Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβών, μετ- [*](e.58,4) εμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὐτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν.

Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορ- μουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη.

Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ᾿  ὁπότερον ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς [*](1 [ἐπὶ] vulg.; qui portui praeerant V || 2 φιλίαν W coll. 1, 34, 1. 1, 38, 4. 6, 2, 2; φίλην F || 5 Ἀριστοκράτης Cas.; Ἀρι- στοκλῆς F || 5 Post ἀπελυτρώσατο Aristocratis strategema in F iisdem verbis perperam iteratur || 10 αὐτοῦ F || αὐλόμενος F || 12 [τὰς] K ||  13 Ἀριστομάχειοι D ; Ἀριστομάχιοι F : cf. ad 2, 2, 9 || 23 ἂν ἐμβάλλειν vulg.; ἐμβάλλειν ἂν F.)

271
ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας,

[*](e. 7, 4)

Μέμνων ἐπιτιθέμενος Λεύκωνι τῷ Βοσπόρου τυ- ραννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολε- μίων [πόλεων] καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστό- νικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο.

[*](e. 55,3)

Μέμνων, ἐρυμνὰ χωρία τῶν πολεμίων καταλα- βόντων καὶ οὐ καταβαινόντων ἐς μάχην, ἀποχωρήσας ἀπωτέρω τῶν ὀχυρῶν τόπων καὶ ἀντιταχθεὶς μετὰ τῶν ἡμίσεων στρατιωτῶν, ὡς τῶν ἄλλων στασιαζόντων πρὸς αὐτὸν, πέμψας πρὸς αὐτοὺς αὐτόμολον ἐκέλευσεφράζειν, ὅτι στασιάζοιεν καὶ μέλλοιεν ἀλλήλοις μάχεσθαι καὶ διὰ τοῦτο ἀνεχώρησαν ἀπωτέρω, ἄνωθεν ὑμᾶς φοβη- θέντες, καὶ δὴ ὡς ἀντιπαρατάσσεσθαι μέλλοντες ὡπλί- ζοντο. οἱ δὲ ἐκ τῆς πόλεως τοῖς τοῦ αὐτομόλου λόγοις [*](Cap 44. De fontibus cf. 7. p. 647—649.) [*](Cap. 44. § 2. Cf. Front. strat. 2, 5, 18.) [*](1 ἐπωτίσι Cas.; νεπωτίσι F || 4 ἐπιθέμενος vulg. || 5 πολε- μίων [πόλεων| scripsi coll H τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν; πολεμίων F, quod corr. in πόλεων Lennep. ad Phalar. p. 129b || 6 τὰ πλήθη Cas ; τῷ πλήθει F: cf. 7, 35, 2 extr. || 22 ὁπλίζοιντο vulg.)

272
ὅμοια καὶ τὰ ἔργα ὁρῶντες καταβαίνουσιν ἀπὸ τῶν ἐρυμνῶν πρὸς αὐτούς. οἱ δὲ Μεμνόνειοι τοὺς πολε- μίους ὁρῶντες ἐν τῷ ἰσοπέδῳ οὐκ ἐπʼ ἀλλήλους, ἀλλὰ μετʼ ἀλλήλων ἐπʼ αὐτοὺς ὁρμήσαντες ὑποχειρίους ἅπαν- τας ἐποιήσαντο.

[*](340)

Ἀριστώνυμον ἐν Μηθύμνῃ Χάρης πολιορκῶν πρεσ- βείαν ἔπεμψε πρὸς Μέμνονα ἀξιῶν αὐτὸν μὴ βοηθῆσαι Ἀριστωνύμῳ. [ὁ δὲ ἀπεκρίνατο βοηθήσειν] αὐτῷ κατὰ κράτος· καὶ γὰρ εἶναι πατρικὸν φίλον καὶ ξένον καὶ τῆς γε νυκτὸς τῆς ἐπιούσης μετὰ πάντων τῶν στρα- τιωτῶν ἐκεῖ γενήσεσθαι. Χάρης τῶν πρεσβευτῶν ἀγγει- λάντων ταῦτα κατεφρόνησεν ὡς ἀδύνατον πολὺ καὶ βαρὺ στρατόπεδον [τῆς] ἐπιούσης νυκτὸς ἐνταυθοῖ γενέσθαι. ὁ δὲ Μέμνων ὁδεύσας πέντε στάδία. ἑσπέ- ρας ἐς πλοῖα χιλίους διακοσίους στρατιώτας ἐμβιβάσας σύνθημα ἔδωκεν, ὅταν ἀποβάντες ἐς τὴν ἀκρόπολιν παρέλθωσιν, ἆραι πυρσὸν καὶ τοῖς πολεμίοις ἐπιθέσθαι- τούτων πραχθέντων ἡ μὲν ἐπίθεσις ἐν τῷ σκότῳ παρά- δοξος ἐφάνη, ὁ δὲ πυρσὸς ἀρθεὶς ἐς φυγὴν ἐτρέψατο τὸν Χάρητα ὡς τοῦ Μέμνονος μετὰ πάσης [τῆς] δυνά- μεως τὴν ἀκρόπολιν κατειληφότος.

[*](Cap 44. § 3. De tempore cf. Schaefer, Demosth. I1, p. 435, not. 1 et Droysen I, 1, p. 238.)[*](6 Ἀριστώνυμον] Ἀριστόνικον Boehnecke, Forsch. auf d. Ge- biete d. att Reda. p 650, not cf. Arrian., anab. 3, 2, 4 Ἀρι- στόνικον Μεθυμναῖον τὸν τύραννον || Μιθύμνῃ F || ἐπολιόρκει K ex V || 7 βοηθῆσαι p; φοβηθῆσαι F; πρὸς αὐτὸν Μέμνονα ἀξιῶν μὴ βοηθῆσαι Ἀριστωνύμῳ αὐτὸν K || 8 [ὁ δὲ ἀπεκρίνατο βοη- θήσεν] add. p; om. F || 12 ἀδύνατον [ὂν| K: cf. 5, 2, 11 || 13 [τῆς] K coll 1, 46. 7, 12. supra v. 10 || 17 ἆραι vulg.; ἀνῆραι F contra usum Polyaeni || ἐπιθέσθαι Roth; ἐπιτίθεσθαι F || 20 [τῆς] Hertlein.)
273
[*](e. 31, 13)

Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων, Μα- [*](336) γνησίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρε κύκλῳ τοῦ στρατοπέδου· Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον ὁ Μέμνων ἐξήγαγεν αὐτοὺς διεσκευα- σμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολε- μίων ἐκβοηθησάντων, ὁ Μέμνων [τὸ] ἀνακλητικὸν σημήνας ἀνεχώρησεν εἴσω τείχους, καὶ οἱ πολέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν, τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησε, καὶ οἱ πολέμιοι ἀνεχώρουν. καὶ τοῦτο πολλάκις τῆς ἡμέρας. τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιΐαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη· τῶν δὲ οὐ φθασάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἄρτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων, συνιδὼν διεσπασμένην αὐτῶν τὴν φάλαγγα, συντεταγμένος αὐτὸς ἐπιθέμενος πολλοὺς αὐτῶν διαφθείρας, πολλοὺς δὲ ζωγρήσας τοὺς λοιποὺς καταφυγεῖν ἐς Μαγνησίαν ἠνάγκασεν.

[*](e. 28, 3)

Μέμνων Κυζικηνοῖς ἐπιὼν τῇ κεφαλῇ καυσίαν [*](334) ἐπέθετο Μακεδονικὴν, αὐτός τε καὶ οἱ ἀμφʼ αὐτὸν ἡγεμόνες. Κυζικηνοὶ προσιόντας ἀπὸ τῶν τειχῶν ὁρῶν- τες, νομίσαντες, ὅτι Κάλας ὁ Μακεδὼν φίλος ὢν καὶ [*](Cap. 44. § 4. Cf. Droysen I, 1, p. 96 et not. 2; I, 1, p. 114, not. 2.) [*](Cap. 44. § 5. Cf. Diod. 17, 7. — Droysen I, 1, p. 183 sq. 7 [τὸ] Hercher, Hermes 9, p. 112: cf. 6, 2, 2 || 12 ᾤετο H; ὥστε F; ἐπύθετο K || 15 ἄρτι F] ἔτι H || 16 ὄντων H; om. F διεσκεδασμένην H || 17 φαλάγγαν F || αὐτὸς ἐπιθέμενος H; om. F || 18 [μὲν| αὐτῶν Hercher, Hermes 9, p. 112 || 22 οἱ Κυζικηνοὶ vulg. 23 || Κάλας Droysen I, 1, p. 183, not. 2 coll. Diod. 17, Χάλκας H; Χάλκος F.)

274
σύμμαχος ἥκοι βοηθήσων , προσεδέχοντο τὰς πύλας ἀνοίγοντες. ἐπεὶ δὲ πλησίον γενόμενον ἐγνώρισαν, οἱ μὲν ἀπέκλεισαν τὰς πύλας, Μέμνων δὲ τὴν χώραν λεηλατήσας ἀπηλλάττετο.

[*](354)

Φιλόμηλος Φωκεῦσι πολεμουμένοις ὑπὸ Θηβαίων καὶ Θετταλῶν ὑποσχόμενος κατορθώσειν τὸν πόλεμον, ἡγεμὼν ἀποδειχθεὶς, τὴν τοῦ πολέμου πρόφασιν ξενο- λογήσας ** κρατῶν τοῖς ἱεροῖς χρήμασιν ἀνέδην ἀποχρώ- μενος τὴν ἡγεμονίαν μετέβαλεν ἐς τὴν τυραννίδα.

[*](367—343)

Δημοκλῆς πρεσβεύσας κατηγορούμενος ὑπὸ τῶν [ἄλλων] πρεσβευτῶν, ὅτι μεγάλας τοῦ Διονυσίου πράξεις ἔβλαψεν, ὀργισθέντος τοῦ τυράννου ἐμοὶ πρὸς τού- τους᾿, ἔφη, γέγονε διαφορὰ, ὅτι μετὰ τὸ δεῖπνον οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένους᾿· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο τῶν ἐγκλημάτων.

[*](Cap. 45. Cf. Schaefer, Demostn. I1, p. 453, not. 1.)[*](Cap. 46. E Timaeo coll. Athen, 6, 13, p. 250 A. — J. p. 517 sq.)[*](2 γενόμενον F] γενομένων vulg. || 5 Φιλόμηλος Bongarisus ad Iust. 8, 1; Φιλόμηδος F || 8 ἡγεμὼν vulg.; ἥττων F || πρό- φασιν] cf. 1, 23, 2. 2, 30, 3. 6, 1, 6 || ξενολογήσας * * κρατῶν W coll. 3, 10, 9. 4, 6, 14. 7, 3 (in lacuna suppl. τοῦ μαντείου coll. Diod. 16, 27, 1); ξενοκρατῶν F; ἐξενολόγει· κρατῶν δὲ vulg., quod probat Schaefer l. l. || 10 ἡγεμονείαν F || τὴν del. K || 13 [ἄλλων] ex Timaeo ap. Athen. l. l.; [συμ]πρεσβευτῶν Cas. K || 14 τούτους F] τούτοις M vulg. || 17 εἶδον F || συνῇσε vel συνῇδε K ex V simul cecinit; πάντας ἐφεξῆς ᾄδειν Timaeus; συνῆψε F.)
275

Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων [*](608 sec. Euseb. ) περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέ- λευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπι- βάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφό- νευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.

[*](e. 11)

Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχίνου τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τῇ σφενδόνῃ [δια- κινδυνεύοντος].

[*](Cap. 48. Cf. Ephorus ap. Strab. 8 p. 547; Paus. 5, 4, 2.)[*](3 πρῶτον V primum; πρώτους F || 4 εὐπόροις m; ἐμπόροις vulg. || συνέκρουεν vulg. || 6 καὶ del. K || 7 ἐξόπλησιν F || 11 ὡς ὑπὸ τὰ δένδρα σκιᾶς δεόμενος F, transposuit vulg. || 16 συνεφήψαντο RK; συνεψηφίσαντο F || 19—23 addita sunt ex H || 21 Αἰσχίνου] Δεγμένου secundum Ephorum et Paus. || 22 [δια- κινδυνεύοντος] vel tale quid supplendum ant τὴν σφενδόνην le- gendum censet W.)
277

Καὶ τόδε ὑμῖν ἕκτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων, εὐχόμενος καὶ ὑμῶν νικώντων ἐν τοῖς πολέμοις πολλὰ καὶ καλὰ τῆς ὑμετέρας ἀρετῆς ἀναγράψαι στρατηγή- ματα. ὅσῳ γὰρ δυνάμει καὶ τύχῃ μείζονες τῶν πάλαι στρατηγῶν, καὶ δὴ τόσῳ πλεονεκτεῖτε πάντας ἐμπειρίᾳ καὶ τέχνῃ, μεθʼ ἧς ἤδη πολλοὺς πολέμους κατείργασθε πολλῶν βαρβάρων, βουλευσάμενοι καλῶς μετὰ τοῦ πατρός, Μαυρουσίων ἁλόντων, Βρεττανῶν ἁλισκο- μένων, Γετῶν πεπτωκότων. ἄγε δὴ κατὰ Περσῶν καὶ Παρθυαίων ἐξιόντες αὐτοὶ μετὰ τῶν θεῶν δείξατε τὴν ὑμετέραν τέχνην, ὡς καὶ βουλευόμενοι περὶ πολέμων καὶ πολεμοῦντες αὐτοὶ τῶν ἐπανισταμένων [περιγίγνε- σθαι] δύνασθε. ἐγὼ δὲ καὶ ταῦτα μὲν ὡς ἀξιομνη- μόνευτα ὄντα ἐν τῷ δέοντι καιρῷ διὰ μακροτέρων συγγράψαι προθυμήσομαι, νυνὶ δὲ ὅσα θεραπείαν ὑμετέραν οὐκ ἔχει, ἀλλὰ τῶν πάλαι γεγονότων ἀλή- θειαν, προσθήσω καὶ ταῦτα τοῖς προλελεγμένοις.

[*](4 πολέμοις MV; πολεμίοις F || 6 μείζονες ἔστε vulg. || 8 πο- λέμους V ; πολεμίους F || κατειργασασθαι M || 10 Βριττανῶν F || 13 τέχνην Cas.; τύχην F || 14 [περιγίγνεσθαι] Cas. ut praef. libri I; [κρατεῖν] K.)
278
[*](378—370)

Ἰάσων βουλόμενος ἐπιθέσθαι πόλει Θετταλικῇ [*](e. 54,19) μηδενὸς τὴν ἐπίθεσιν προειδότος παρήγγειλεν ἐπὶ ἀριθμὸν καὶ μισθοδοσίαν ἐξοπλίσασθαι. οἱ μὲν δὴ πάντες ἐξωπλίσαντο καὶ τῶν σωμάτων εὖ καὶ τῶν ὅπλων ἔχοντες. ἄγγελοι δὲ καθειμένοι θέοντες ἧκον ἀγγέλλοντες πολεμίους ἐμβεβληκέναι τῇ χώρᾳ τοσοῦ- τον ἀπέχοντας, ὅσον ἀπεῖχεν ἡ πόλις, ᾗ προσπολεμεῖν ἐσπουδάκει. οἱ δὲ στρατιῶται πρὸς μάχην εὐτρεπεῖς ὄντες ἠξίωσαν αὐτοὶ μὴ μέλλειν, ἀλλὰ τὴν ταχίστην ἄγειν. ὁ δὲ Ἰάσων ἐπὶ τὴν πόλιν προσβαλῶν ἀδο- κήτως ἐκράτησε μηδενὸς προγνόντος μήτε τῶν νικών- των μήτε τῶν νικωμένων.

Ἰάσων Θετταλὸς ἀπαιτούμενος ὑπὸ τῶν μισθο- φόρων ἀργύριον, οὐκ ἔχων εἰσέδραμε πρὸς τὴν μη- τέρα ὡς διωκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἀφʼ ὧν δύο καὶ τρεῖς αὐτῷ συνεισέπεσον ὡς διώκοντες. ἡ μήτηρ — πολυχρήματος γὰρ ἦν — τοὺς μισθοὺς ὑπὲρ αὐτοῦ διέλυσεν.

Ἰάσων πόλεμον νικήσας ἔφη πρὸς τὴν μητέρα, τοὺς Διοσκούρους φανερωτάτους αὑτῷ γενέσθαι συμ- μάχους καὶ διὰ τοῦτο εὔξασθαι νικήσας ξενίσαι τοὺς [*](Cap. 1. Cf. J. p. 589 sq.) [*](3 μηδενὸς τὴν ἐπίθεσιν προειδότος vulg.; μηδὲν εἰς τὴν ἐπίθεσιν προειδότας F || παρήγγειλεν [στρατιώτας] Roth || 6 καθή- μενοι F, corr Cas. || 7 ἀγγέλοντες F || ἐμβεβηκέναι vulg. || 10 αὐτὸν R || 11 Ἰάσων vulg.; Ἀγάθων F || 12 προγνόντος F || προσ- ιόντος vulg.; εἰδότος H || 14 ὑπὸ ; απὸ F || 17 συνεισέπεσον Cas. K ex V simul irruebant;  συνέπεσον F; cf. ad 2, 35. 3, 9, 45 et Valckenaer ad Herod 9, 102 || 20 πόλεμον MV; πολέμῳ F vulg.: cf. praef. libri I. 1, 20, 1. 2, 1, 2. 3, 9, 26. 4, 14.)

279
θεούς· κεκληκέναι δὲ ἐπὶ τὴν εὐωχίαν τοὺς ἡγεμόνας τοῦ στρατεύματος καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἐν τέλει πάντας. ἡ δὲ πιστεύσασα ὅσον εἶχε κό- σμον ἐκπωμάτων, κρατήρων, τραπεζῶν, ἀργύρου, χρυ- σοῦ, πάντα ἔπεμψεν· ὁ δὲ πολλῶν χρημάτων κύριος γενόμενος τὸν μισθὸν ἀπέδωκε τοῖς μισθοφόροις.

Ἰάσων πόλιν πλουτοῦσαν ἑλὼν, πολλὰ καὶ λαμπρὰ λάφυρα κομίζων ἔπεμψε πρὸς τὴν μητέρα κελεύων πέμψαι θεραπαίνας, ὅσαι ποικίλης καὶ πολυτελοῦς ἐσθῆτος ἐμπειρίαν καὶ τέχνην εἶχον, ὅπως ἐπιλέξαιτο πάντα τὰ κάλλιστα. ἡ δὲ πάσας, ὅσας εἶχε θεραπαίνας, ἔπεμψεν ἐπὶ τὴν ἐκλογὴν τῶν ἐσθήτων. Ἰάσων συγ- κλείσας αὐτὰς λύτρα ὑπὲρ αὐτῶν ᾔτησε τὴν μητέρα.

Ἰάσων πρὸς τὴν μητέρα ἐν τοῖς ἱστῶσι τῆς τα- λασιουργίας τῶν θεραπαινῶν ἐπιμελομένην εἰσελθὼν μετὰ ἑνὸς τῶν ἀδελφῶν ὡς συμβούλῳ χρησόμενος τῶν ἀναγκαίων τῆς ἀρχῆς μεταστῆναι ταύτας ἐκέ- λευσεν. δορυφόροις μὲν δὴ συντεταγμένον ἦν ἀπά- γειν ἁπάσας. αὐτὸς δὲ μετὰ μακρὰν ὁμιλίαν ἐξιὼν μειδιῶν τῇ μητρὶ προσέταξεν ὑπὲρ τῶν θεραπαινῶν ἀργύριον αὐτῷ πέμψαι.

Ἰάσων ἀδελφὸν εἶχε Μηριόνην ἄγαν πλουτοῦντα, φιλάργυρον, μηδὲν αὐτῷ διδόντα· καὶ δή ποτε παι- δίου γεννηθέντος αὐτῷ μέλλων ὄνομα τίθεσθαι τοὺς [*](1 εὐωχίαν Hertlein ex V ad convivium; εὐχὴν F || 4 ἀργυρίου M ; ἄργυρον m: cf. 6, 21. 8, 40 || 10 ἐπιλέξαιτο πάντα scripsi; ἐπιλέξαιτο πάντας F; ἐπιλέξαιτο αὑτῇ Hertlein, Iahnii annal. 1867, p. 607; ἐπιλέξαιντο αὐτῇ vulg. || 15 ἐπιμελομένην W ; ἐπι- μένειν F; ἐπιμένουσαν vel εἰωθυῖαν ἐπιμένειν Cas. || 16 συμβόλῳ F, corr. vulg. || χρησάμενος F || 17 περὶ τῶν ἀναγκαίων vulg. || ταῦτα F || 18 συντεταγμένον Cas.; συντεταγμένος F || 20 ὑπὲρ Patakis coll. 6, 1, 2 et 4; περὶ F.)

280
ἀρίστους Θετταλῶν καλέσας παρεκάλεσε τὸν ἀδελφὸν προστῆναι τῆς ὑποδοχῆς. ὁ μὲν δὴ περὶ ταῦτα εἶχεν, Ἰάσων δὲ κατὰ πρόφασιν θήρας ἐξελθὼν ἐς Παγασὰς, ἔνθα Μηριόνης κατῴκει, περιστήσας τοὺς αἰχμοφόρους, βιασάμενος τοὺς οἰκονόμους, εἴκοσι ἀργυρίου τάλαντα λαβὼν, μετὰ σπουδῆς ἐπὶ τὸ δεῖπνον ἀνῆλθε καὶ τῷ ἀδελφῷ σπονδῶν κατάρχειν ἐπέτρεψε καὶ κύριον αὐτὸν εἶναι τῆς θέσεως τοῦ ὀνόματος τῷ παιδίῳ. Μηριόνης, ἤγγειλεν αὐτῷ πεπορθῆσθαι τὴν οἰκίαν, δεξάμενος τὸ χαρίεν ὄνομα ἔθετο τῷ παιδίῳ Πορθάονα.

Ἰάσων τὸν ἀδελφὸν Πολύδωρον ἤγαγεν ἐπὶ πόλιν ἁλίσκεσθαι μέλλουσαν λαφυροπώλην γενησόμενον. ἐπεὶ δὲ ἦν ὥρα λουτροῦ, παρεκάλεσε τὸν ἀδελφὸν σφοδρῶς αὐτοῦ τὸ σῶμα τρῖψαι καὶ διαγυμνάσαι. ὁ μὲν ἐπει- ρᾶτο τρίβειν εὐτόνως, Ἰάσων δὲ ὡς ἐνοχλούμενος ὑπὸ τοῦ δακτυλίου παρεκάλεσεν αὐτὸν παρὰ τὴν τρῖψιν ἀποθέσθαι. Πολύδωρος δὲ ἐξελὼν τῆς χειρὸς ἐπέδωκεν ἀνδρὶ πιστῷ τῶν παρόντων. τούτῳ δὲ ἦν ἄρα προ- συγκείμενον δραμεῖν πρὸς τὴν γυναῖκα Πολυδώρου καὶ δόντα τὸν δακτύλιον ἀντὶ [τούτου] δέκα τάλαντα χρυσίου παρʼ αὐτῆς λαβεῖν. ἡ δὲ τῷ δακτυλίῳ τοῦ ἀνδρὸς πιστεύσασα παραχρῆμα ἔδωκε τὸ χρυσίον· ὡς δὲ ἐπανῆλθεν ὁ τὸν δακτύλιον παρὰ Πολυδώρου λαβὼν, τότε Ἰάσων τριβόμενος ἐπαύσατο.

[*](6 ἀνῆλθε vel ἐπανῆλθε ut 6, 1, 7 Patakis; rediit V; ἦλθε F || 8 Μηριόνης ἀγγελίαν τοῦ πεπ. vulg.; lacunam statuit W, qui suppl. [ὡς] vel [Ἰάσων γὰρ] 9 οἰκίαν F] οἰκείαν vulg. 10 χαρίεν C; χάρισμα W ; χαρκι … F (relquis litteris a vermibus exesis ita tamen, ut videatur fuisse εν vel αν) || Πορθάονα vulg.; πο.θα.να F (duabus litteris corrosis) || 17 ἐπέδωκεν F] ἐνέδωκεν M; ἀπέδωκεν vulg.; ἀνέδωκεν W || 18 προσυγκείμενον M ; προσεγκείμενον F vulg. || 20 δόντα τὸν Cas.; τὸν δόντα F ; ἐνδόντα vel ἐπιδόντα RW coll. v. 17 || ἀντὶ [τούτου] Patakis; αἰτεῖν Cas. RK ; ἀντὶ et λαβεῖν coniungenda putat Roth || 21 τοῦ δακτυλίου F, corr. vulg.)
281
[*](e. 21, 2)

Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους [*](361) πρὸς ἁπάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐ θαρρῶν διέπεμψεν ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώτας, ὅπως, εἴ τινες τῶν νεῶν ἐκλίποιεν τὴν φυλακὴν, πρὸς τῷ πρότερον αἰρομένῳ πυρσῷ δεύτερον ἀνάσχοιεν τοῖς ἐν Μαγνησίᾳ, κἀκεῖνοι τοῖς ἐν Πα- γασαῖς. Λεωσθένης μὲν τρεῖς τριήρεις διέπεμψε, τὴν μὲν ἐπὶ Σάμου, τὴν δὲ ἐπὶ Θάσου, τὴν δὲ ἐπὶ Ἑλλησ- πόντου· οἱ δὲ πολιορκούμενοι τοὺς πυρσοὺς ἀνέσχον. Ἀλέξανδρος ἐπιπλεύσας ἄφνω καὶ προσπεσών ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.

Ἀλέξανδρος μετὰ τὴν ἐν Πεπαρήθῳ ναυμαχίαν [*](361) ἐλπίσας λήψεσθαι τοὺς Ἀθηναίους ἀφυλάκτους ὡς μετὰ νίκην ἀμελῶς ἔχοντας συνέταξε τοῖς ἐπὶ τῶν νεῶν διὰ τάχους προσπλεῦσαι τῷ Δείγματι τοῦ Πειραιέως καὶ ἀπὸ τῶν τραπεζῶν ἁρπάσαι τὰ χρήματα. τῶν δὲ προσπλεόντων οἱ Ἀθηναῖοι φιλίας τὰς ναῦς εἶναι νομίσαντες ἀπεσκόπουν. οἱ δὲ ἀποβάντες τὸ πολε- μικὸν ἐσήμηναν καὶ σπασάμενοι τὰς μαχαίρας ὥρμων ἐπὶ τὰς τραπέζας. οἱ μὲν Ἀθηναῖοι σπουδῇ ἔθεον ἐς τὸ ἄστυ τοῖς στρατηγοῖς ἀγγελοῦντες τὴν κατά- ληψιν τοῦ Πειραιέως, οἱ δὲ τὰ χρήματα ἁρπάσαντες ἀπέπλευσαν.

[*](Cap 2, §§ 1 et 2. Cf. Diod. 15, 95. — Schaefer, Demosth. I1, p. 116 sq.; 7. p. 590.)[*](1 Φεραῖος F] ὁ Φεραῖος vulg.; om M || 4 ἀκατίου F] Ἀκά- τιον vulg. || 14 ἀφυλάκτους ὡς Patakis; ἀφυλάκτως F || 15 καὶ ἀμελῶς vulg. || 16 Πειρέως F; τῷ Πειραιεῖ coni. K.)
282

Ἀθηνοκλῆς πολιορκούμενος πρὸς τοὺς κριοὺς καὶ [*](e. 56, 6) τὰ τρύπανα δοκοὺς μολίβδου ποιήσας πλαγίας παρέ- τεινεν ἐπὶ τὰς ἐπάλξεις, αἷς ἐμπιπτούσαις τῶν πολεμίων τὰ μηχανήματα συνετρίβετο. οἱ δὲ ἐτεχνάσαντο ἄλλο μηχάνημα προσάγειν, ὅπερ τὸ ἄκρον τῆς δοκοῦ πλῆξαν τὴν δοκὸν ἀπὸ τῶν ἐπάλξεων πίπτειν ὀρθὴν ἐβιάζετο μηδένα βλάπτουσαν τῶν ἐπὶ γῆς ἑστηκότων. πάλιν οἱ μὲν πολέμιοι χελώνας προσάγοντες τὰ τείχη συνέ- σειον, οἱ δὲ ἀπὸ τῶν τειχῶν μόλιβδον τηκτὸν ἐν χαλ- κείοις προωθοῦντες κατέχεον, ὑφʼ οὐ συνέβαινε τὴν χελώνην διαλύεσθαι. οἱ δὲ πολέμιοι κατὰ τῆς χελώνης ἐκ πύργων προσαγομένων ὄξος ἐπέχεον καὶ κατεσβέν- νυον τόν τε μόλιβδον καὶ ὅσα ἄλλα ἀπὸ τῶν τειχῶν καίοντα ἠφίετο. σβεστήριον γὰρ πυρὸς μάλιστα ὄξος εἶναι δοκεῖ· ἄριστον δὲ κώλυμα πυρὸς ἐπαλειφόμενον ὄξος — ἥκιστα γὰρ τούτου πῦρ ἅπτεται — καὶ σπόγγος ὕδατος πλήρης προσαρτώμενος. ἔνιοι δὲ πρὸς τὸν καταχεόμενον μόλιβδον πίλους τοῖς μηχανήμασιν ἐπι- θέντες χοῦν καὶ πηλὸν τετριχωμένον προσῆγον.

[*](253—183)

Φιλοποίμην οὐκ ἐνόμιζε προσήκειν ἀγαθῷ στρα- τηγῷ τῆς φάλαγγος ἡγεῖσθαι· ἀλλὰ τοτὲ μὲν [ἐν] πρώ- τοις, τοτὲ δὲ ἐν ἐσχάτοις, πολλάκις δὲ καὶ κατὰ μέσους [*](Cap. 3. Cf. Aeneas Tect. 33 sq.) [*](4 ἐμπιπτούσαις scripsi; ἐμπιπτόντων F; ἐμπίπτοντα Cas. || 8 βλάπτουσα F, corr. vulg. || 12 διακαίεσθαι R || κατὰ K Hert- lein; μετὰ F || 18 προσαρτώμενος M ; προσαρτυώμενος F: cf. περιαρτᾶν H || 19 πίλους RK; πλείους F || 23 [ἐν]  Cas.)

283
παριππεύων καὶ πάντας ἐφορῶν ἀεὶ τὸ ἁμαρτανόμενον ἐπηνωρθοῦτο.

[*](e. 12, 8)

Φιλοποίμην ὑπὸ Λακεδαιμονίων ἐδιώκετο· καὶ ὅσον οὔπω καταλαμβανόμενος, τὸν Εὐρώταν διαβὰς προσέ- ταξε τοῖς ἱππεῦσιν ἀποχαλινῶσαι τοὺς ἵππους καὶ ἀπὸ τοῦ ποταμοῦ ποτίζειν, τοὺ παρακειμένου τόπου δασέος ὄντος καὶ πολλὴν ὕλην ἔχοντος. οἱ δὲ Λακεδαιμόνιοι πολὺ τὸ θράσος ἰδόντες τῶν ἀποχαλινωσάντων τοὺς ἵππους καὶ (τῶν) ποτιζόντων ὑπώπτευσαν ἐν τῇ ὕλῃ συμμάχους τοῦ Φιλοποίμενος πολλοὺς ἀποκεκρύφθαι καὶ μὴ τολμήσαντες διαβῆναι τὸν ποταμὸν ἀνέστρεψαν.

Φιλοποίμην ἐδίδαξε τοὺς Ἀχαιοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα καὶ σάρισαν λαβεῖν, κράνεσι δὲ καὶ θώραξι καὶ προκνημῖσι φράξασθαι, μόνιμον δὲ καὶ βεβηκυῖαν μάχην ἀσκεῖν ἀντὶ δρομικῆς καὶ πελταστικῆς, τρυφὰς δὲ καὶ πολυτελείας ἐσθήτων καὶ δείπνων ἀφε- λεῖν, μόνοις δὲ τοῖς ἀναγκαίοις [καὶ τοῖς] ἐν στρατείᾳ χρησίμοις ἀρκεῖσθαι. ταῦτα διδάξας Φιλοποίμην ἐν ταῖς πλείσταις μάχαις εὐδοκιμοῦντας εἶχε τοὺς στρατιώτας.

Ἄρατος ἐκράτησεν Ἀκροκορίνθου φρουρὰν ἔχον- [*](243) τος, ἣν ἐγκατέστησεν Ἀντίγονος φύλακα τάξας ἐπʼ αὐτοῦ [*](Cap. 4. § 3. Cf Plut. Philopoem. 9.) [*](Cap 5. Cf. Plut. Arat. 18 sqq. — Droysen III, 1, p. 412, not. 1; J. p. 649.) [*](2 ἐπηνωρθοῦντο F] ἐπανωρθοῦτο vulg. || 4 Εὐρότα F || 5 ἀποχαλινῶσαι Roth; ἀποχαλινοῦσι F; ἀποχαλινοῦν Cas.; cf. H ἀποχαλινωσάντας τοὺς ἵππους ποτίζειν || 7 δὲ F] οὖν H; om. vulg. || 9 (τῶν) del. Hertlein || 11 ἀνεχώρησαν H || 14 περικνημῖσι Plutarch. || 17 [καὶ τοῖς] Hertlein Iahnii annal. 1867, p 607 || 21 φρουρὰν M marg. pr m; φρουρὰς F || 22 ἣν F] ἃς vulg. || φύ- λακα F] φύλακας vulg. || αὐτοῦ F] αὐτούς vulg.; αὐτοῖς R.)

284
Περσαῖον τὸν φιλόσοφον καὶ Ἀρχέλαον τὸν στρατηγόν. ἦν δὲ ἄρα τὸ στρατήγημα τοιόνδε. ἦσαν ἐν Κορίνθῳ τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ἦν Διοκλῆς τῶν φρουρούντων Ἀκροκόρινθον. οἱ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον ἧκον ἐς Σικυῶνα πρὸς Αἰσίαν τραπε- ζίτην, καὶ Ἄρατος διὰ τὴν τοῦ νομίσματος ἐργασίαν ἐχρῆτο· παρασχόντες τούτῳ τὸ χρυσίον κατήλλασσον. εἷς αὐτῶν Ἐργῖνος, πλεονάκις φοιτῶν καὶ τῷ τραπε- ζίτῃ κοινωνήσας ἑστίας καὶ σπονδῶν, λόγου παραπε- σόντος περὶ τῆς φρουρᾶς τοῦ Ἀκροκορίνθου, ὡμολόγησε παρὰ τὸ κρημνῶδες ἐντομὴν ἑωρακέναι πλαγίαν, ᾗ χθαμαλὸν καὶ εὐεπίβατον εἶναι τὸ τεῖχος. ὁ τραπεζίτης ἀνήγγειλεν Ἀράτῳ. ὁ δὲ πολλῇ σπουδῇ τὸν Ἐργῖνον φιλοποιησάμενος, συντίθεται τάλαντα ἑξήκοντα δώσειν, εἰ διʼ αὐτοῦ κρατήσειεν Ἀκροκορίνθου. Ἐργῖνος ὑπι- σχνεῖται μετὰ τῶν ἀδελφῶν τοῦτο πράξειν. ἦν μὲν δὴ πάντα πρὸς τὴν ἐπίθεσιν εὐτρεπῆ. Ἄρατος δὲ κελεύει τὴν ἄλλην δύναμιν ἐν τοῖς ὅπλοις ἐγρηγορέναι, αὐτὸς δὲ τετρακοσίους λογάδας ἀναλαβὼν υύκτωρ ἧκε πρὸς τὸ τεῖχος καὶ κλίμακας τῷ χθαμαλῷ προσβαλὼν ὑπερέβη. τῶν δὲ ἔνδον αἰσθομένων ἐγένετο νυκτομαχία καρ- τερὰ τῆς σελήνης τοτὲ μὲν φῶς παρεχούσης τοῖς μα- χομένοις, τοτὲ δὲ ὑπὸ τὰ νέφη δυομένης, καὶ τοῦ σκότους ποιοῦντος τὴν μάχην φοβερωτέραν. τέλος οἱ [*](5 Αἰγίαν Plut. || τραπεζείτην F || 7 παρασχόντες Rud. Schoell; παράσχῃ F; [καὶ] παρὰ K; παρά γοῦν Cas. ; παρεῖχον τούτῳ . . . . καταλλάσσειν C ex coni. κατήλλασσον F] κατέλυσεν D; κατήν- τησεν m || 10 τοῦ K; τῆς F: cf. 4, 6, 1 || 11 πρὸς Plut || παγίαν F || ᾗ Maasv.; ἢ F; καὶ vulg. || 12 ἐπίβατον vulg. || εἶναι F; ἐστι K || 14 ξ΄ i. e. ἑξήκοντα Plut. ; ζ΄ ι. e. ἑπτά F || 16 πράξειν Hert- lein coll. Plut. συντίθεται . . . συμπράξειν; πρᾶξαι F || 20 τῷ]  τόπῳ Patakis || 21 καρτερὰ F] κρατερὰ D vulg.)
285
περὶ τὸν Ἄρατον ἐκράτησαν καὶ ἀνατέλλοντος ἡλίου τὰς πύλας ἀνοίξαντες τὴν λοιπὴν δύναμιν εἰσεδέξαντο. Ἄρατος δὲ Ἀρχέλαον μὲν ἁλόντα ἀφῆκε, Θεόφραστον δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάσσεσθαι· Περσαῖος δὲ ὁ φιλόσοφος τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διαφυγὼν ἐκεῖθεν πρὸς Ἀντίγονον ᾤχετο.

Πύρρος ἡττηθεὶς ὑπὸ Ῥωμαίων, τοὺς ἐλέφαντας [*](274) ἀπολέσας, πρὸς Ἀντίγονον πρεσβευσάμενος περὶ συμ- μαχίας, ἀποτυχὼν προσέταξε τοῖς πρεσβευταῖς τἀναντία πρὸς ἅπαντας ἀγγέλλειν, ὡς Ἀντίγονος μεγάλῃ δυνάμει βοηθήσειν ὑπέσχηται· ὥστε οἱ Ταραντῖνοι καὶ ὅσοι Σικελῶν καὶ Ἰταλῶν σύμμαχοι, τὸν Πύρρον κατα- λιπεῖν βουλόμενοι, συνέμειναν ἐλπίδι τῆς Ἀντιγόνου συμμαχίας.

[*](e. 3,14)

Πύρρος ἐς τὴν Πελοπόννησον ἐμβαλὼν, Σπαρ- [*](272) τιατῶν πρεσβευτῶν ἀπαντώντων περὶ Ἀρκαδίαν, φιλ- ανθρώπως αὐτοὺς ὑπεδέξατο καὶ τοὺς ἰδίους υίοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρτιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγελλον, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκα- λούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα [*](Cap 6. De fontibus cf. R. v. Scala, Der pyrrhische Krieg, Leipzig 1884, p. 46 sq.; J. p. 650 sq.) [*](Cap. 6. § 1. Cf. Iust. 25, 3, 1 et Paus. 1, 13, 1.) [*](Cap. 6. § 2. Cf Plut. Pyrrh. 26, 10.) [*](1 τοῦ ἡλίου M || 11 ἀγγελειν F || 12 ὑπέσχηται F] ὑπέσχετο vulg. || 16 ἐμβαλὼν F] ἐσβαλὼν vulg. || 17 πρεσβευτῶν ἀπαν- τώντων Caς. ; πρεσβευόντων ἀπάντων F; πρεσβευόντων H || 19 τοῖς om. vulg. || 21 ἤγγειλαν H || προσέβαλλεν FH] προσέ- βαλεν vulg.)

286
πράττει, γελάσας ἔφη, οὐδὲ γὰρ ὑμεῖς εἰώθατε προ- λέγειν μέλλοντες πολεμεῖν· μὴ τοίνυν ἀγανακτεῖτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λακωνικῷ στρατηγήματι.᾿ Πύρρος συνεβούλευε πρὸ τοῦ πολέμου πείθειν τοὺς πολεμίους φόβῳ, πλεονεξίᾳ, ἡδονῇ, οἴκτῳ, δικαίῳ, νομίμῳ, συμφέροντι, δυνατῷ.

[*](279)

Ἀπολλόδωρος ὁ Κασσανδρεὺς δίκην φεύγων ὡς ἐπιτιθέμενος τυραννίδι, προελθὼν ἐν μελαίνῃ ἐσθῆτι. τὴν γυναῖκα καὶ τὰς θυγατέρας ἐν ὁμοίῳ σχήματι προαγαγὼν, ἱκετηρίας προτείνων αὐτὸν ἐς πᾶσαν τι- μωρίαν ἐξέδωκε τοῖς δικασταῖς, οἳ παθόντες ἄφεσιν αὐτῷ τοῦ ἐγκλήματος ἐψηφίσαντο. ἀφεθεὶς Ἀπολλό- δωρος οὐκ ἐς μακρὰν τὴν τυραννίδα κατέσχε καὶ μά- λιστα δὴ τοὺς ἀφέντας δικαστὰς ὠμῶς ἐκόλασε τὴν σωτηρίαν ἀναφέρων εἰς τὴν ἑαυτοῦ στρατηγίαν, οὐκ εἰς τὴν ἐκείνων φιλανθρωπίαν.

[*](279)

Ἀπολλόδωρος πολιτευόμενος παρὰ Κασσανδρεῦσι πάντα ἔλεγε καὶ ἔπραττεν, ἀφʼ ὧν ἔδοξεν εἶναι μισο- τύραννος. καὶ γὰρ κατὰ Λαχάρους τοῦ τυράννου ψή- φισμα ἔγραψεν, ἀγώγιμον ἐκ τῆς χωώρας εἶναι τῆς Κασσανδρέων, καὶ Ἀντίοχον τὸν βασιλέα φίλον ποι- εῖσθαι καὶ σύμμαχον, αὐτῷ τὴν πολιτείαν ἐπιτρέποντας· [*](Cap. 6. § 3. Cf Front. strat. 2, 6, 10.) [*](Cap. 7. Cf. Diod. fr. 22, 5 et 6. — Droysen II, 2, p. 344 et III, 1, p. 199, not. 2.) [*](1 πράττοι H || 2 ἃ μέλλετε ποιεῖν πρὸς τοὺς πολεμίους H || 4 συνεβούλευε K; συνεβούλευσε F || 8 Κασσανδρεὺς Nic. Hein- sius; Κασσάνδρου F || 9 προελθών F] προσελθών vulg. || 20 γὰρ om. K || 22 καὶ γὰρ vulg. || 23 ἐπιτρέποντας. καὶ R Hertlein; ἐπιτρέποντα ὃς καὶ F.)

287
καὶ Θεοδότῳ γράψαντι φυλακὴν αὐτῷ δοῦναι τοῦ σώματος αὐτὸς ἀντεῖπε, καὶ τῆς ἀποδούσης Κασσαν- δρεῦσι τὴν ἐλευθερίαν Εὐρυδίκης ἑορτὴν κατεστήσατο, ἣν ἐκάλεσεν Εὐρυδίκεια, καὶ τοῖς ἐξελθοῦσι τῆς ἄκρας στρατιώταις πολιτείαν ἔγραψε καὶ κλήρους ἐν τῇ Παλλήνῃ δοθῆναι, ἵνα παραμένοιεν φύλακες τῆς ἐλευ- θερίας ἐν δὲ τοῖς συμποσίοις εἴ τις * * ἔφη δεινὸν, ἀλλὰ καὶ σχέτλιον. οὕτω πάντας ἐξαπατήσας, ὡς δημοτικώτατος ὢν, ἐπανέστησεν οἰκέτας καὶ τοὺς ἀπὸ τῶν ἐργαστηρίων τεχνίτας, καὶ μειράκιον Καλλιμέλη συναρπάσας καὶ θύσας ἐπέδωκεν αὐτὸ μαγείρῳ Λεον- τομένει. οὗτος δειπνοποιήσας τὰ σπλάγχνα παρέθηκε τοῖς συνωμόταις· ὧν δειπνησάντων καὶ πιόντων τὸ αἷμα οἴνῳ μέλανι μεμιγμένον, ἔδειξεν αὐτοῖς τὸ σῶμα τῇ κοινωνίᾳ τοῦ μιάσματος ἐμπεδῶν τὸ πιστὸν τῆς ἐπιθέσεως. καὶ δὴ τούτοις χρησάμενος συμμάχοις κατ- έσχε τὴν τυραννίδα, καὶ τύραννος ἐγένετο φονικώτατος καὶ ὠμότατος πάντων, ὅσοι παρʼ Ἕλλησιν ἢ παρὰ βαρ- βάροις ἐτυράννησαν.

Αῖγυπτος |ὑπὸ Μαυσώλου πεμφθεὶς ἐς Μίλητον [*](377—351) συμπράξων τοῖς προδιδοῦσι τὴν πόλιν, καταπλεύσας, προαισθόμενος ὡς ἐπιβουλεύοιτο, σπεύσας ἐπὶ τὴν ναῦν προανέβη. οἱ μὲν ἐπιβουλεύοντες ἐγγὺς τῆς θαλάττης [*](3 ἑορτὴν Cas.; ἣν F: cf. 1, 19. 8, 4 || 4 Εὐριδίκεια Maasv. R ; Εύρυδικίαν F || 5 πολιτείαν [εἶναι] Patakis || 7 * *] lacunam statuit vulg. || 8 οὕτω πάντας Rud. Schoell; τούτους F; [τὸν δῆμον] Cas. || 11 ἐπέδωκεν vel ἐπετρεψεν αὐτὸ μαγείρῳ Λεοντο- μένει W (cf V eumque coquo Leontomeni coquendum dedit; ἐπέ- στησεν αὐτῷ μάγειρον Λεοντομένη F || 15 ἐμποδῶν F || 16 κατέσχε K; κατέλυσε F; κατέλαβε Davis ad Cic. de nat. deor. 3, 33: cf. 1, 21, 1. 3, 8. 5, 2, 2. 6, 7, 1. 6, 45 || 18 ἢ καὶ M.)

288
ἐφήδρευον· ὁ δὲ ἐκ τῆς νεὼς ἐκπέμπει τινὰ φράσας, ῾τὸν κυβερνήτην ζητήσας [καὶ] Αἴγυπτον ἄγε· ἤδη γὰρ ἀνάγεσθαι χρή.᾿ τοῦτʼ ἀκούσαντες οἱ παραφυλάσ- σοντες Μιλήσιοι, τῆς νεὼς ἀποχωρήσαντες ἐζήτουν Αἴγυπτον ἀνὰ τὴν πόλιν· ὁ δὲ ἀφικομένου τοῦ κυβερ- νήτου ἀποκόψας τὸ ἀπόγειον ἀπέπλευσεν ἀκινδύνως.

[*](387—347)

Λεύκων χρημάτων δεόμενος ἐκήρυξεν, ὅτι μέλλοι κόπτειν ἄλλο νόμισμα καὶ δέοι προσφέρειν αὐτῷ τὸ ὑπάρχον ἑκάστῳ, ὅπως μετακοπὲν δόκιμον γένοιτο. οἱ μὲν προσήνεγκαν ὅσον εἶχον, ὁ δὲ ἄλλον χαρακτῆρα ἐπιβαλὼν ἐπέγραψε τὸ τίμημα διπλάσιον ἑκάστῳ νο- μίσματι, ὥστε τοῦ συλλεγέντος τὸ ἥμισυ κερδάνας οὐδένα τῶν πολιτῶν ἐζημίωσεν.

Λεύκων μαθὼν ὡς ἐπιβουλεύοιεν αὐτῷ φίλοι καὶ πολῖται συνομοσάμενοι πολλοὶ, τοὺς ἐμπόρους καλέσας ἅπαντας, χρήματα ὅσα εἶχεν ἕκαστος ἐδανείζετο, φά- σκων τοὺς πολεμίους αὐτῷ προδίδοσθαι. οἱ μὲν ἔμποροι προθύμως ἐδάνειζον τὰ χρήματα, ὁ δὲ συναγαγὼν εἰς τὴν αὐλὴν αὐτοὺς ὡμολόγησε τὴν ἐκ τῶν πολιτῶν ἐπίθεσιν καὶ παρεκάλεσε φύλακας τοῦ σώματος αὐτοῦ γενέσθαι ὡς τὰ χρήματα κομιουμένους, εἰ σώζοιντο αὐτόν. καὶ δὴ τὰ χρήματα σῶσαι ἐθέλοντες οἱ ἔμποροι ὅπλα παραλαβόντες οἱ μὲν δορυφόροι τοῦ σώματος, [*](Cap. 9. Cf. Schaefer, Mus. Rhen. 35, p. 418; J. p. 592.) [*](1 ἐφήδρευον Hertlein; ἐφέδρευον F || ἐκπέμπει p; ἐκπίπτει F || φράσαι τῷ κυβερνήτῃ p || 2 [καὶ] W; [καὶ τὸν] Cas. || 4 Μι- λίσιοι F || 10 ἑκάστῳ F] ἕκαστον vulg. γένοιτο F] εἴη vulg. 12 ἐπέγραψε K;  ἐπέτρεψε F || 13 συλλέγοντος F || 20 αὐτοὺς εἰς τὴν αὐλὴν vulg.)

289
οἱ δὲ τῶν ἀρχείων φύλακες ἐγένοντο. Λεύκων δὲ μετὰ τούτων καὶ μετὰ τῶν περὶ αὐτὸν πιστοτάτων τοὺς κοι- νωνοῦντας τῆς ἐπιθέσεως συλλαβὼν ἀπέκτεινε καὶ τὴν ἀρχὴν ἀσφαλῶς καταστησάμενος ἀπέδωκε τὰ χρήματα.

Λεύκων ἐν τῷ πρὸς Ἡρακλεώτας πολέμῳ αἰσθό- μένος τῷν τριηράρχων τινὰς προδιδόντας καὶ αὐτο- μολεῖν μέλλοντας συλλαβὼν αὐτοὺς ἀκοῦσαι μὲν ἔφη περὶ αὐτῶν λόγους οὐκ ἐπιτηδείους, οὐ πιστεῦσαί γε μήν. ὅπως οὖν μὴ κατὰ τύχην ἥττης γενομένης αὐτοὶ δοκοῖεν αἴτιοι τοῦ σφάλματος, αὐτοὺς μὲν ἡσυχάζειν ἐκέλευσεν, ἄλλους δὲ τριηράρχους ἀπέδειξε· τοῖς δὲ οἰκείοις τῶν ὑπόπτων ἀρχὰς καὶ ἐπιμελείας ἐνεχείριζε κωμῶν, ὡς δὴ φιλοφρόνως ἕχων πρὸς αὐτούς. ἐπεὶ δὲ τὸν πόλεμον κατελύσατο. δίκαιον ἔφη κριθῆναι τοὺς ὑπόπτους, ἵνα μὴ δόξῃ ἀλόγως αὐτοῖς ἀπιστῆσαι. παρελθόντων δὲ εἰς τὸ δικαστήριον ὁμοῦ τοῖς οἰκείοις περιστήσας ὡπλισμένην δύναμιν ἅπαντας αὐτοὺς ἀναι- ρεθῆναι προσέταξεν.

[*](e. 14, 19)

Λεύκων ἐπιστρατευσάντων Ηρακλεωτῶν ναυσὶ πολλαῖς καὶ ἀποβαινόντων ὅποι τῆς χώρας ἐβούλοντο, ὁρῶν τοὺς αὑτοῦ στρατιώτας ἐθελοκακοῦντας καὶ οὐκ ἀνείργοντας ἔταξε τοὺς ὁπλίτας πρώτους πρὸς τὴν ἀπόβασιν τῶν πολεμίων, ἐπὶ δὲ τούτοις ὄπισθεν τοὺς Σκύθας· καὶ φανερῶς παρήγγειλε τοῖς Σκύθαις, ἐὰν οἱ ὁπλῖται ὀκνῶσι καὶ τοὺς πολεμίους ἀποβαίνοντας παρέχωνται, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. [*](6 τριηράρχων M; τριηραρχῶν F || 9 καὶ κατὰ vulg. || 12 ἐπι- μελείας Wyttenbach in indice Graec. Plut. s. v.; ἐπιμελέας M; ἐπιτελείας F vulg. || 13 ἐπειδὴ R || 17 περιστήσας W; περιστησάμενος F: cf. ad 5, 28, 2 || 21 τοὺς αὐτοὺς F || 26 παρέρχωνται Cas.; ἀνέχωνται K; παραδέχωνται Patakis; πα- ἰδωνται R.)

290
τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολεμίους ἀποβαίνειν ἐκώλυον.

[*](399)

Ἀλέξανδρος φρούραρχος τῶν περὶ τὴν Αἰολίδα χωρίων, μισθωσάμενος τῶν ἀπʼ Ἰωνίας τοὺς ἀρίστους ἀγωνιστὰς, αὐλητὰς μὲν Θέρσανδρον καὶ Φιλόξενον, ὑποκριτὰς δὲ Καλλιππίδην καὶ Νικόστρατον, θέαν ἐπήγγειλε. πρὸς μὲν τὴν δόξαν τῶν ἀγωνιστῶν συνέ- δραμον ἐκ τῶν πλησίον πόλεων ἅπαντες. ἐπεὶ δὲ πλῆρες τὸ θέατρον ἦν, περιστήσας τοὺς στρατιώτας καὶ τοὺς βαρβάρους, μεθʼ ὧν ἐφρούρει τὰ χωρία, πάντας τοὺς θεατὰς συλλαβῶν αὐτοῖς παισὶ καὶ γυ- ναιξὶ, λύτρα μεγάλα λαβῶν τοὺς μὲν ἀπέλυσεν, αὐτὸς δὲ τὰ χωρία Θίβρωνι παραδοὺς ἀπηλλάγη.

[*](389)

Ἀριστείδης Ἐλεάτης Διονυσίῳ πολιορκοῦντι Καυ- λωνίαν ἐπέπλει μετὰ δώδεκα τριήρων. ὁ δὲ συνιδὼν ἐπανήχθη πέντε καὶ δέκα ναῦς πληρώσας. Ἀριστείδης ὑποστρέψας ὑποχωρεῖ καὶ νυκτός γενομένης ἐκέλευσεν ἆραι τοὺς λαμπτῆρας, οἷς αἱ τοῦ Διονυσίου νῆες εἴποντο. μετὰ μικρὸν δὲ τούτους καθελόντες ἑτέρους καθῆκαν ἐς τὴν θάλατταν φελλοῖς μεγάλοις ἐφηρμο- σμένους κάκ τοῦ φωτὸς ἐς τὸ πλάγιον ἐπιστρέψαντες ἔφθασαν ἐς τὴν Καυλωνίαν καταπλεύσαντες τῶν περὶ Διονύσιον πρὸς τὴν ἀπὸ τῶν φελλῶν αὐγὴν πλανω- μένων.

[*](Cap. 10 Cf. Hertzberg, Agesilaus, p. 252, not. 26 e.)[*](3 ὁ φρούραρχος vulg. || 8 μὲν οὖν vulg. || 13 αὐτὰ δὲ R 14 Θίβρωνι παραδοὺς Cas. coll. V; Θίβρων (corr F, ex Θίβρωνι) ἐπάρας δοὺς F || 15 Ἐλεάτης om. vulg.)
291

Ἀλέξανδρος Λυσιμάχου καὶ Ἀμήστριδος υἱὸς εἰς [*](281) Κοτιάειον τῆς Φρυγίας βουλόμενος ἐλθεῖν καὶ λαθεῖν τοὺς μὲν ἀκολουθοῦντας νυκτὸς ἔκρυψεν εἴς τι κοῖλον χωρίον παρὰ τὴν πόλιν, αὐτὸς δὲ ἕωθεν διπλοΐδα Φρυγίαν τραχεῖαν καὶ ῥυπῶσαν περιβαλόμενος, πίλιον [τῇ] κεφαλῇ περιθέμενος, δύο παῖδας παραλαβὼν, ἑκατέρῳ φορτίον ξύλων ἐπιθεὶς καὶ μάχαιραν ὑπὸ μάλης δοὺς εἰσῆλθε διὰ τῆς πύλης ἄγροικος εἶναι νομιζόμενος. εἰσελθὼν δὲ τὸ μὲν πίλιον ἀπέθετο, γνωρισθεὶς δὲ ἐδεξιοῦτο πάντας ὡς ἐπὶ σωτηρίᾳ τῆς πόλεως ἥκων. οἱ δὲ κατακεκρυμμένοι κατὰ τὸ συγκεί- μενον ἀνεῳγμένῃ τῇ πύλῃ προσπεσόντες αἱροῦσι τὸ Κοτιάειον.