ Ψαμμή- τιχον τίσασθαι καλόν. πείθεται Κῦρος. ἀλλὰ καὶ Κῦρος μὲν πρὸ τῆς στρατείας ἐτελεύτησεν, ὁ δὲ παῖς αὐτοῦ Καμβύσης τῇ μητρὶ πεισθεὶς ἐστράτευσε καὶ τὴν Αἰγυπτίων ἀρχὴν ἐς τὸ Ἀπρίου γένος ἀνεκτήσατο.

Ἐπὶ Ῥωμαίους ἐστράτευσαν Λατῖνοι ἡγεμόνα Πο- στούμιον ἔχοντες καὶ τὰς θυγατέρας αὐτῶν ἐξῄτοῦν [*](Cap. 29. Ex Dinone (?) coll. Athcen. 13, 10, p. 560 F. — Cf. Duncker, Gesch. d. Altert. IV, p. 399 sq.) [*](Cap. 30. Cf. Plut. Romul. 29 et Camill. 33.) [*](1 στρατοπέδῳ vulg.; Περσικῶ F || 2 ὥσπερ F; ὡς H || 3 [μετὰ] W; [λαβόντες] ante ἔκειντο vulg || 8 θυγατέρων Hertlein; θυγα- τρῶν F || 11 Ἀμάσσιδος F || 13 ἐκχείρωτο F; ἐνεχύρωτο vulg. || 15 τόν γε Κ; τὸν δὲ F || Ψαμμήτειχον F || 16 καὶ del. K || 19 χώραν ἀρχὴν vulg. 21 Ποστούμιον Plut; Ποστούμην F || 22 ἐξῄτουν F; ἐζήτουν vulg.)

395
πρὸς γάμον, ὥσπερ αὐτοὶ τὰς Σαβίνων ἥρπασαν, ἐπὶ τῷ σπείσασθαι τὴν εἰρήνην. Ῥωμαῖοι τὸν μὲν πόλεμον ἐφοβοῦντο, τὰς δὲ θυγατέρας οὐχ ὑπέμενον ἐκδοῦναι. ἔνθα δὴ Φιλῶτις θεράπαινα τὴν ὄψιν εὐπρεπὴς συν- ἐβούλευσεν αὐτήν τε καὶ ἄλλας θεραπαίνας, ὅσαι τὴν ὄψιν ἀστεῖαι, κοσμῆσαι καὶ τοῖς πολεμίοις ὡς θυγα- τέρας ἐκπέμψαι, προσυνθεμένη, ἐπειδὰν οἱ πολέμιοι λαβόντες αὐτὰς ἀναπαύσωνται, νύκτωρ ἀνασχεῖν πυρ- σόν. οἱ μὲν Λατῖνοι συνεκάθευδον ταῖς κόραις, ἡ δὲ ἀνέσχε τὸν πυρσόν. οἱ Ῥωμαῖοι δὲ ἐπελθόντες τοὺς Λατίνους καθεύδοντας ἀπέκτειναν.

Ῥωμαῖοι Τυρρηνοῖς πολεαοῦντες ποιησάμενοι συν- θήκας ἔδωκαν αὐτοῖς ὁμήρους τῶν εὐγενεστάτων ἀν- δρῶν θυγατέρας παρθένους· αἱ δὲ ὁμηρεύουσαι προ- ῆλθον ἐπὶ τὸν ποταμὸν τὸν Θύβριν λουσόμεναι. μία δὲ ἐξ αὐτῶν Κλοιλία προὔτρεψεν ἁπάσας ἀναδήσασθαι τοὺς χιτωνίσκους περὶ τὰς κεφαλὰς καὶ διανήξασθαι τὸ ῥεῦμα τοῦ ποταμοῦ δίναις βαθείαις δύσπορον. ἐπεὶ δὲ διενήξαντο, Ῥωμαῖοι τὴν μὲν ἀρετὴν αὐτῶν καὶ τὴν ἀνδρίαν ἐθαύμασαν, ἀνέπεμψαν δὲ αὐτὰς Τυρρηνοῖς τὸ πιστὸν τῶν συνθηκῶν φυλάσσοντες. Πορσίνας βασιλεὺς Τυρρηνῶν ἀνέκρινε τὰς κόρας, τίς ἦν αὐτῶν ἡ τοῦτο πρᾶξαι πείσασα· Κλοιλία προ- [*](Cap. 31. Cf. Plut. de virt. mul. 14 et Publicol. 19; Liv. 2, 13; Dionys. Hal. 5, 32.) [*](6 ἀστίαι F || 10 ἐπελθόντες Plut.; ἐπανελθόντες F || 15 προ- ῆρλθον K; προσῆλθον F || 16 Θύμβριν vulg. || λουσόμεναι Plut. et V loturae; λουσάμεναι F || 17 προὔπεμψεν vulg. || 21 ἀνέπεμψαν K; ἀντέπεμψαν F || αὐτοῖς F || 23 Τυρήννων F.)

396
λαβοῦσα τὰς ἄλλας ὡμολόγησε. Πορσίνας ὑπεραγα- σθεὶς τὸ ἀνδρεῖον τῆς κόρης ἵππον αὐτῇ λαμπρῶς κεκοσμημένον ἐδωρήσατο καὶ τὰς παρθένους πάσας ἐπαινέσας Ῥωμαίοις ἀπέπεμψεν.

Πορκία θυγάτηρ Κάτωνος, γυνὴ Βρούτου τὸν ἄνδρα Βροῦτον ὑπονοοῦσα ἐπιβουλεύειν Καίσαρι μα- χαιρίῳ κουρέως τὸν ἑαυτῆς μηρὸν ἀνέσχισεν ἐπιδεικνυ- μένη καρτερίαν σώματος καὶ ψυχῆς ἐγκράτειαν. τότε δὴ Βροῦτος ἐπίστευσεν αὐτῇ τὸ ἀπόρρητον. ἡ δὲ τοὺς χιτωνίσκους αὐτὴ προσεκόμισε τῷ ἀνδρὶ καὶ τῶν χιτώνων ἔνδον τὸ ξίφος. προσελθών Βροῦτος μετὰ τῶν κοινωνούντων ἐπιθέμενος κτιννύει Καίσαρα. ἐπεὶ δὲ μετὰ Κασσίου παραταξάμενος ἐν Μακεδονίᾳ πρὸς τὸν Σεβαστὸν ἥττης γενομένης αὐτὸς ἑαυτὸν ἀνεῖλεν, Πορκία τὸ μὲν πρῶτον ἀποκαρτερεῖν ἐπειρᾶτο. οἰκείων δὲ καὶ συγγενῶν οὐκ ἐώντων ἐσχάραν ἐκέλευσε κομισθῆναι πυρὸς ὡς ἀλειψομένη καὶ τῶν ἀνθρά- κων ἁρπάσασα πολλοὺς ταῖς χερσὶν ἐνέβαλεν ἐς τὸ στόμα καὶ κατέπιε φθάσασα, πρίν τινα τῶν παρόν- των βοηθῆσαι δύνασθαι. οὕτως ἐτελεύτησε Πορκία στρατηγικὴ καὶ ἀνδρεία πρὸς θάνατον καὶ φίλανδρος γενομένη.

[*](Cf. 32. Ex Nicolao Danasc., ut videtur, coll. Plut. Bruto 53; cf. Appian. b. civ. 4, 136; Dio Cass. 44, 13 (47, 49).)[*](8 ἀνέσχισεν K; ἀπέσχισεν F; κατέτρωσεν Dio Cass. || 11 αὐτὴ F] αὑτῆς vulg. || 18 ἀλειψομένη F, quod defendit Hertlein coll. Xenoph. anab. 4, 4, 12; Hell 4, 5, 4; Aelian. v. h. 9, 30 ἀλεαινομένη Fuchs.)
397

Κλεομένης Σπαρτιατῶν βασιλεὺς κτείνας ἐν παρα- τάξει Ἀργείων ἄνδρας ἑπτακισχιλίους ἑπτακοσίους ἑβδο- μήκοντα ἑπτὰ ἐβάδιζεν ἐπὶ τὸ Ἀργὸς ὡς κατὰ κράτος αἱρήσων τὴν πόλιν· Τελέσιλλα ἡ μουσικὴ τὰς Ἀργείας ὁπλίσασα προήγαγεν εἰς μάχην. αἱ δὲ ἔνοπλοι παρὰ ἔπαλξιν ἱστάμεναι, κύκλῳ τὰ τείχη φραξάμεναι Κλεο- μένη μὲν ἀπεκρούσαντο, Δημάρατον δὲ τὸν ἕτερον βασιλέα ἐξώσαντο καὶ τὴν πόλιν ἁλῶναι κινδυνεύουσαν ἀνέσωσαν. τοῦτο τὸ στρατήγημα τῶν γυναικῶν μέχρι νῦν Ἀργεῖοι τιμῶσι, νουμηνίᾳ μηνὸς Ερμαίου τὰς μὲν γυναῖκας ἀνδρείοις χιτῶσι καὶ χλαμύσι, τοὺς δὲ ἄν- δρας πέπλοις γυναικείοις ἀμφιεννύντες.

[*](e. 52,7)

Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μα- [*](c. 600) θοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσ- σεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμω- τήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὐτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτέ δὲ ἀντʼ αὐτοῦ παρὰ τοῖς πο- λεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυ- ναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος [*](Cap. 33. Cf. Plut. de virt. mul. 4; Paus. 2, 20, 8. — Κaegi, krit. Gesch. d. spart. Staates 500—431; Iahnii annal. suppl. 6 p.446.) [*](3 ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχι- λίους K cum Plut. || 6 παρὰ τὴν ἔπαλξιν Κ; παρʼ ἔπαλξιν Plut. || Κλεομένην F || 10 ἀνέσωσεν F || 14 Χιλωνίς F || 17 πολέμους F ||18 φίλανδρον H; φιλάνθρωπον F || 19 αὐτὴν F; αὐτῆ Κ.)

398
εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπο- λαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα.

Οἱ ἐν Μιλήτῳ Ἴωνες πρὸς τοῖς Νηλέως παῖδας στασιάσαντες ἀνεχώρησαν ἐς Μυοῦντα κἀκεῖθεν ἐπο- λέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐν- δόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρι- σμένον. ἡ δὲ ἔφη· εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.ʼ συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών.

Μιλήσιοι Ναξίοις ἐπολέμουν· Ἐρυθραῖοι Μιλη- σίοις συνεμάχουν. Διόγνητος, Ερυθραίων στρατηγὸς, λείαν τῶν Ναξίων ἔλαβε πολλὴν καὶ δὴ γυναῖκας καὶ παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλʼ ὡς γαμετῇ γυναικί. ἦν ἐν τῷ στρατοπέδω τῶν Μιλησίων πάτριος ἑορτὴ, [*](Cap. 35. Cf. Plut. ibid. 16; Aristaenet. epistol. 1, 15.) [*](Cap. 36. Cf. Plut. ibid. 17; Parthenius, narrat. amat. 9.) [*](1 Φενεὸν F; Ἀλφειὸν Fuchs 9 μηλήϊδα F 10 [ὀ δυνατώ- τατος] Cas. W ex Plut.; [εἷς] K 12 εἴ μοι διαπράξαιο τὸ scripsi coll. Plut. εἰ διαπράξαιό μοι τὸ etc.΄ ἐμοὶ διαπράξοιτο F; ἐμοὶ διαπράξοι τὸ W; εἰ ἐμοὶ διαπράξαιο vulg. 17 Πολυκρήτη F (id. infra).)

399
καὶ πάντες ἀνέκειντο μέθῃ καὶ θυμηδίᾳ. Πολυκρίτη παρεκάλει Διόγνητον ἐπιτρέψαι τῶν πεμμάτων μερί- δας πέμψαι τοῖς ἀδελφοῖς. ἐπιτρέψαντος ἐμβάλλει μο- λιβοῦν γραμματεῖον ἐς τὸν πλακοῦντα τῷ κομίζοντι ἐντειλαμένη φράσαι τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι φάγοιεν ἀπὸ στόματος τῆς ἀδελφῆς. οἱ δὲ εὑρόντες τὸν μόλιβον καὶ ἀναπτύξαντες ἀναγινώσκουσι ῾ νύ- κτωρ ἐπίθεσθε τοῖς πολεμίοις διὰ τὴν ἑορτὴν μεθύ- ουσι καὶ καθεύδουσι καὶ ἀφυλάκτοις᾿ . οἱ στρατηγοὶ ταῦτα μαθόντες νύκτωρ ἐπέθεντο καὶ τῶν πολεμίων ἐκράτησαν· τὸν μέντοι Διόγνητον ἡ Πολυκρίτη γέρας παρὰ τῶν πολιτῶν ᾐτήσατο.

Φωκαεῖς Φόξον ἡγεμόνα ἔχςντες Μάνδρωνι βα- σιλεῖ Βεβρύκων συνεμαχησαν ὑπὸ τῶν προσοίκων βαρ- βάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας. ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο, ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυ- γάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν [*](Cap. 37. Cf. Put. ibid. 18; Chares Lamps. fr. 7 (Müller); Steph. Byz. s. v. Λαμψάκη. — A. v. Gutschmid, Philol. X, p. 524 not.; A. Schmidt, d. Perikl. Zeitalt. II, p. 120 sq.) [*](1 ἀνεῖντο Hertlein 3 ἐμβαλεῖ F || μολιβοῦν (et v. 7 μόλιβον) F] μολιβδοῦν (et v. 7 μόλιβδον) Plut.; μολυβδοῦν (et v. 7 μόλυβδον) vulg. || 5 αὐτὸν vulg. || 8 ἐπίθεσθε Cas.; ἐπιθέσθαι F || 9 οἱ δὲ στρατηγοὶ vulg. 13 Λαμψάκη W ex Plut.; Φωκαεῖς ἢ Λαμψάκη Μ; Φωκαεῖς F vulg. || 14 Φόξον] Φόβον Plut. || 17 ἐποικεῖν Hercher, Hermes 9, p. 112; ἐνοικεῖν F; συνοικεῖν Hertlein || 20 ἀποδημοῦντας F.)

400
ἀποτρέπειν ἐπειρᾶτο· ὡς δὲ οὐκ ἔπειθε, κρύφα τοῖς Ἕλλησι μηνύει τὰ κατʼ αὐτῶν βεβουλευμένα. οἱ δὲ θυσίαν παρασκευάσαντες λαμπρὰν ἔξω τειχῶν καλοῦσι τοὺς βαρβάρους ἐς τὸ προάστειον. οἱ μὲν δὴ κατα- κλιθέντες εὐωχοῦντο, οἱ δὲ Φωκαεῖς δίγα διελόντες αὑτοὺς οἱ μὲν τὰ τείχη κατελάβοντο, οἱ δὲ τοὺς εὐωχουμένους ἀνεῖλον καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τὴν δὲ Λαμψάκην μεγαλοπρεπῶς ἐτίμησαν καὶ τὴν πόλιν ἀπʼ αὐτῆς Λάμψακον προσηγόρευσαν.

Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ| τὸν ίερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὐσαν ἔγημεν· ἡ δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἀλοῦσα δʼ ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὕτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρε- ταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμο- λογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθερά- [*](Cap. 38. Cf. Plat. ibid. 19, qui de tempore: ἐν τοῖς Μι- θριδατικοῖς χρόνοις.) [*](4 κατακλιθέντες Κ; κατακλεισθέντες F 6 αὐτοὺς F || κατε- λ βοντο F et Plut.; κατεβάλοντο vulg. || 7 αὐτῶν 9 Λάμψακον προσηγόρευσαν scripsi cum Plut., cf 8, 44 extr.; Λάμψακον ἀνη- γόρευσαν vulg.; λαμψακαν ήγόρασαν (sic) F 12 | καὶ] Hertlein, Iahnii annal. 1867, p. 607 14 καλξν οὖσαν] ἄκουσαν Plut, sed idem paulo ante καλὴ δὲ τὴν ὄψιν ἦν 18 αὐιῆς F | 19 Ἀρετα- φίλα F.)

401
πευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα ἔχουσα ὥρα καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Ἀσάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπʼ αὐτῆς πείθε- ται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας άφνιν, κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκρά- την διεχρήσατο.