Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](310)

Μέντωρ Ἑρμείου κρατήσας πρὸς τὰς πόλεις τὰς [*](e. 4, 10) ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε, τῇ ἐπιστολῇ σφραγίδα ἐπιθεὶς τὴν ἐκείνου καὶ προσέταξε παραδιδόναι τὰ [*](Cap. 46. Cf. Schaefer, Demosth I1, p. 116 sq., qui dubitat, an haec ad idem proelium navale referenda sint, ad quod 6, 2, §§ 1 et 2 — J. p. 596 sq.) [*](Cap. 47. Ex Herod 1, 21 sq.; cf. Front. strat. 3, 15, 6.) [*](Cap. 48. Cf. Diod. 16, 52, 5. — Schaefer, Demosth I1, p. 348 et not. 1; J. p. 597.) [*](8 Ἀλυάτου F constanter || 11 Ἀσσησίας Cas. ex Herod.; ἀρσίας F || 18 Ἑρμίου F (sic quoque p. 307, 1).)

307
πράγματα τοῖς κομίζουσι τὰ γράμματα. οἱ δὲ τὴν Ἑρ- μείου σφραγίδα γνωρίσαντες ἔλαθον αὑτοὺς Μέντορι παραδόντες τὰς πόλεις.

Ἀναξαγόρας, Κόδρος, Διόδωρος, παῖδες Ἐχεά- [*](c. 323) νακτος, Ἡγησίαν τύραννον Ἐφεσίων ἀπέκτειναν· Φι- λόξενος, Ἀλεξάνδρου βασιλέως ὕπαρχος Ἰωνίας, τοὺς ἄνδρας παρὰ τῶν Ἐφεσίων ἐξαιτῶν, οὐ λαβῶν, φρου- ρὰν εἰς τὴν πόλιν εἰσαγαγὼν, τοὺς τρεῖς ἄνδρας ἐξαρ- πάσας, ἐν κλοιῷ δεδεμένους ἐς τὴν ἄκραν τὴν ἐν Σάρδεσιν ἔπεμψεν. οἱ δὲ ἐπὶ μακρὸν ταλαιπωρηθέντες ἔλυσαν αὐτοὺς, φίλου ῥίνην εἰσπέμψαντος, ᾗ χρησά- μενοι τὰ δεσμὰ διέσπασαν καὶ οἰκετικαῖς ἐσθήσεσι μετασκευασάμενοι, διὰ νυκτὸς ὡς οἰκέται τοῦ δεσμω- τηρίου προελθόντες, σχοινίῳ καὶ ἱματίοις κατὰ μῆκος παρεσχισμένοις συνδήσαντες αὑτοὺς ἀπὸ τῶν τειχῶν καθῆκαν. Διόδωρος μὲν ἐκπεσὼν ἀπὸ ὕψους, παρα- χρῆμα χωλωθεὶς ἄμφω τὼ πόδε, ληφθεὶς ὑπὸ Λυδῶν ὡς Ἀλέξανδρον ἐπέμφθη δίκας δώσων. Ἀλεξάνδρου ἐν Βαβυλῶνι τελευτήσαντος εἰς Ἔφεσον ὑπὸ Περδίκ- κου κατεπέμφθη κριθησόμενος κατὰ τοὺς νόμους· Ἀναξαγόρας δὲ καὶ Κόδρος διάραντες εἰς Ἀθήνας ἐσώθησαν, τὴν δὲ Ἀλεξάνδρου τελευτὴν ἀκούσαντες εἰς Ἔφεσον ἐπανελθόντες καὶ τὸν ἀδελφὸν Διόδωρον ἀνέσωσαν.

[*](2 αὐτοὺς F || 3 πόλεις vulg.;  πύλας F || 5 παῖδες Ἐχεάνακτος D; πέδαις ἔχεν ἄνακτος F || 7 ὕπαρχος Ἰωνίας] Plut. Alex. 22 ὁ ἐπὶ θαλάττης στρατηγὸς: cf. Droysen II, 1, p. 146 || 12 ἔλυσεν αὐτοὺς F || 16 παρεσχισμένοις K, παρασχιζομένοις F || αὐτοὺς F || 17 καθῆκαν D vulg.; καθῆκαν F || Διέδωρος MV; Κόδρος F || 18 χωλευθεὶς F, corr. vulg. || τὼ p; om. F vul​g.)
308
[*](c. 560)

Κροίσου τοῦ Λυδοῦ πολιορκοῦντος Ἔφεσον, ἐπειδὴ τῶν πύργων τις, ὁ προδότης κληθεὶς, ἔπεσε καὶ τὸ δεινὸν τῆς ἁλώσεως ἐν ὀφθαλμοῖς ἦν, Πίνδαρος ὁ τυραννεύων τῆς πόλεως συνεβούλευσε τοῖς Ἐφεσίοις ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος ὥσπερ ἀνατιθέντας τῇ θεῷ τὴν πόλιν. Κροῖσος τιμῶν τὴν θεὸν ἐφείσατο τῆς πόλεως ὥσπερ ἀναθήματος καὶ πρὸς τοὺς Ἐφε- σίους ἐπὶ ἐλευθερίᾳ συνθήκας ἐποιήσατο.

[*](488)

Θήρων Ἀκραγαντῖνος δορυφόρους μὲν ἔχων ἐν ἀπορρήτῳ παρεσκευασμένους, χρημάτων δὲ οὐκ εὐπο- ρῶν πρὸς τὰς μισθοδοσίας, τῆς πόλεως  Ἀθηνᾷ μεγα- λοπρεπῆ ναὸν ἐγειρούσης, ἐπειδὴ τὰ χρήματα ἐν ταῖς ἐργασίαις διεκλέπτετο, ἔπεισεν ἀθρόαν ἔκδοσιν ποιή- σασθαι τοῦ νεὼ καὶ λαβεῖν ἐγγυητὰς ἀξιοχρέους καὶ ὁρίσαι προθεσμίαν, ἐν ᾗ τὸ ἱερὸν συντελεσθήσεται. ἔδοξεν ὀρθῶς λέγειν, καὶ ἡ πόλις πεισθεῖσα τὸ ἔργον ἐξέδωκεν. ἠργολαβεῖτο Γόργος Θήρωνος. ἐπεὶ δὲ τὸ τῆς πόλεως ἀργύριον ἔλαβεν, οὔτε τέκτονας οὔτε λιθο- ξόους οὔτε τοὺς ἄλλους δημιουργοὺς ἐμισθώσατο, ἀλλὰ κατὰ τῆς δούσης πόλεως μισθὸν τοῖς δορυφόροις ἔδωκε, καὶ τοῖς ἰδίοις χρήμασιν Ἀκραγαντῖνοι ὑπὸ Θήρωνος ἐτυραννεύθησαν.

[*](Cap. 50. Cf. Aelian. var. hist. 3, 26.)[*](3 τις K ex Aeliano; τε F || κλιθεὶς F || 4 δεῖπνον F || 12 Ἀκραγαντῖνος K ; Ἀκραγαντίνων F || 14 Ἀθηνᾷ M; Ἀθῆναι F || 16 διεκλέπτετο Patakis; διεκέκλεπο F || 20 ὁ Θήρωνος vulg. || 21 ἔλαβον F || 22 ἐμισθώσαντο F.)
309

Σίσυφος, Αὐτολύκου τὰς βόας αὐτοῦ κλέπτοντος πολλάκις, ταῖς χηλαῖς τῶν βοῶν ἐνέτηξε μόλιβον, ᾧ χαρακτῆρα ἐνήρμοσε γράμματα ἐκτυποῦντα Ἁὐτόλυκος ἔκλεψενʼ. ὁ μὲν δὴ Αὐτόλυκος νύκτωρ ἀπήλασε τὰς βόας, ὁ δὲ Σίσυφος μεθʼ ἡμέραν τοῖς γείτοσι γεωρ- γοῖς ἔδειξε τὰ ἴχνη τῶν βοῶν κατηγοροῦντα τὴν Αὐ- τολύκου κλοπήν.

[*](e. 39, 6)

Ἅγνων Ἀττικὴν ἀποικίαν ἤγαγεν οἰκίσαι βουλό- [*](437) μένος τὰς καλουμένας Ἐννέα ὁδους ἐπὶ τῷ Στρυμόνι· ἦν γὰρ καὶ λόγιον Ἀθηναίοις τοιόνδε·

  • τίπτε νέως κτίσσαι πολύπουν μενεαίνετε χῶρον,
  • κοῦροι Ἀθηναίων; χαλεπὸν δὲ θεῶν ἄτερ ὔμμιν.
  • οὐ γὰρ θέσφατόν ἐστι, πρὶν ἂν κομίσητʼ ἀπὸ Τροίης
  • Ῥήσου ἀνευρόντες καλάμην πατρίῃ δέ τʼ ἀρούρῃ
  • κρύψητʼ εὐαγέως· τότε δʼ ἂν τότε κῦδος ἄροισθε.
  • ταῦτα τοῦ θεοῦ χρήσαντος ὁ στρατηγὸς Ἅγνων ἐς
  • Τροίαν ἔπεμψεν ἄνδρας, οἳ τὸ Ῥήσου σῆμα νύκτωρ [*](Cap. 52. Cf. Hygin. fab. 201.) [*](Cap. 53. Cf. Τhucyd. 4, 102. — Weissenborn, Hellen. p, 152 et not. 59; J. p. 598; Duncker, Gesch. d. Alteri. IX, p. 234.) [*](3 μόλιβον F] μόλυβδον vulg. || ᾧ vulg.; ὡς F || 9 Ἅγνων Thucyd.; Ἄγνων F constanter || 10 οἰκῆσαι F || 11 Στρυμῶνος F constanter || 13 τίπτε νέως F] τίπτʼ ἐνέως vel ἐνεῶς RK; gene- tivum requirit Vater ad Eurip. Rhes. p. CLIX, ut Ἠϊονέος, Βιστονέος, Σιθονέος vel Βιστονίης, Σιθονίης κτίσσαι Vater, censor Ienensis; κτίσαι F || 14 ὔμμιν censor Ienensis; ὕμμιν F | 16 δέ τʼ Hertlein; δʼ F; δʼ ἐν Vater, censor Iemensis || 17 τότε δʼ ἂν τότε F, quod probat Hertlein coll. Lucian. imag. 13 τότε δὴ τότε ὥρα σιωπᾶν aliisque exemplis, quae congessit Dorville ad Char. p. 322 Lips.; τότε δʼ ἂν τέδε Vater; τότε δʼ ἂν τό γε censor Ienensis || 19 σῆμα K; σῶμα F.)
    310
    ἀνορύξαντες ἀνείλοντο τὰ ὀστᾶ· καὶ καταθέντες τὰ ὀστᾶ ἐς χλαμύδα πορφυρᾶν κομίζουσιν ἐπὶ τὸν Στρυ- μόνα. οἱ μὲν δὴ κατέχοντες βάρβαροι τὴν χώραν διαβαίνειν τὸν ποταμὸν ἐκώλυον, Ἅγνων δὲ σπονδὰς ποιησάμενος τρεῖς ἡμέρας ἀπέπεμψε τοὺς βαρβάρους καὶ διὰ τῆς νυκτὸς τὸν Στρυμόνα μετὰ τοῦ στρατεύ- ματος διελθὼν τά τε ὀστᾶ τοῦ Ῥήσου κατώρυξε παρὰ τὸν ποταμὸν καὶ τὸ χωρίον ἀποταφρεύσας ἐτείχιζε πρὸς τὴν σελήνην, ἡμέρας δὲ οὐκ εἰργάζοντο. καὶ δὴ [τὸ] πᾶν ἔργον ἐξετελέσθη τριῶν νυκτῶν. ὡς δὲ οἱ βάρβαροι μετὰ τρεῖς ἡμέρας ἐλθόντες τὸ τεῖχος εἶδον ἐγηγερμένον, ἐνεκάλουν Ἅγνωνι ὡς παραβάντι τὰς σπονδάς, ὁ δὲ οὐδὲν ἔφη ἀδικεῖν· σπείσασθαι γὰρ τρεῖς ἡμέρας, οὐ τρεῖς νύκτας. τούτῳ τῷ τρόπῳ τὰς Ἐννέα ὁδοὺς Ἅγνων οἰκίσας τὴν πόλιν Ἀμφίπολιν ἐκάλεσεν.

    Ἀμφίρητος Ἀκάνθιος λῃσταῖς ἁλοὺς, ἐς Λῆμνον [*](e.52,5) ἀχθεὶς ἐν δεσμοῖς ἐφρουρεῖτο τῶν λῃστῶν λύτρα με- γάλα ἐλπιζόντων· ὁ δὲ τροφῆς ἀποσχόμενος μίλτον ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη.

    [*](8 ἀποτραφεύσας F || 10 [τὸ] cf. 1, 48, 2 || 13 σπείσασθαι Heringa; στήσασθαι F || 15 οἰκήσας F || 17 Ἀμφίρητος F] Ἀμφά- ρετος vel Ἀμφήρετος coni. K || 18 Λίμνον F || 21 διεχώρισεν F || 24 λούτρων ἀπολλουμένων F; λύτρων [στεροῖντο] ἀπολουμένων R; ἀπολλυμένων M.)
    312

    Καὶ τόδε ὑμῖν ἕβδομον βιβλίον, ἱερώτατοι βασι- λεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη- μάτων, ἐν ᾧ καταμάθοιτε ἂν καὶ τὰς τῶν βαρβάρων γνώμας οὐ παντάπασιν ἀστρατηγήτους· ἀλλὰ καὶ παρʼ ἐκείνοις μηχανὴ καὶ δόλος καὶ ἀπάτη σπουδάζεται. ὥστε αὐτοί τε ὑμῖν αὐτοῖς ἐν τῷ πολέμῳ καὶ τοῖς ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ὀρθῶς ἂν παραγγέλλοιτε μὴ καταφρονεῖν ὡς ἀνοήτων ἢ ἀδόλων, ἀλλὰ τοὐναν- τίον μηδὲν οὕτως αὐτῶν πεφυλάχθαι ὡς τὸ δολερὸν καὶ ἄπιστον καὶ ἀπατηλὸν, οἷς μᾶλλον ἀγάλλεται τὸ βαρβαρικὸν ἢ τοῖς ὅπλοις. ἄριστον δὴ φυλακτήριον καὶ ἀνάλωτον ἔστω πρὸς αὐτοὺς ἀπιστία, μεθʼ ἦς ἰσχὺν τῶν ὅπλων ἕξομεν καὶ τὴν πρὸς αὐτοὺς τέχνην ὀξυτέ- ραν μελετήσομεν προμαθόντες αὐτῶν τὰς ἐννοίας τῶν στρατηγημάτων.

    Δηιόκης ὁ Μῆδος ἐπέθετο τῇ Μήδων ἀρχῇ ὧδε. Μῆδοι νομάδες ἦσαν, πόλιν οὐκ εἶχον, ἄγοντες ἄνευ νόμου καὶ δίκης, ἄγοντες καὶ φέροντες ἀλλήλους. Δηι- όκης ἐδίκαζε τοῖς γείτοσι καὶ τὸ ἵσον ἔχειν αὐτοὺς [*](10 ὡς τὸ vulg.; ὥστε F || 11 ἀγάλλεται Maasv. R; ἀγγέλεται F || 12 ἄριστον Heringa; ἄπιστον F; πιστὸν R || 13 ἔστω] ἐστι Heringa || 15 μελετήσωμεν F || 19 εἶχον, ἄγοντες Roth; εἶχον, ἔχοντες F; ἔχοντες vulg.)

    313
    ἐδίδασκεν. ἥσθησαν τῷ δικαστῇ, καὶ αὐτίκα κλέος ἦν ἐν Μήδοις αὐτοῦ, καὶ συνέθεον ἐπʼ αὐτὸν ὡς ἴσον δικαστήν. ἐπεὶ δὲ τῇ δόξῃ πάντας παρεστήσατο, τὰς θύρας κατασχίσας νύκτωρ αὐτὸς καὶ λίθων πλήσας τὴν τύρσιν ἔδειξε μεθʼ ἡμέραν τοῖς Μήδοις, ὡς ταῦτα διʼ αὐτοὺς παθῶν καὶ κινδυνεύσας ἀποθανεῖν, ὅτι αὐτοῖς δικάζοι. τὸ πλῆθος ἠγανάκτησαν καὶ ἀσφάλειαν αὐτῷ τοῦ σώματος ἐπεψηφίσαντο, χωρίον μὲν ἐνοικεῖν ὀχυρώτατον τὴν ἐν᾿ Ἀγβατάνοις ἄκραν, φύλακας δὲ τοῦ σώματος, οὓς αὐτὸς αἱροῖτο· χορηγίαν δὲ τροφῶν συνέ- ταξαν ἀπὸ τῶν ἱερῶν χρημάτων. ὁ δὲ ταύτην περι- βαλόμενος τὴν δορυφορίαν καὶ πλείονας ἀεὶ προσλαμ- βάνων ἀντὶ δικαστοῦ βασιλεὺς ἐγένετο.

    [*](613—560)

    Ἀλυάττης Κιμμερίων ἐπιστρατευσάντων ἀλλόκοτα καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνά- μεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύ- γειν αἰσχρῶς ἐβιάσαντο.

    [*](e. 9, 4)

    Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τὰς ἐκ τῶν στρατειῶν [*](r, fragm. hist. Graec. I, p. 42.) [*](4 θύρας K; οὐρὰς F; φρούρας Dm || κατασχήσας F || 5 τύρσιν Cas.; τύρσην F || 7 δικάζοι τὸ M; δικάζοιτο F; δικά- ζοιτο. τὸ vulg. || 9 Ἀγβατάνοις F] Ἐκβατάνοις vulg. || 11 περι- βαλλόμενος vulg. || 14 Ἀλυάττης H ; Ἀλυάτης F constanter || 21 ἱππικὴν H; om F || 23 στρατειῶν Cas ; στρατιωτῶν F.)

    314
    ὠφελείας ἀεὶ μείζονας ἔνεμε τοῖς ἱππεῦσι. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγορὰν αὐτοῖς παρα- σκευάζων καὶ διπλῆν τὴν μισθοφορὰν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τὸ στρατόπεδον ἔχοντες, τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους εἴσω τειχῶν παρῆλθον ἐπὶ τὴν διπλῆν μισθοφορὰν σπουδῇ θέοντες. Ἀλυάττης τὰ τείχη κλείσας, τοὺς ἰδίους ὁπλίτας περι- στήσας ἀπέκτεινε τοὺς ἱππεῖς ἅπαντας καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἰδίοις ὁπλίταις ἔδωκεν.

    [*](664)

    Ψαμμήτιχος Τεμένθη τὸν Αἰγύπτου βασιλέα κατέ- λυσεν. ὁ μὲν θεὸς Ἄμμων χρωμένῳ Τεμένθει περὶ της βασιλείας ἀνεῖλε φυλάξασθαι τοὺς ἀλεκτρυόνας. Ψαμμήτιχος δὲ Πίγρητα τὸν Κᾶρα συνόντα ἔχων, παρʼ αὐτοῦ μαθὼν, ὡς πρῶτοι Κᾶρες ἐπέθεντο τοῖς κράνεσι λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολο- λήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, [ὧν] ἀπέχει στάδια πέντε, συμβαλῶν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται.

    [*](570—5264.)

    Ἄμασις ἐν τῷ πρὸς Ἄραβας πολέμῳ κατόπιν τῶν Αἰγυπτίων ἔθηκε τὰ τῶν θεῶν ἱδρύματα τῶν μάλιστα [*](Cap. 3. Cf. Aristagoras ap. Steph. Byz. s. v. ἑλληνικὸν et καρικόν — v. Gutschmid, Philol. 10, p. 691 sqq.) [*](Cap. 4. Cf. v. Gutschmid ibid.) [*](6 θέοντας F || 11 Ψαμμίτιχος F || 14 Πίγρητα K; Πήγριτα F. Πήγρητα MD || 16 λόγου vulg. || 17 προσήγαγεν Hertlein: cf. ad 3, 9, 43; εἰσήγαγεν F || 18 ἔξω Bursian, quod probat Gut- schmid; εἴσω F || [ὧν] 20 κέκλιται F.)

    315
    τιμωμένων παρʼ αὐτοῖς, ἵνʼ οὕτω προθυμότερον κιν- δυνεύοιεν, νομίζοντες ἔχειν θεατὰς τοὺς θεοὺς, ἐκδό- τους δοῦναι τοῖς πολεμίοις οὐχ ὑπομένοντες.

    Μίδας προσποιησάμενος τελετὴν ποιεῖν τοῖς με- γάλοις θεοῖς νυκτὸς ἐξήγαγε τοὺς Φρύγας μετʼ αὐλῶν καὶ τυμπάνων καὶ κυμβάλων κρυπτὰ ἔχοντας ἐγχειρίδια. οἱ μὲν πολῖται τῶν οἰκιῶν ἐξῆλθον ἐπὶ τὴν θέαν, οἱ δὲ τυμπανίζοντες καὶ κυμβαλίζοντες τοὺς μὲν θεατὰς κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας κατα- λαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν.

    [*](e.14, 21)

    Κῦρος Μήδοις παραταξάμενος τρὶς ἡττήθη. ἐπεὶ [*](558) δὲ τῶν Περσῶν αἱ γυναῖκες καὶ τὰ τέκνα ἦσαν ἐν Πασαργάδαις, τὴν τετάρτην μάχην ἐνταῦθα συνῆψε. πάλιν ἔφυγον οἱ Πέρσαι. ὡς δὲ εἶδον τὰ τέκνα καὶ τὰς γυναῖκας, παθόντες ἐπʼ αὐτοῖς ἀνέστρεψαν καὶ τοὺς Μήδους ἀτάκτως διώκοντας τρεψάμενοι νίκην τηλικαύτην ἐνίκησαν, ὡς μηκέτι Κῦρον προς αὐτοὺς ἄλλης δεηθῆναι μάχης.

    Κῦρος ἐν ταῖς πρὸς Κροῖσον ἀνοχαῖς ἀπήγαγε τὴν [*](546) δύναμιν. ὡς δὲ νὺξ ἐπῆλθε, συντόνως ἀναστρέψας sec. Euseb. ἐπὶ τὰς Σάρδεις ἤγαγε καὶ προσπεσὼν τοῖς τείχεσιν ἀφυλάκτοις προσθέμενος κλίμακας κατέσχε τὰς Σάρδεις.

    [*](Cap. 6. De fontibus cf. J. p. 453—456.)[*](Cap 6. § 1. Cf. Polyaen. 7, 45, 2 et locos ibi laudatos. 10 τὰς δὲ F] καὶ τὰς M || 16 ἔφευγον K ex V in fugam vertebantur || 19 Κῦρον] κύριον F || 22 συντόνως K; συντόμως F || 24 ἀφυλάκτοις K; ἀφυλάκτως F.)
    316
    [*](546)

    Κῦρος ἐκράτησε Σάρδεων· Κροῖσος κατέσχε τὴν ἀκρόπολιν ἀναμένων τὴν ἐκ τῆς Ἑλλάδος βοήθειαν. Κῦρος τοὺς οἰκείους τῶν μετὰ Κροίσου τὴν ἀκρόπολιν κατεχόντων δήσας ἔδειξε τοῖς πολιορκουμένοις τῷ κή- ρυκι προστάξας ἀνειπεῖν, ὡς παραδοῦσι μὲν τὴν ἀκρό- πολιν ἀποδώσοι τὰ οἰκεῖα σώματα, μὴ βουλομένων δὲ παραδοῦναι κρεμάσειε πάντας. οἱ δὲ τὴν ἀκρόπολιν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων παρέδωκαν οὐκ ἀναμείναντες Κροίσου τὰς κενὰς τῶν Ἑλλήνων ἐλπίδας.

    [*](538)

    Κῦρος μετὰ τὴν ἅλωσιν Κροίσου Λυδῶν πάλιν ἀποστάντων αὐτὸς ἐλαύνων ἐπὶ Βαβυλῶνος Μαζάρην τὸν Μῆδον κατέπεμψε προστάξας, ὅταν κατάσχῃ τὴν χώραν, ἀφελέσθαι τὰ ὅπλα καὶ τοὺς ἵππους, καὶ στολὴν γυναικείαν αὐτοὺς ἀναγκάσαι φορεῖν, καὶ μήτε τοξεύειν μήτε ἱππεύειν ἔτι μανθάνειν, ὑφαίνειν δὲ καὶ ψάλλειν ἅπαντας τοῖς ἐπιτηδεύμασι τούτοις, ὡς ἔοικε, τὰς ψυχὰς αὐτῶν ἐκθηλῦναι προαιρούμενος. ἀμέλει βαρβάρων ἀπολεμώτατοι γεγόνασιν Λυδοὶ πρόσθεν ὄντες πολε- μικώτατοι.

    [*](538)

    Κῦρος Βαβυλῶνα πολιορκῶν, ἐπειδὴ συνετέλεσε τὰς διώρυχας τοῦ Εὐφράτου διὰ τῆς πόλεως ῥέοντος, [*](Cap. 6. § 3. Cf. Duncker, Gesch. d. Altert. IV, p. 298.) [*](Cap. 6. § 4. Cf. Herod. 1, 155 sq.; Iust. 1, 7, 11; Plut. apophth. reg. et imp. Xerxes 2.) [*](Cap. 6. § 5. Cf. Herod. 1, 191; Xenoph. inst. Cyri 7, 5 Front. strat. 3, 7, 3. — Duncker, Gesch. d. Altert. IV, p. 344 sqq. 1 κατεῖχε K || 4 κατεχόντων F || κατασχόντων D; om. M || 6 ἀποδώσει Hertlein || 7 κρεμάσειε F; κρεμάσει Hertlein; κρε- μάσοι K || 8 ἐπὶ τῇ σωτηρίᾳ D vulg.: cf. 6, 12. 6, 50. 8, 8 || ἀνα- μένοντες M || 11 Μαζάρην τὸν Μῆδον vulg.; Μαράζην τὸν Μίδον F || 12 κατέπεμψε K; κατέπεμπε F || 18 οἱ Λυδοὶ vulg. || 21 [τοῦ] διὰ Hertlein.)

    317
    ἀνήγαγε τὸ στρατόπεδον μακροτάτῳ· Βαβυλώνιοι νομί- σαντες αὐτὸν ἀπεγνωκέναι τῆς πολιορκίας τὸ σφοδρὸν τῶν φυλακῶν ἀνῆκαν. ὁ δὲ τὸν ποταμὸν ἀποστρέψας, τὴν δύναμιν ἐπαγαγὼν συντόμως κατὰ τὴν χώραν τοῦ ἀρχαίου ῥεύματος ὑπεισήγαγε τοὺς στρατιώτας καὶ τῆς Βαβυλῶνος ἐκράτησεν.

    Κῦρος Κροίσῳ παρετάσσετο. Λυδοῖς ἦσαν ἱππεῖς [*](546) πολλοὶ καὶ μέγα ἐπὶ τούτοις ἐφρόνει Κροῖσος. Κροίσου ἀχρεῖον τὸ ἱππικὸν ἀπέφηνε Κῦρος προτάξας τῶν ἰδίων ὁπλιτῶν καμήλους πολλάς· ἵππος δὲ καμήλου φεύγει καὶ τὴν ὄψιν καὶ τὴν ὀδμήν. αὐτίκα δὴ φεύ- γοντες οἱ ἵπποι τοὺς Λυδοὺς ὑπεξέφερον, ὥστε ἦν Κύρῳ νίκη καὶ πρό γε τῆς μάχης.

    Κῦρος Πέρσας ἀποστῆναι Μήδων ἔπεισεν ὧδε. [*](558) δείξας χωρίον αὐτοῖς ἀργὸν καὶ ἀκανθῶδες ἐκέλευσεν ἡμερῶσαι· οἱ δὲ σῦν πολλῷ πόνῳ ἡμέρωσαν. τῆς ὑστεραίας ἐκέλευσε λουσαμένους ἥκειν. ἐπεὶ δὲ ἧκον, προέθηκεν αὐτοῖς εὐωχίαν ἄφθονον καὶ μετὰ τὴν εὐωχίαν ἤρετο, ποτέρα κρείσσων ἡμέρα. οἱ δὲ ὡμο- λόγησαν τῆς χθὲς τὴν σήμερον τόσῳ κρείττονα, ὅσῳ κακοδαιμονίας εὐδαιμονίαν. οὐκοῦνʼ, ὁ Κῦρος ἔφη, ῾τὰ τῆς εὐδαιμονίας ἀγαθὰ ἕξετε, ἢν τῆς Μήδων δου- λείας ἀποστῆτε.᾿ Πέρσαι μὴ μελλήσαντες ἀφίστανται [*](Cap. 6. § 6. Ex Herod. 1, 80; cf. Front. strat. 2, 4, 12.) [*](Cap 6. 7. Cf. Herod. 1, 126; Iust. 1, 6, 4; Front. strat. 1, 11, 19.) [*](3 φυλακῶν K; φυλάκων F || 7 παρετάσσετο F] ἀντιπαρε- τάσσετο Cas. οἱ ἱππεῖς vulg. || 8 Κροῖσος. Κροίσου W ; Κροῖσον F; Κροίσου MV;  Κροῖσος. Κροίσῳ Cas. K || 10 ἰδίων Sittl; ἱππέων καὶ Hertlein: cf. Herod. 1, 80; ἱππικῶν F || 22 εἰ τῆς D; τῆς inclusit K || 23 μελήσαντες F.)

    318
    καὶ βασιλέα Κῦρον στησάμενοι αὐτούς τε Μήδους κατέλυσαν καὶ τῆς ἄλλης Ἀσίας ἦρξαν.

    [*](538)

    Κῦρος Βαβυλῶνα ἐπολιόρκει· Βαβυλώνιοι πολλῶν ἐτῶν σιτία ἔχοντες κατεγέλων τῆς πολιορκίας. Κῦρος διὰ μέσης τὸν Εὐφράτην ῥέοντα διώρυχα τεμὼν [εἰς] τὸ πλησίον ἕλος ὑπεξήγαγε. Βαβυλώνιοι πιεῖν ὕδωρ οὐκ ἔχοντες αὐτίκα σφᾶς αὐτοὺς Κύρῳ παρέδωκαν.

    [*](558)

    Κῦρος ἡττώμενος Μήδων κατέφυγεν ἐς Πασαρ- [*](e. 12,10) γάδας. πολλῶν Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς αὔριον ἀφίξονται ἡμῖν σύμμαχοι δέκα μυριάδες ἀνδρῶν πολεμίων Μήδοις· ἀλλὰ ἐς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φάκελλον ξύλων.᾿ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀνήγ- γειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκαστον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πολλὴν φλόγα λάμπουσαν ἰδόντες πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον.

    [*](546)

    Κῦρος πολιορκῶν Σάρδεις ξύλα πολλὰ μακρὰ [*](e 54, 21) ἰσομήκη τοῖς τείχεσιν ἐπιστήσας αὐτοῖς εἴδωλα πώγω- νας ἔχοντα καὶ Περσικὴν ἐσθῆτα καὶ φαρέτρας κατὰ νώτου καὶ τόξα μετὰ χεῖρας νύκτωρ προσήγαγεν ὑπερ- έχοντα (πυρὶ) τῶν τειχῶν τῆς ἄκρας. ὁ δὲ κατὰ τὰ [*](Cap. 6. § 8. Cf. Herod. 1, 190 sq.) [*](Cap 6. § 10. Ex Ctesia pg. 46. 60 ed. Müller; cf. Front. strat. 3, 8, 3. — Schubert, Gesch. d. Könige v. Lydien, 1884, p. 100 sqq.) [*](2 Ἀσίας ἄλλης vulg.; cf. 1, 1, 1 || 5 [εἰς] add. vulg. || 6 ὑπεξ- ήγαγε F] ἐξήγαγε M vulg ; ἐσαγαγὼν Herod. 7 τῷ Κύρῳ vulg. || 9 πολλῶν δὲ H || 10 ὑμῖν H || 11 πρὸς τὴν H || 12 φάκελλον (sic quoque v. 15) FH; φάκελον vulg. ξύλων FH; ξύλου P || 14 ἐπεὶ δὲ H; ἐπειδὴ F: cf. 7, 8, 2 16 ἔφυγον HV; ἔφευγον F || 17 μακρὰ om. vulg. ; cf. Ctes.. ἐπὶ τοῖς μακροῖς ξύλοις || 18 αὐτοῖς V impositisque in ea simulacris; αὐτὸς F || 19 φαρέτραν D || 20 ὑπερέχοντα vulg. ; ὑπερέχοντας F || 21 κυρὶ F ; περὶ MD; del. Hertlein.)

    319
    ἕτερα μέρη τῆς πόλεως προσέβαλεν ἀρχομένης ἡμέρας. ἡ δὲ στρατιὰ τοῦ Κροίσου ἀπομαχομένη τὰς τοῦ Κύρου προσβολὰς, ἐπειδή τινες αὐτῶν ἐπιστραφέντες εἶδον ἀπὸ μακροῦ τὰ εἴδωλα ὑπὲρ τὴν ἄκραν, ἀνεβόησαν· πάντας δὲ εἷλε φόβος ὡς ἤδη τῆς ἄκρας ὑπὸ Περσῶν κατειλημμένης. τὰς πύλας ἀνοίξαντες ἄλλος ἄλλῃ ἔφευ- γον· Κῦρος δὲ Σάρδεις κατὰ κράτος εἷλεν.

    Ἅρπαγος ἐπιστολὴν Κύρῳ κρύφα πέμπων ἀνέσχισε [*](c. 558) λαγὼν καὶ τὰ γράμματα ἔνδον κατακρύψας πάλιν αὖθις συνέρραψε καὶ τῷ κομίζοντι λίνα θηρατικὰ περιέθηκεν, ἵνα λάθῃ τοὺς φύλακας τῶν ὁδῶν.

    [*](e. 12, 11)

    Κροῖσος, τῶν Ἑλλήνων συμμάχων βραδυνόντων, [*](546) τοὺς ἰσχυροτάτους καὶ μεγίστους τῶν Λυδῶν Ἑλληνι- κοῖς ὅπλοις κατεσκεύασεν· οἱ δὲ τοῦ Κύρου στρατιῶται τὸ ἄηθες τῆς Ἑλληνικῆς ὁπλίσεως κατεπλάγησαν. ἀλλὰ μὴν καὶ τῶν δοράτων κρουομένων πρὸς τὰς ἀσπίδας ὁ ψόφος τοὺς Πέρσας ἐτάραττεν· ἥ γε μὴν αὐγὴ τῶν ἐπιχάλκων ἀσπίδων τὰς ὄψεις τῶν Περσικῶν ἵππων ἀπέστρεφεν. ὥστε Κῦρος ἡττηθεὶς τριῶν μηνῶν σπον- δὰς πρὸς Κροῖσον ἐποιήσατο.

    [*](Cap. 7. Cf. Herod. 1, 123; Iust. 1, 5, 10.)[*](Cap. 8 Cf. Schu bert, Gesch. d Κönige v. Lydien, 1884. p.100.)[*](1 ἕτερα M; ἄκρα F προσέβαλεν vulg. προσέβαλλεν F 2 τὰς … προσβολὰς Markland ad Max. Tyr. 1, 3, quod probat Hertlein coll. 8, 23, 10; ταῖς προσβολαῖς F 4 ἀκρὰν, ἀνε- βόησαν Κ ; ἀκρὰνεβοησαν F; cf 2, 1, 22 3, 9, 39. 3, 11, 15 etc. 6 ἔφευγον F; ἔφυγον D vulg ; εἰς φυγὴν ἐτράποντο Ctes 9 πέμψων Seybold 21 ἀπέστρεφεν F] ατήστραψεν Hertlein coll. Plut Timol. 28, sed cf. 4, 7, 9.)
    320
    [*](546)

    Χροῖσος ἡττηθεὶς περὶ Καππαδοκίαν ὑπὸ Κύρου, βουλόμενος ἀποδρᾶναι προσέταξε τοῖς στρατιώταις ξύλα πολλὰ κομίζειν. ταῦτα νήσας ἐπὶ τῆς ὁδοῦ στενῆς οὔσης, ἐπεὶ νὺξ ἦν, αὐτὸς μὲν τὴν δύναμιν ὑπεξῆγε σπουδῇ πολλῆ, ἱππεῖς δὲ τοὺς ἐλαφροτάτους κατέλιπεν ὑπαυγαζούσης ἕω τὴν ὕλην καταπρήσοντας. Κροῖσος μὲν δὴ τῇ φυγῇ προέλαβε, Κῦρος δὲ ὑπὸ τῆς φλογὸς διωώκειν ἐκωλύετο.

    [*](525)

    Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι καρ- τερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβο- λὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν κατα- πέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλῶν εἴσω τῆς Αἰγύπτου παρῆλθεν.

    [*](512)

    Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· [*](Cap. 10. Cf. Herod. 3, 85 sq.; Iust. 1, 10, 3—10.) [*](4 ὑπεξῆγε F] ἐπεξῆγε D || 5 κατέλιπεν F] κατέλιπον vulg. 8 διώκειν om. vulg. || 10 καρτερῶς F] κρατερῶς D vulg.; cf. 2, 1, 19 et ad 1, 38, 2 || 11 ἐσβολὰς F] ἐμβολὰς MD || 12 καὶ πρὸς τοὺς προσάγοντας Κ || ἠφίεσαν W coll. 2, 25. 4, 6, 3. 6, 3; ἐφίεσαν F; ἀφίεσαν Cas. || 15 εἴβις F || 16 βάλλοντες vulg ; βαλόντες F || 22 ἵπποις M; ἵππους F || τοῦ] ἄστεος K.)

    321
    ‘ὅτου δʼ ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς ἔστω οὗτος.’ Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐπ- οχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπη- δήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο.

    Δαρεῖος παρετάσσετο Σκύθαις. λαγῶς διήιξε παρὰ [*](513) τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν λαγωόν. αρεῖος δὲ ἄξιονʼ ἔφη Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας κατα- λιπόντες τὸν λαγωὸν διώκουσι᾿. καὶ δὴ τὸ ἀνακλητι- κὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο.

    [*](e 20. 4)

    Δαρεῖος μέλλων τοῖς μάγοις νύκτωρ ἐπιτίθεσθαι [*](521) μετὰ τῶν ἑπτὰ Περσῶν, ἴνα ἐν σκότῳ δύναιντο γι- γνώσκειν ἀλλήλους, συνεβούλευσε τὸ τιαρόδεσμον, ὃ τῆς κεφαλῆς ὄπισθεν ἀποσφίγγει τὴν τιάραν, αὐτοὺς [*](Cap. 11 De fontibus cf J. p. 458—460.) [*](Cap 11. § 1. Ex Herodoto 4, 134.) [*](1 ὅτου δʼ ἂν F] ὅτου ἄν Hercher, Hermes 9, p. 112 || [ὁ] ἵππος coll Herod ὅτευ ἄν ὁ ἵππος 4 προσυγκείμενον K ; προκείμενον F || 9 οἱ δὲ M || 13 διήιξε W ex Herod.; διήλαξε F, διήλασε Heringe 129 || 18 σημήνας F] σημάνας M 21 το H; om. F || 22 ὄπισθεν vulg.; ὄπιθεν F.)

    322
    ἐς μέτωπον περιαγαγεῖν, ἴνα σημεῖον ᾖ [τὸ] ἄμμα τῆς τιάρας (χουμίτρας) ἁπτομένοις τοῦ μετώπου.

    Δαρεῖος πρῶτος φόρους ἔταξε τοῖς ἔθνεσιν· ὅπως δὲ μὴ χαλεπήνειαν, οὐκ αὐτὸς ἔταξεν, ἀλλὰ τοῖς σα- τράπαις τάξαι προσέταξε. τῶν δὲ ὁρισάντων μεγάλους φόρους αὐτὸς προέγραψε τοὺς ἡμίσεις χαρίζεσθαι τοῖς ὑπηκόοις. οἱ δὲ ἄσμενοι τοὺς ἡμίσεις τελεῖν ὑπέστη- σαν ὡς ἤδη μεγάλην εὐεργεσίαν παρὰ τοῦ βασιλέως λαβόντες.

    [*](513?)

    Δαρεῖος ἐπὶ Σκύθας ἐλάσας οὔτε Σκύθας ἑλεῖν οἷός τε ἦν οὔτε σιτίων ηὐπόρει. περὶ δρασμοῦ σκέψις ἦν. ὅπως οὖν λάθοι τοὺς Σκύθας, τὸ στρατόπεδον ὡς εἶχεν ἐᾷ κατὰ χώραν μένειν — ἦσαν ἐν αὐτῷ τραυματίαι πολλοὶ, ὄνοι, ἡμίονοι, κύνες —, ἀλλὰ καὶ πυρὰ πολλὰ διὰ νυκτὸς ἐκέλευσεν ἀνακαῦσαι. ταῦτα δὴ ὁρῶντες οἱ Σκύθαι, ἀκούοντες τοῦ ταράχου τῶν ζῴων καὶ τὰς σκηνὰς ἀκεραίους ὁρῶντες ᾤοντο παρεῖναι τοὺς Πέρσας. οἱ δὲ ἄρα ἦσαν πρὸ πολλοῦ πεφευγότες. Σκύθαι δὲ ὀψὲ τὴν ἀπόδρασιν μαθόντες ἐπεχείρουν διώκειν , οὓς καταλαβεῖν αὐτοῖς δυνατὸν ἦν οὐκέτι.

    Δαρεῖος Καλχηδόνα ἐπολιόρκει. Καλχηδόνιοι τει- [*](e. 54, 22) χῶν ὀχυρότητι καὶ παρασκευῇ τροφῶν θαρροῦντες ἥκιστα τῆς πολιορκίας ἐφρόντιζον. Δαρεῖος τὴν μὲν [*](Cap. 11. § 3. Cf. Plut. apophth. reg. et imp. Dar. 2.) [*](Cap 11. § 4. Cf. Herod. 3, 135; Front. strat. 1, 5. 25.) [*](Cap. 11 § 5. Cf. Ctes. apud Photium, § 16 sq — J. p. 460.) [*](1 ᾖ vulg.; ἦν F || [τὸ] Κ || ἅμμα F] ἅμα M vug. || 2 (χουμί- τρας) del. Roth ut glossam, quam ἤγουν μίτρας fuisse censuit Hertlein || 6 προέγραψε W ut 7, 11, 7; προσέγραψε F || χαρίζεσθαι R; χαριζόμενος F; χαριζόμεθα Κ || 11 ηὐπόρει scripsi, cf. ad 4, 2, 20; εὐπόρει Κ; εὐπορία F || 21 Καλχηδόνα, Καλχηδόνιοι F] Καρχηδόνιοι M; Χαλκηδόνιοι D vulg. Ctesias: cf. Eckhel. doctr. num. 2, p. 411 sq.)

    323
    στρατιὰν οὐ προσῆγε τοῖς τείχεσιν, ἀλλʼ οὐδὲ τὴν χώ- ραν ἔβλαπτε, προσποιούμενος δὲ ἀναμένειν συμμαχίαν μείζονα τὴν ἡσυχίαν ἦγε. τῶν δὲ Καλχηδονίων τειχο- φυλακούντων ἀπὸ τοῦ καλουμένου Ἀφασίου λόφου, πεντεκαίδεκα στάδια τῆς πόλεως ἀπέχοντος, ἤρξαντο μεταλλεύειν ὑπόνομον οἱ Πέρσαι. ἐπεὶ δὲ κατὰ τὴν ἀγορὰν ὀρύσσοντες ἐγένοντο τεκμαιράμενοι ῥίζαις τῶν ἐλαιῶν, αἳ περὶ τὴν ἀγορὰν ἐπεφύκεσαν, νύκτα ἀνα- μείναντες, τὸν ὑπόνομον ἀναστομώσαντες ἀνέβησαν ἐς τὴν ἀγορὰν καὶ τὴν πόλιν ἄνευ μάχης κατὰ κράτος εἷλον Καλχηδονίων τὰ τείχη φυλαττόντων.

    [*](e. 28, 5)

    Δαρεῖος ἐπολέμει Σάκαις τριχῆ διῃρημένοις. μιᾶς ἐκράτησε μοίρας· τῶν δὲ Σακῶν μυρίων ζώντων ἁλόν- των τὰς ἐσθῆτας καὶ τὸν κόσμον καὶ τὰ ὅπλα περιέθηκε τοῖς Πέρσαις καὶ προσῆγεν αὐτοὺς τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρέμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἐξα- πατῶώμενοι φιλοφρόνως προσελθόντες ὡς οἰκείους ἠσπά- ζοντο. Πέρσαι δὲ, ἦν γὰρ αὐτοῖς παράγγελμα, πάντας ἐφόνευσαν καὶ μεταβάντες ἐπὶ τὴν τρίτην μοῖραν Σακῶν ἀμαχεὶ τούτων ἐκράτησαν· οὐδὲ γὰρ ἀντέστησαν τῶν δύο μοιρῶν προηττημένων.

    Δαρεῖος Αἰγυπτίων οὐ φερόντων Ἀρυάνδου τοῦ σατράπου τὴν ὠμότητα καὶ διὰ τοῦτο ἀποστάντων [*](3 Καρχηδονίων F (et sic v. 11) || 4 τῶν ἀπὸ F || 7 τεκ- μαιράμενοι F] τεκμαιρόμενοι W || 12 Σάκαις vulg.; Σάκκοις (et sic semper) 13 Σάκκων F || μυρίων (i. e. ι) ζώντων ἁλόν- των W ; ί ζόντων ἁλόντων F; ἱξώντων ἁλόντων M; ἱζόντων D; ἁλόντων Κ; πεσόντων H: cf. 8, 10, 1 extr. || 14 καὶ τὸν κόσμον cum HM om. W coll. infra v. 17 et 7, 28, 2 || 21 ἀμαχὶ vulg. 22 μοιρῶν vulg.; μερῶν F 23 Ἀρυάνδου Heringa ex Herodoto, et sic 7, 34. 8, 47; Ὀρυάνδρου F, quod probat Gutschmid Philol. 9, p. 145.)

    324
    αὐτὸς διὰ τῆς ἐρήμης Ἀραβίας ὁδεύσας ἧκεν εἰς Μέμ- φιν. ἔτυχον δὲ Ἀἰγύπτιοι τὸν Ἆπιν ἀφανῆ γεγονότα κατʼ ἐκείνας τὰς ἡμέρας πενθοῦντες. Δαρεῖος προέ- γραψε τῷ ἀγαγόντι τὸν Ἆπιν δώσειν ἑκατὸν τάλαντα χρυσίου, οἱ δὲ τὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες οὐκέτι μετὰ τῶν ἀποστάντων ἐτράποντο, ἀλλὰ σφᾶς αὐτοὺς Δαρείῳ παρέδωκαν.

    Δαρεῖος ἐπὶ Σάκας ἐστράτευσεν. οἱ βασιλεῖς τῶν Σακῶν, Σακεσφάρης, Αμόργης, Θάμυρις ἐβουλεύοντο ἐν ἐρήμῳ χωοίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος δια- φθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ το ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπί- στευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπι- καλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ τιμωρίαν παρὰ Περσῶνʼ ἔφη λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, [*](1 ἐρήμης F] ἐρήμου M: cf ad 2, 1, 11 || 2 εὔτυχον F || 3 προέγραψε vulg.; προσέγραψε F 5 θαυμάσαντες F] μαθόντες M || 8 Σιράκης F; Σειράκης M || 10 Ἀμόργης Hemsterhuis. ad Lucian. (ed. Bipont 3, p. 393 coll. Ctes. fr. 3 et Theon pro- gymn. 9, 10; Ὁμάργης F; Ὁμάρτης rex laudatur a Charete Mi- tylenaeo ap. Athen. 13, 575b || 12 ἐπαγγελόμενος F || διαφθερεῖν 15 παραξιφίδα vulg.; παραξιφίδαν F || 16 αὐτοῦ F || 17 ἔφη M, ἔδει F || 23 προλάβωμεν vulg.)

    325
    ἐφʼ ἣν ἐκεῖνοι στέλλονται, ὥσπερ ἐν πάγῃ πάντας αἱρήσομεν. ἐγὼ δὲ ἱπποφορβὸς ὢν καὶ τὴν ἐπιστήμην τῆς χώρας ἁπάσης ἔχων ἡγήσομαι· σιτία δὲ καὶ ποτὰ ἑπτὰ ἡμερῶν ἐπαγώμεθα.ʼ ὁ μὲν ἡγήσατο τῆς ὁδοῦ, προάγων δὲ τῶν στρατιωτῶν ἡμέρας ἑπτὰ καὶ κατα- στήσας ἐς μέσην τὴν ἄνυδρον, ἐπιλιπόντος τοῦ ὕδατος καὶ τῶν σιτίων, τοῦ χιλιάρχου Ῥανοσβάτου τί σοι ἔδοξενʼ εἰπόντος ἐξαπατῆσαι τηλικοῦτον βασιλέα καὶ τοσοῦτο πλῆθος Περσῶν καὶ ἀγαγεῖν ἐς χώραν ἄνυ- δρον, ἐν ᾗ μήτε ὄρνεον ὁρῶμεν μήτε θηρίον καὶ οὔτε προϊέναι δυνατὸν οὔτε ἀναχωρεῖν;᾿  ὁ δὲ συγκροτήσας τὼ χεῖρε καὶ μεγάλα ἀναγελάσας ἐγωʼ ἔφη ‘νενίκηκα· βουλόμενος γὰρ σῶσαι Σάκας τοὺς ἐμοὺς πολίτας δίψει καὶ λιμῷ Πέρσας ἀπολώλεκα.᾿ ὁ μὲν χιλίαρχος τοῦ Σιράκου παραχρῆμα τὴν κεφαλὴν ἀπέκοψε, Δαρεῖος δʼ ἀναβὰς ἐπὶ λόφον ὑψηλὸν, τὸν κάνδυν καὶ τὴν τιάραν τῷ σκήπτρῳ περιθεὶς καὶ τὸ διάδημα τὸ βασιλι- κὸν περιδήσας κατέπηξεν ἐπὶ γῆς· καὶ — ἦν γὰρ ἐπιτολὴ τοῦ ἡλίου — ηὔξατο τῷ Ἀπόλλωνι, εἰ χρεὼν σωθῆναι Πέρσας, ὕδωρ ἐξ οὐρανοῦ παρασχεῖν. ὁ θεὸς ἐπήκουσε· καὶ ὄμβρος κατερράγη πολύς. τοῦτον ὑποδεξάμενοι δέρμασι καὶ ἀγγείοις οἱ Πέρσαι διεσαώθησαν ἐπὶ Βάκ- τρον ποταμὸν τῷ θεῷ χάριν ὑπὲρ σωτηρίας εἰδότες· ὅσον δὲ ἐπὶ τῇ ἀπάτῃ τοῦ ἱπποφορβοῦ πάντες [ἂν] διε- φθάρησαν. τοῦτον τὸν ἱπποφορβὸν ὕστερον καὶ Ζώπυ- ρος μιμησάμενος καὶ ἀκρωτηριάσας τὸ πρόσωπον Βα- βυλωνίους ἐξαπατήσας ἐχειρώσατο.

    [*](1 πάγει F || 4 ἐπαγώμεθα vulg ; ἐπαγόμεθα F || 9 τοσοῦτο F] τοσοῦτον vulg. || 18 ἐπιτολὴ … τοῦ ἡλίου F; ἐπιτολὴ τοῦ ἡλίου; ἐπὶ πολὺ D 24 [ἂν] inserui: cf. 4, 6, 11 extr 25 τοῦτον τὸυ M; τὸν om F.)
    326
    [*](518)

    Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν [*](e. 41, 5) πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατρά- πης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό- μην ἂν, ἐφʼ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.᾿