Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.57,1)

Κίμων ἐπʼ Εὐρυμέδοντι ποταμῷ νικᾷ τοὺς βασι- [*](465) [*](Cap. 33. Ex Ephoro coll. Diod. 11, 35; cf. Herod. 9, 100.) [*](Cap. 34. § 1. Ex Ephoro coll. Diod. 11, 61.—I M. Duncker, Gesch. d. Altertums 8, p. 210, not. 4.) [*](1 διοσημειῶν W ; διοσημιῶν Κ ; διοσημείων F || γινομένων F  5  πολεμίανΚ ἀποπέμψας H 6 ἄλλον ἀλλαχοῦ H || αἴρῃ τὸ FH] ἄρῃ τὸ K, quod praefert W; αἴρητο τὸ vulg. 8 τὸ om. M 10 προήκαντο vulg.; προσήκαντο F 17 εἰ τύχη F.)

36
λέως σατράπας καὶ πολλὰ σκάφη βαρβαρικὰ ἑλῶν ἐς ταῦτα τοὺς Ἕλληνας ἐμβῆναι κελεύει καὶ στολὰς ἐν- δῦναι Μηδικὰς καὶ πλεῖν ἐπὶ Κύπρου. Κύπριοι τῇ ὄψει τοῦ βαρβαρικοῦ σχήματος ἐξαπατώμενοι τὸν στόλον ὡς φίλιον ὑποδέχονται· οἱ δὲ ἀποβάντες καὶ σφόδρα γε ἀντὶ βαρβάρων Ἕλληνες ἐφάνησαν καὶ Κυπρίους ἐνίκησαν μείζω τὴν ἔκπληξιν τῆς δυνάμεως ἔχοντες.

[*](465)

2 Κίμων ἀπὸ Σηστοῦ καὶ Βυζαντίου αἰχμάλωτα πολλὰ βαρβαρικὰ εἷλε καὶ τῶν συμμάχων δεηθέντων διανομεύς ἐγένετο. μοῖραν μίαν ἔταξε γυμνὰ τὰ σώ- ματα, μοῖραν ἑτέραν ἀναξυρίδας, κάνδυς, στρεπτὰ καὶ ὅσα τοιάδε. οἱ σύμμαχοι αἱροῦνται τὸν κόσμον· Ἀθη- ναῖοι γυμνὰ τὰ σώματα. γέλων ὀφλισκάνει Κίμων ὡς τὴν μείζω μοῖραν προέμενος τοῖς συμμάχοις. οὐκ ἐς μακρὰν τῶν αἰχμαλώτων οἱ συγγενεῖς ἀπὸ Δυδίας καὶ Φρυγίας καταβάντες μεγάλα λύτρα ὑπὲρ τῶν οἰκείων κατέβαλον. τότε ἡ σοφία Κίμωνος ἐθαυμά- ζετο· Ἀθηναῖοι δὲ πολλῷ πλείω χρήματα λαβόντες μάλα δὴ τῶν συμμάχων κατεκερτόμησαν.

[*](457)

1 Ἀθηναῖοι καὶ Θηβαῖοι παρετάσσοντο. Μυρωνίδης [*](Cap. 34. § 2. Cf. Plut. vita Cimon. 9.) [*](Cap. 35. § 1. Cf. Front. strat. 2, 4, 11.) [*](2 ἐνδοῦναι F1 || 5 φίλιον F] φίλον M; προσεδέξαντο τοὺς Ἀθηναίους ὡς φίλους Diod , sed idem Κίμων ὡς φίλιος προσδε- χθεὶς; cf. tamen ad 5, 40 6 καὶ om. F vulg. 9 εἶχε ut vi- detur Μ; πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες Plut. 11 κάνδυς, στρεπτὰ V vestes torques; κανδύστρεπτα F; καὶ δίστρεπτα M.)

37
Ἀθηναίοις παρήγγειλεν, ὅταν ὑποσημήνῃ, θεῖν ἐπὶ τοὺς πολεμίους ἀρξαμένους ἀπὸ τοῦ εὐωνύμου. ὁ μὲν ἐσήμηνεν· οἱ δʼ ἔθεον. ὡς δὲ βραχὺ προῆλθον, Μυ- ρωνίδης ἐπὶ τὸ δεξιὸν κέρας δραμὼν μέγα ἐβόα ῾ νικῶ- μεν κατὰ τὸ εὐώνυμονʼ. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν.

Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας, καὶ προ- [*](457) ελθὼν εἰς τὸ πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ῾ὁρᾶτε᾿ , ἔφη, τὸ πεδίον ὅσον. ἐν πεδίῳ τόσῳ πολε- μίων ἵππους ἐχόντων, ἢν μὲν φεύγωμεν, ἀνάγκη διω- κόντων ἱππέων ἁλῶναι· ἢν δὲ μένωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες.᾿  οὕτως ἄρα πείθονται μένειν· καὶ προ- ῆλθε Μυρωνίδης κρατῶν ἄχρι Φωκίδος καὶ Δοκρῶν.

Δακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς [*](431) ἐξέπεμψε τριήρεις Ἀθηναίων, οἳ δῃώσουσι τὰ παράλια τῆς Δακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συμβαίνῃ.

Περικλῆς πλουτῶν χώραν πολλὴν ἐκέκτητο. Ἀρ- [*](431) [*](Cap. 35. § 2. Cf. Front. strat. 4, 7, 21.—J. p. 438 sq.) [*](Cap. 36. § 1. Cf Thucyd. 1, 143; Plut Per. 34; Iust.3, 7, 5; Diod. 12, 42, 7; Front. strat. 1, 3, 9. —A. Schmidt, das Peri- cleische Zeitalter II, p. 265 et 349.) [*](Cap. 36. § 2. Cf. Thucyd. 2, 13; Plut. Per. 33; Iust.3, 7, 8. Scnmidt. ibid. p. 349.) [*](1 θεῖν D V excurrerent; θῆναι F; θεῖναι M 10 τὸ F] τὶ H W 13 ἢν F| ἄν H; εἰ vulg. 14 τῶν ἱππέων H 19 σἳ FH: αἳ vulg. 20 παρασχεῖν FH; corr. vulg. 21 συμβαίνῃ F] συμβῇ H; συμβαίη E.)

38
χίδαμος, φίλος ὥν αὐτῷ πάλαι καὶ πρόξενος, δῃώσων ἐνέβαλλε τὴν Ἀττικήν. Περικλῆς προϊδόμενος, ὡς ἄρα τιμῶν Ἀρχίδαμος τὴν προξενίαν τῶν αὐτοῦ χωρίων ἀποσχήσοιτο, ἵνα μὴ γένοιτο Ἀθηναίοις ὕποπτος, φθάσας τὴν δήωσιν ἐς ἐκκλησίαν παρελθών ἐχαρίσατο τῇ πόλει τὴν γῆν, ὅσην ἐκέκτητο.

[*](360)

Κλέων Ἀβυδηνοῖς Σηστὸν παρέδωκεν οὐ φανερᾷ [*](e.54,2) μάχῃ, ἀλλʼ ἀφανεῖ τέχνῃ. Θεόδωρος φρουρῶν Σηστὸν, ἑταῖρος Κλέωνος, μοιχεύων γύναιον ἐν προαστείῳ, τῆς ὑδρορρόης διὰ τοῦ τείχους στενῆς φερομένης, ἕνα λίθον ἐξαιρῶν, διὰ νυκτὸς ἐξιὼν καὶ εἰσιὼν τὸν λίθον ἐναρ- μόττων καὶ τοῦτο λανθάνων τῷ Κλέωνι τὸ πραττό- μενον ὡμολόγησεν ὡς παίγνιον. ὁ δὲ τοῖς Ἀβυδηνοῖς τὸ ἀπόρρητον ἐξαγορεύσας ἀσέληνον νύκτα παρατη- ρήσας κατὰ τὴν ὑδρορρόην, τοῦ Θεοδώρου τὸν λίθον ἐξῃρηκότος καὶ περὶ τὴν μοιχείαν ἀσχολουμένου, τοὺς στρατιώτας ὑπεισήγαγεν, οἱ τοὺς φύλακας ἀνελόντες τὰς πύλας ἔνδοθεν ἀνοίξαντες πᾶσαν δεξάμενοι τὴν δύναμιν τῆς Σηστοῦ ῥᾳδίως ἐκράτησαν.

[*](424)

Βρασίδας Ἀμφίπολιν προδοθεῖσαν εἷλε καὶ τοῖς προδόταις κελεύει κλεῖσαι τὰς πύλας καὶ λαβῶν τὰς βαλανάγρας ἔρριψεν ὑπὲρ τὸ τεῖχος, ὅπως ἄν ἀμύ- [*](Cap. 37 falso retuleram ad Cleonem Brasidae adversarium J. p. 439: agitur de re a Demosthene commemorata or. 23, 158; cf Schaefer, Demosth. I, 136 et not. 4.) [*](1 δῃώσων ἐνέβαλλε F] ἐνέβαλε δῃῶσαι vulg.; ἐνέβαλε δῃώ- σων 3 αὑτοῦ Hertlein; αὐτοῦ F || 9 Θεότιμος et 16 Θεοτίμου A. Schäfer mus Rhen. 19 p. 610 ex Hyperide p. Euxen. in. 12 ἐξαίρων F 13 τοῦτο vulg.; τοῦτον F; τοῦτο aut delendum aut τοῦτο [ ποιῶν| scribendum censet R.)

39
νοιντο τοὺς πολεμίους, εἰ καὶ κλίμακας προσθέντες βιάζοιντο.

[*](e.47,1)

Βρασίδας περὶ Ἀμφίπολιν ἐπολιορκεῖτο ἐπὶ λόφου [*](424) καρτεροῦ προσβαλλόντων ἐν κύκλῳ τῶν πολεμίων. οἱ μὲν δὴ δεδιότες, μὴ νύκτωρ ἀποδραίη, λίθοις περι- ετείχιζον τὸν λόφον καὶ τεῖχος ὑψηλὸν ἤγειρον. οἱ δὲ Δάκωνες ἠγανάκτουν, ὅτι μὴ προῆγεν αὐτοὺς εἰς μάχην, ἀλλὰ περιτειχισθέντες αἴσχιστα λιμῷ ἁλώσοιντο· Βρα- σίδας αὐτὸς ἔφη τὸν καιρὸν τῆς μάχης εἰδέναι. ἐπεὶ δὲ τὸ πλεῖστον τοῦ λόφου περιετετείχιστο, λοιπὸν δὲ ἦν ἀτείχιστον ὅσον πλέθρον αὔταρκες, τοῖς μετʼ αὐτοῦ πρὸς μάχην παρήγγειλε τοῦτον εἶναι τὸν καιρὸν ὁρ- μῶσιν ἐπὶ τὴν ἔξοδον. καὶ δὴ ὁρμήσαντες πολλοὺς τῶν πολεμίων διαφθείραντες ἐσώθησαν· ἡ γὰρ στενο- χωρία ἐλάττονας ὄντας οὐκ ἔβλαψεν· ὁ δὲ περιτειχισμὸς ὠφέλησε κωλύσας μηδένα κατὰ νώτου πολέμιον αὐτῶν γενέσθαι, ὥστε τῷ τείχει τῶν ἐναντίων τὸ μὲν ἐκείνων πλῆθος ἀχρεῖον, ἡ δὲ ἔξοδος ἀσφαλεστέρα τοῖς Δάκω- σιν ἐγένετο.

[*](e.4,2)

Βρασίδας ἐπʼ Ἀμφίπολιν ἐλθὼν λάθρα καὶ συν- [*](424) ιδὼν ταραχὴν τῶν ἔνδον οὐχ ἡγούμενος ἀσφαλῆ τὴν ἐξ ἀπονοίας μάχην ἐκήρυξεν Ἀθηναίοις μὲν ἄδειαν ὑποσπόνδοις ἀπιοῦσι καὶ τὰ σφῶν αὐτῶν ἔχουσιν, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Δακεδαιμονίων γένοιντο. τῷ κηρύγματι πεισθέντες Ἀθηναῖοι μὲν ἀπαλλάσσονται, Ἀμφιπολῖται δὲ Δακε U+00AF [*](Cap. 38. § 2. Cf Front strat. 1, 5, 23—J. p. 439 sq.) [*](Cap 38 § 3. Cf. Thucyd. 4, 105 sq.; Diod. 12, 68.—J. p. 440 sq.) [*](6 ἤγειραν vulg. Κ 16 πολέμιον vulg.; πόλεμον F; τῶν πολε U+00AF μίων Κ;  ὠς κατὰ νώτου μὴ δυναμένων τῶν πολεμίων ἐπιτίθεσθαι Η.)

40
δαιμονίοις προσέθεντο· Βρασίδας δὲ Ἀμφίπολιν καθʼ ὁμολογίαν προσεκτήσατο.

[*](423)

Βρασίδας νυκτὸς ἐπιπλέων Σκιώνῃ τριήρη φιλίαν προπλεῖν ἔταξεν· αὐτὸς δὲ ἐν ὑπηρετικῷ κατόπιν εἴπετο, ὅπως, εἰ μέν τι μεῖζον τοῦ ὑπηρετικοῦ πολέμιον ἐπι- φανείη σκάφος, ἡ τριήρης ἀμύνοι, εἰ δὲ ἀντίπαλος ἄλλη τριήρης, ἐν ὅσῳ πρὸς ἐκείνην διαγωνίζεται, αὐτὸς ἐν τῷ ὑπηρετικῷ διασωθῆναι φθάσειεν.

Βρασίδας ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν [*](e.46,1) οὐραγίαν τῶν πολεμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτον- τας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.

[*](425)

Νικίας, ἐπιπλεύσας τῇ Κορινθίᾳ νύκτωρ, ἔνθα ὁ [*](cf.e.54,18) Σολύγης λόφος, ἀποβιβάσας Ἀθηναίων ὁπλίτας χιλίους καὶ ἄλλους ἀλλαχῆ λοχῆσαι τάξας ἀπέπλευσεν· ἐπεὶ δὲ ὑπηύγαζεν ἕως, πάλιν οὖ φανερῶς ἐπέπλευσεν. οἱ μὲν Κορίνθιοι σπουδῇ ἐκβοηθοῦντες ἔθεον, κωλύσοντες ἐκβαίνειν· οἴ δὲ ἐν ταῖς ἐνέδραις ἐξανιστάμενοι τοὺς πλείστους αὐτῶν διέφθειραν.

[*](Cap. 38. § 4. Ex Thucyd. 4, 120.)[*](Cap. 38. § 5. Cf. J. p. 441.)[*](Cap. 39. § 1. Cf Thucyd. 4, 42—44.)[*](5 ἐπιφανείη Aug. Baumeister et Hertlein; ἐπιφανῆ F || 7 ἄλλη vulg.] ἀλλʼ ἡ F 17 καὶ χιλίους ἄλλους F; corr. vulg || 19 ὑπηύγαζεν ἕως koen. p. 32 coll. 7, 8, 2. 8, 3, 2; ἐπηύγαζεν ὡς F || 21 ἐξανιστάμενοι Hertlein, Iahnii annal. 1861, p. 249; ἐπανιστάμενοι F.)
41
[*](e.37,2)

Νικίας στρατοπεδευόντων Ἀθηναίων περὶ τὸ [*](415) Ὀλυμπιεῖον ἐς τὸ πρὸ τοῦ στρατοπέδου χωρίον ὁμαλὲς ὄν ἐκέλευσε νύκτωρ τριβόλους κατασπεῖραι. ἐπεὶ δὲ τῆς ὑστεραίας Ἔκφαντος ὁ Συρακουσίων ἵππαρχος προήγαγε τοὺς ἱππεῖς, ἦν αὐτῶν αἰσχρὰ φυγὴ τῶν τριβόλων ἐμπηγνυμένων ἐν τοῖς ποσὶ τῶν ἵππων· πολλοὶ δʼ αὐτῶν οὐδὲ προβαίνειν οἷοί τε ἦσαν, ἀλλʼ ὑπὸ τῶν πελταστῶν στερεὰ ὑποδήματα ἐχόντων διε- φθείροντο.

[*](e 22,1)

Νικίας ἐν τῷ κύκλῳ τοῦ τείχους ἀπελείφθη μετʼ [*](414) ὀλίγων στρατιωτῶν τῆς ἄλλης δυνάμεως περὶ Θάψον οὔσης. τῶν δὲ Συρακουσίων τὸ προπύργιον τοῦ κύ- κλου λαβόντων, ἐν ᾧ ξύλα πολλὰ ἦν, οὐχ ἱκανὸς ὤν ἀμύνασθαι τὰ ξύλα ἐνέπρησεν· ἡ δὲ φλὸξ ἐπὶ μέγα αἰρομένη τοὺς πολεμίους ἀπεκρούετο. ἐν τῷ τέως ἡ ἀπὸ Θάψου δύναμις ἐπελθοῦσα προσεβοήθησεν.

[*](e.39,1)

Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμ- [*](413) βανόμενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν, φάσκων πάντα ποιήσειν τὰ προσταττόμενα, καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιπ- πος τῷ κήρυκι πιστεύσας κατεστρατοπέδευσε καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συν- έπεμψε τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας [*](Cap. 39. § 2. Cf. Holm II, p. 26 et not ; J. p. 492 sq.) [*](Cap. 39. § 3. Cf. Plut. vita Nic 18 et Thucyd. 6, 102, 2.) [*](Cap. 39. § 4. Cf. Tnucyd. 7, 83.—J. p. 493.) [*](2 Ὀλυμπιεῖον H; ὀλύμπιον F 3 ἂν Cas ; ὃ F 7 ὅσοι τε F; corr. vulg 11 ἐπὶ Θάψον H || 12 τὰ προπύργια H || 15 ἡ H vulg. Hertlein; om F 16 ἐλθοῦσα H.)

42
τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀπο U+00AF χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.

Ἀλκιβιάδης δοκιμασίαν φίλων τοιάνδε ποιεῖται. [*](e.6,1) εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ καθεῖρξε καὶ τῶν φίλων ἕκαστον εἰσάγων ἐδείκνυεν ὡς ἄνδρα δὴ πεφο- νευμένον καὶ παρεκάλει συμπράττειν, ὅπως ἂν τὸ δεινὸν λάθοι. οἱ μὲν δὴ ἄλλοι κοινωνῆσαι τοῦ μιά- σματος ἔφυγον· Kαλλίας δὲ ὁ Ἰππονίκου προσήκατο τὸ εἴδωλον, ὅ ἔδειξεν ἐπὶ δοκιμασίᾳ φίλων πεποιημένον. πιστὸν φίλον ἡγεῖται Καλλίαν, καὶ τὰ πάντα ἦν Ἀλκι U+00AF βιάδῃ Καλλίας.

Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρα- [*](e.36,1) τιώτας ἀποβιβάσας νύκτωρ καὶ ἡμέραν ἀναμείνας, τῶν πολεμίων οὐκ ἐξιόντων, ἐνέδραν ἐγκαταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγ- μένον ἰδόντες, θαρρήσαντες, ἐξελθόντες ἐσκεδάννυντο ἀνὰ τὴν χώραν. οἱ λοχῶντες ἐξαναστάντες εἷλον οὐκ ὀλίγα σώματα καὶ λείαν ἄφθονον· Ἀλκιβιάδης πάλιν [*](Cap. 40. Cf. G. Hertzberg, Alcibiades als Staatsmann und Feldherr, Halle 1853. —J. p. 441 sq. et p. 492.) [*](Cap. 40. § 2. Cf. Front. 3, 11, 3.) [*](1 τῶν F| τόπων Κ (loco firmiore V), quod commendatur locis 3, 9, 11 3, 9, 43. 3, 11, 8. 4, 3, 12. 5, 44, 2. 8, 50; sed similiter variant τόποι στενοί et τὰ στενά 1, 38, 5. 3, 9, 2. 3 9, 49. 3, 11, 4 et 2, 1, 24. 3, 9, 49. 4, 2, 8. Cf. quoque 5 44, 2 7, 41 ἀναχώρησιν H 5 καθῆρξεν F 6 ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων H 7 τὸ δοκοῦν λάθοι δεινὸν H 10 ὃ F] ᾧ Seybold K 14 νύκτα H 15 καταστήσας H 17 ἐσκεδάσθη- σαν H; ἀνεσκεδάννυντο vulg. : cf. 1, 48, 4 18 ἐξαναστάντες Hertlein; ἐπαναστάντες F.)

43
προσπλεύσας καὶ ἀναλαβὼν αὐτὰ τὰ ληφθέντα καὶ τοὺς λαβόντας ἀπέπλευσεν.

[*](e.25,1)

Ἀλκιβιάδης Δακεδαιμονίων πολιορκούντων τὰς Ἀθήνας βουλόμενος τοὺς φύλακας τοῦ ἄστεος καὶ τοῦ Πειραιῶς καὶ τῶν σκελῶν τῶν ἄχρι θαλάσσης ἀγρύ- πνους περὶ τὴν φυλακὴν κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα· ὅς δʼ ἂν μὴ ἀντανάσχῃ, ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον ἀφορῶντες ἐς τὴν ἀκρόπολιν, ἳνα αἴροντος τοῦ στρατηγοῦ τὸ πῦρ ἀντᾶραι δύναιντο, σημαίνοντες ὡς ἐγρηγορότες φυλάττοιεν.

Ἀλκιβιάδης πλέων ἐπὶ Σικελίαν ἐλθὼν ἐς Κέρ- [*](415) κυραν πολλὴν οὖσαν τὴν δύναμιν τριχῇ διεῖλεν, ἵνα τῶν ἐπιτηδείων μᾶλλον εὐποροῖεν κατὰ μέρος ταῖς πόλεσι προσβάλλοντες. ἐπεὶ δὲ κατέσχεν ἐς Κατάνην οὐ δεχομένων αὐτὸν Καταναίων ἐπρεσβεύσατο βουλό- μενος μόνος παρελθὼν εἰπεῖν αὐτοῖς τὰ συμφέροντα. τῶν δὲ ἐπιτρεψάντων καὶ θεόντων ἐς ἐκκλησίαν συν- έταξεν, ὅσαι τῶν τειχῶν ἦσαν πυλίδες ἐνῳκοδομημέναι ᾿σαθρῶς, ταύτας ἐξελόντας εἴσω παρελθεῖν. ὁμοῦ δὴ συνέβαινεν Ἀλκιβιάδην μὲν ἄρχεσθαι δημηγορεῖν, Αθηναίους δὲ Κατάνην ἔχειν.

[*](e.29,2)

Ἀλκιβιάδης [Κατάνην] κατασχὼν ἄνδρα Καταναῖον [*](415) [*](Cap. 40. § 3. Cf Front. 3, 12, 1.) [*](Cap. 40 § 4 Cf Thucyd 6, 42 et 51; Diod. 13, 4, 4; Front. 3, 2, 6 Cap. 40. § 5 Cf. Thucyd.6, 64 sq ; Diod. 13, 6, 2; Front. strat 3, 6, 6.) [*](4 τοὺς ἰδίους καὶ φύλακας H 5 σικελῶν F 7 ὡσ αὕτως F 8 ἀντανάσχῃ Cas. ; ἀνάσχῃ F; ἀνάσχοι vulg || 10 ἀφορῶντες H; ἀγρυπνοῦντες F 21 διελόντας Thucyd., Diod. 24 Κατάνην om. F H; inser. Cas.)

44
πιστὸν αὐτῷ Συρακουσίοις γνώριμον καθῆκεν ἐς Συ- ρακούσας ὡς πεμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς, ὧν τὰ ὀνόματα γιγνώσκοιεν. οὗτος ἤγγειλεν, Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κατάνης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἅμα ἕῳ καταλάβοιεν τῶν Ἀθηναίων τὸ στρατόπεδον, δύ- νασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι ῥᾳδίως. ἐπίστευσαν οἱ στρατηγοὶ τῶν Συρα- κουσίων καὶ παρήγγειλαν ἐξιέναι πανδημεὶ τὴν ἐπὶ Κατάνης, καὶ προελθόντες ἐστρατοπεδεύσαντο πρὸς τῷ Συμαίθῳ ποταμῷ. Ἀλκιβιάδης προσιόντας αὐτοὺς ὡς ᾔσθετο, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευ- σεν τῇ πόλει τῶν Συρακουσίων κενῇ καὶ οὐδενὸς εἴργοντος· τὸ δὲ κατὰ πλευρὰν αὐτῶν προτείχισμα ἐξελῶν διήρπασεν.

[*](415)

Ἀλκιβιάδης ἀπὸ Σικελίας ἀναχθεὶς ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν Ἑρμῶν καὶ τῶν μυστηρίων στρογγύλης νεὼς ἐπιβὰς ἐς Δακεδαίμονα κομίζεται καὶ πείθει τὴν ταχίστην πέμψαι Συρακουσίοις βοήθειαν καὶ Δεκέλειαν Ἀθηναίοις ἐπιτειχίσαι, ὡς οὐκ ἄν ἔτι σχόντων οὔτε τὰς ἀπὸ τῆς χώρας προσόδους οὔτε τὰς ἀπὸ τῶν ἀρ-῾  γυρείων, ἀλλὰ μὴν καὶ οἱ νησιῶται πολιορκουμένους αὐτοὺς ἰδόντες αὐτομολήσουσι. τούτων γενομένων ἐψηφίσαντο Ἀθηναῖοι κάθοδον Ἀλκιβιάδῃ.

[*](3 οὕτως F 4 καταλιπόντας vulg ; καταλιπὼν 5 εἰ] οἱ 9 ἐξῇεσαν ἐπὶ Κατάνης Η; πορευόμενοι ἐπὶ Κατάνης Thucyd. omisso τὴν, cf. tamen 1, 30, 8. 1, 47, 2 10 προελθόντες Cas., quod probant Hertlein et W ; προσελθόντες F 11 συμμέθρω F 12 προσέπλευσεν ἐν ex dittogr. F; προσέπλευσε μὲν coni. Maas- vicius 14 πλευρὰν] πλημμύριον R 20 Ἀθηναίοις Cas.; αὐτοῖς F 21 ἀργυρίων F; corr. Hertlein.)
45
[*](e.22,2)

Ἀλκιβιάδης παρετάττετο Συρακουσίοις. ἦν μεταξὺ [*](415) τῶν στρατοπέδων πτέρις ξηρὰ, δαψιλής. ἀνέμου προσ- πεσόντος παμμεγέθους, ὅς ἦν κατὰ νώτου τοῖς Ἀθη- ναίοις, τοῖς δὲ πολεμίοις κατὰ προσώπου, [ἀνῆψε τὴν πτέριν· τοῦ δὲ καπνοῦ ἐμπεσόντος] ταῖς ὄψεσι τῶν Συρακουσίων τροπὴν αὐτῶν ἰσχυρὰν εἰργάσατο.

Ἀλκιβιάδης Τιρίβαζον ἔφευγεν. ὁδὸς ἦν μία. Τιρίβαζος μένοντι μὲν οὐκ ἐμάχετο, φεύγοντι δὲ ἐπέ- κειτο. Ἀλκιβιάδης νύκτα ἀναμείνας, ξύλα πολλὰ κόψας, ταῦτα νήσας, πῦρ ἐμβαλὼν, ἀπιὼν ᾤχετο. οἱ βάρβαροι τὴν αὐγὴν τοῦ πυρὸς ὁρῶντες ᾤοντο μένειν τοὺς Ἕλληνας· ἐπεὶ δὲ ἔγνωσαν, διώκειν ὁρμήσαντες τὴν ὁδὸν πεφραγμένην ὑπὸ τοῦ πυρὸς διελθεῖν οὐ δυνη- θέντες τῆς διώξεως ἐπαύσαντο.

[*](e.19,1)

Ἀλκιβιάδης περὶ Κύζικον Θηραμένην καὶ Θρα- [*](410) σύβουλον ἔπεμψε μετὰ τῶν πλειόνων νεῶν, ὅπως τοὺς ἐς τὴν πόλιν ἀποχωρήσοντας πολεμίους ἀνείργοιεν· αὐτὸς δὲ μετὰ ὀλίγων τριήρων ἐπὶ τὴν ναυμαχίαν ἀνή- γετο. Μίνδαρος καταφρονήσας μετὰ πλειόνων ἀνήχθη. [*](Cap. 40. § 9. Cf. Diodor. 13, 50; Front. strat. 2, 5, 44.) [*](1 παρετάττετο Συρ. vulg. ex V aciem instruebat; πολεμῶν Συρ. ἐπειδὴ H: lacunam ante ἦν statuit W 4 κατὰ προσώπου K. L. Roth et W; κατὰ πρόσωπον F, ut 1, 15. 4, 3, 22. 7, 21, 6. 8, 3, 2. 8, 10, 2; κατὰ νώτου saepissime, nusquam κατὰ νῶτον ἀνῆψε — καπνοῦ προσπίπτοντος (rectius ἐμπεσόντος W coll. 4, 7, 9) suppl. Cas. ex V incensa filice fumoque in Sy- racusanorum oculos delato, ὕλην ἐμπρήσας H 7 ἔφευγεν F; ἔφυγεν vulg 9 ἀναμείνας W coll. 1, 40, 2. 1, 43, 2. 7, 11, 5; μείνας F 12 ἐπεὶ δὲ [πεφευγέναι] ἔγνωσαν R 15 περὶ F] ἐπὶ K ; πολιορκῶν H 16 τῶν om. vulg. 17 ἐς] κατὰ H || ἀπο U+00AF χωρήσοντας Blume, Patakis; ἀποχωρήσαντας F; ἀποχωροῦν- τας H.)

46
ὡς δὲ πλησίον ἦσαν, οἱ μὲν περὶ τὸν Ἀλκιβιάδην προσεποιήσαντο φεύγειν· οἱ δὲ περὶ τὸν Μίνδαρον περιχαρεῖς ὡς νικῶντες ἐδίωκον. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὸν Θηραμένην καὶ Θρασύβουλον ἐγένοντο, Ἀλκι- βιάδης μὲν τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντι- πρῴρους. Μινδάρου δὲ ἀποστρέψαντος ἐπὶ τὴν πόλιν οἱ περὶ τὸν Θηραμένην ἀπήντησαν ἀποκλείοντες, ὁ δὲ ἐπὶ τοὺς Κλήρους καλουμένους τῆς Κυζικηνῶν γῆς ἀποχωρεῖν ἐπειρᾶτο. ἀλλὰ κἀκεῖ Φαρναβάζου στρατό- πεδον ἐκβαίνειν ἐκώλυεν. Ἀλκιβιάδης δὲ διώκων τὰς μὲν μετεώρους τῶν νεῶν ἐμβολαῖς ἀνερρήγνυε, τὰς δὲ προσορμιζομένας τῇ γῇ χειρῶν σιδηρῶν ἐπιβολαῖς ἀφεῖλκε, τοὺς δὲ ἀποβαίνοντας ἐνέκοπτον οἱ Φαρνα U+00AF βάζειοι. τέλος δὲ Μίνδαρος πεσὼν Ἀλκιβιάδῃ λαμπρο U+00AF τάτην νίκην ἔδωκεν.

[*](467)

Ἀρχίδαμος ἐν Ἀρκαδίᾳ μέλλων παρατάσσεσθαι τῇ ὑστεραίᾳ ἐπέρρωσε τοὺς Σπαρτιάτας διὰ νυκτὸς βωμὸν ἱδρυσάμενος καὶ κοσμήσας ὅπλοις λαμπροτάτοις καὶ ἵππους δύο περιαγαγών. ἐπεὶ δὲ ἦν ἕως, οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσ- [*](Cap. 41. De fontibus cf. J. p. 443 sq.) [*](Cap. 41. § 1. Cf. Front. 1, 11, 9. — M. Duncker, Gesch. d. Altert. 8, p. 134.) [*](6 ἐπὶ Κ; πρὸς H; ἐπὶ vel πρὸς R; περὶ F: cf. 3, 1, 1 || 11 ἐμβόλοις R 12 πρὸς τῇ γῇ καθωρμισμένας Diod.; προσ U+00AF ορμιζούσας vulg. 13 ἀφεῖλκεν F] ἀνεῖλκε (retrahebat V) Blume et codd. quidam Casauboni; ἐφεῖλκε vulg.; ἀποσπᾶν ... ἐπειρᾶτο Diod. Φαρναβάζοι F, unde W coni. Φαρναβάζειοι coll. 2, 2, 9; Φαρναβαζου vulg. 20 περιαγαγὼν K ; περιάγων F 21 καινά | καὶ τὰ Κocn. p. 310.)

47
κουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρ- ρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν.

Ἀρχίδαμος ἐπολιόρκει Κόρινθον. ἦν ἐν τῇ πόλει στάσις τῶν πλουσίων καὶ τῶν πενήτων, τῶν μὲν ὡς ὀλιγαρχίαν πραττόντων, τῶν δὲ ὡς προδοσίαν. ταῦτα μαθὼν Ἀρχίδαμος ἀνῆκε τὸ σφοδρὸν τῆς πολιορκίας· οὐκέτι μηχανήματα προσῆγεν, οὐκέτι περιετάφρευεν, οὐκέτι τὴν χώραν ἔτεμνεν. οἱ πλούσιοι φοβηθέντες ὡς ἄρα τοῖς πέυησι προδιδοῦσι χαρίζοιτο, φθάσαντες ἐπεκηρυκεύσαντο καὶ τὴν πόλιν ἐνέδωκαν Ἀρχιδάμῳ, σφίσιν αὐτοῖς ἀσφαλὲς πρὸς αὐτὸν συνθέμενοι.

[*](e. 30,1)

Δακεδαιμονίων ἡ πόλις ἐσείσθη, καὶ πέντε μόναι [*](464) διεσώθησαν οἰκίαι. Ἀρχίδαμος ὁρῶν τοὺς ἀνθρώπους ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δείσας, μὴ πάντες ἀποληφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι πολε- μίων ἔφοδον ἐσήμηνεν. πιστεύσαντες οἱ Δάκωνες πρὸς αὐτὸν συνέδραμον· αἱ μὲν οἰκίαι συνέπεσον, αὐτοὶ δὲ οὕτως ἐσώθησαν.

Ἀρχίδαμος κρατούντων Ἀρκάδων αὐτὸς ἤδη παρει- [*](365) μένος ὑπὸ τραύματος φθάσας ἐπεκηρυκεύσατο περὶ νεκρῶν ἀναιρέσεως, ὅπως μὴ καὶ οἱ λοιποὶ προσαπό- λοιντο.

[*](e. 3,1)

Ἀρχίδαμος νύκτωρ τοὺς στρατιώτας ἦγεν ἐπὶ Κα- [*](367) [*](Cap 41. § 3. Cf. Plut. Cimon. 16; Diod. 11, 63. — M. Duncker, Gesch. d. Altert. 8, p. 134, not. 3; p. 135, not. 2.) [*](Cap. 41. § 4. Cf. Χenoph. Hellen. 7, 4, 25; Iust. 6, 6, 9.) [*](1 στρατιῶται] Spartiatae V 12 σφίσιν αὐτοῖς Hertlein; οἱ (οἳ vulg.) εἰσαῦθις F; οἳ om. Κ, τὸ Blume, quod W dubitanter recepit 16 ἀποληφθέντες corr. ex ἀπολειφθέντες F; ἀπολει- φθέντες H vulg 17 ἐσήμηνεν scripsi; ἐσήμαινεν F ; ἐσήμανεν HM; ἐκέλευσε σημαίνειν Plut. 24 Καρύας Heringa; Χάρας F.)

48
ρύας· ὁδός ἦν ἄνυδρος, τραχεῖα, πολλὴ, καὶ ἠγανά- κτουν οἱ στρατιῶται τῷ πόνῳ· παρεμυθεῖτο αὐτους Ἀρχίδαμος, ὡς οἷόν τε ἦν, καὶ παρεκάλει μηδαμῶς ἐνδιδόναι. ἐπεὶ δὲ ἄφνω προσπεσόντες καὶ πολλοὺς τῶν πολεμίων κτείναντες ἐξεῖλον τὸ χωρίον, οἱ μὲν ἐδειπνοποιοῦντο ἐπὶ τῇ νίκῃ γεγηθότες· Ἀρχίδαμος δὲ ἤρετο, πηνίκα δοκοῦσιν ἁλῶναι τὴν πόλιν; λεγόν- των δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν· οὐδαμῶς,ʼ ἔφη αὐτὸς, ἀλλὰ τότε, ὅτε τὴν πολλὴν καὶ ἄνυδρον ὁδὸν ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρα- τεῖν πέφυκεν.᾿

[*](414)

Γύλιππος βουλίμενος αὐτοκράτωρ γενέσθαι τῆς ἐν Συρακούσαις δυνάμεως συναγαγὼν τοὺς στρατη- γοὺς τῶν Συρακουσίων εἶπεν, ὡς χρὴ λόφον τινὰ με- ταξὺ τῆς πόλεως καὶ τοῦ στρατοπέδου τῶν Ἀθηναίων τειχίσαι. τῶν δὲ πεισθέντων νύκτωρ αὐτὸς ἔπεμψεν αὐτόμολον ἀγγελοῦντα τοῖς πολεμίοις τὰ δεδογμένα. οἱ μὲν δὴ μαθόντες αὐτοὶ προκατέσχον τὸν λόφον. Γύλιππος δὲ ἐσχετλίαζεν ὡς τῶν ἀπορρήτων ἐξαγγελ- λομένων. ὅπως οὖν εἰσαῦθις τοῦτο μὴ γένοιτο, οἱ προὔχοντες τῶν Συρακουσίων ἑνὶ καὶ μόνῳ Γυλίππῳ τοῦ πολέμου τὴν ἀρχὴν ἐπέτρεψαν.

[*](Cap 42. Cf. Holm II, p. 366.—§ 1. Cf. W. Stern, Philol. 42, p. 456, not. 52; Holm II, p. 413, not. ad p. 40.)[*](7 πηνίκα F; ὁπηνίκα M; cf. 1, 48, 1 || 8 τῶν δὲ, ἡνίκα ἠκοντίζομεν addidi ex H; om. F || 10 ἀλλʼ ὅτε vulg.; ἀλλὰ τότε ὁπότε H 11 βούλεσθαι H] βουλεύεσθαι F.)
49

Γύλιππος τὸν προκατεσχημένον λόφον ὑπὸ Ἀθη- [*](413) ναίων αὐτὸς βουλόμενος κατασχεῖν ἀπὸ τῶν τριήρων πολλῶν οὐσῶν εἴκοσι πληρώσας πυκνὰς τὰς μελέτας ἐποιεῖτο. τῶν δὲ πληρωμάτων συγκροτηθέντων νυκτὸς ἀφῆκεν αὐτὰς εἰς τὸ πέλαγος παραγγείλας καταπλεῖν ἀρχομένης ἡμέρας. ὡς δὲ οἱ πολέμιοι καταπλεούσας εἶδον, ἐπʼ αὐτὰς ἀνήχθησαν. τῶν δὲ μεταβαλομένων ἐς φυγὴν οἱ μὲν Ἀθηναῖοι μετὰ σπουδῆς ἐδίωκον· ὁ δὲ Γύλιππος τὰς ὑπολοίπους ναῦς πληρώσας ἐπανήγετο. ἐν τῷ καιρῷ τούτῳ, περὶ τὴν ναυμαχίαν τῶν Ἀθη- ναίων ἀσχολουμένων, οἱ πεζοὶ Γυλίππου συνταχθέντες ῥᾷστα κατέσχον τὸν λόφον τοὺς φύλακας τῶν Ἀθη- ναίων ἐκβαλόντες.

Ἑρμοκράτης, τῶν [δούλων] ἐν Συρακούσαις ἐπ- [*](414) αναστάντων καὶ χειρὸς πολλῆς οἰκετικῆς ἠθροισμένης, πρὸς τὸν ἡγούμενον αὐτῶν Σωσίστρατον ἔπεμψε πρεσ- βευτὴν ἕνα τῶν ἱππάρχων Δαΐμαχον, ὅς ἦν αὐτῷ συνήθης καὶ φίλος, ἀγγέλλοντα παρὰ τῶν στρατηγῶν, ὡς ἄρα τὸ φρόνημα αὐτοῦ θαυμάζοντες πάντας μὲν ἐλευθέρους ἀφιᾶσι, πάντας δὲ ὁπλιοῦσι καὶ σιτηρέσιον δώσουσι τὸ ἴσον, αὐτὸν δὲ τὸν Σωσίστρατον ἀποφαί- νουσι συνάρχοντα, καὶ ἤδη γε ἥκειν βουλευσόμενον μετὰ τῶν στρατηγῶν, ὅσα τὸ ὁπλιτικὸν κατεπείγοι. ὁ [*](Cap. 42. § 2. Cf. Thucyd. 7, 22 sq. — p. 490 sq.) [*](Cap. 43. § 1. Cf. Holm II, Anhang I, p 366 sq.) [*](7 μεταβαλομένων ; μεταβαλλομένων F 13 ἐμβάλλοντες F 15 [δούλων] R censor Ienensis; [οἰκετῶν] Sauppe 19 ἀγγέλ- λοντα W; ἀγγέλοντα τὰ F, ἀγγελοῦντα K 24 τὸ ὁπλιτικὸν W ; τὸ πολιτικὸν F; τῶν πολιτικῶν κατεπείγει vulg Κ)

50
δὲ Σωσίστρατος τῇ φιλίᾳ τοῦ Δαϊμάχου πιστεύσας παραλαβών εἴκοσι τοὺς ἡγεμονικωτάτους τῶν δούλων ἧκε πρὸς αὐτούς. οὗτοι μὲν συλληφθέντες ἐδέθησαν· Ἑρμοκράτης δὲ μετὰ ἑξακοσίων ὁπλιτῶν ἐξελθὼν καὶ τοὺς δούλους λαβὼν ὤμοσεν, ἦ μὴν μηδὲν αὐτοῖς δεινὸν ἄν γενέσθαι, πρὸς τὸν αὑτοῦ δεσπότην ἕκαστος εἰ ἐπανέλθοι. πεισθέντες ἐπανῆλθον, ὅτι μὴ μόνον τριακόσιοι πρὸς Ἀθηναίους ηὐτομόλησαν.

[*](413)

Ἀθηναῖοι τὴν ὑστάτην ἐν Σικελίᾳ ναυμαχίαν ἡσσῶνται, καὶ νύκτωρ φεύγειν ἔδοξεν· Συρακούσιοι θύσαντες ἐπινίκια ὑπὸ μέθης ἀνεπαύοντο. Ἑρμοκρά - της, μεθύοντας καὶ καθεύδοντας ἐπὶ τὴν μάχην ὅπως μὴ ἐξάγοι, αὐτόμολον πέμπει φράσοντα πρὸς Νικίαν, ῾οἱ μέχρι νῦν πάντα σοὶ μηνύοντες φίλοι προαγορεύου- σιν, ἤν ἀποκινήσῃς νύκτωρ, ἐνέδραις ἐμπίπτεις καὶ λόχοις᾿. πιστεύει Νικίας καὶ ἀναμείνας ἕω τὸ στρα- τόπεδον οὐκ ἐκίνησεν. Ἕρμοκράτης τοὺς Συρακουσίους ἅλις ἔχοντας ὕπνου ἀνέστησεν εὐρώστους· οἱ δὲ προ- καταλαβόντες τὰς διαβάσεις τῶν ποταμῶν καὶ τὰς γεφύρας πανωλεθρίᾳ τοὺς Ἀθηναίους διέφθειραν.

[*](Cap. 43. § 2. Cf. Thucyd. 7, 73; Plnt. Nic. 26; Diod. 11, 18, 3; Front. strat. 2, 9, 7.—J. p. 489.)[*](4 ἑξακοσίων F; ἑξακισχιλίων vulg : est selecta illa sexcen- torum manus, quam Thucyd. 6, 96. 97. 7, 43, Diod. 11, 76. 13, 11 commemorant 5 [ἐρήμους] λαβὼν R 6 αὐτοῦ F 10 ἔδο- ξεν R Κ; ἔδοξαν F 12 ἐπὶ τὴν μάχην scripsi, cf. ad 31, 2, 1; ἐπὶ μάχην F 14 οἱ Hertlein; ὡς F πάντα σοι post Casaub. C. L. Roth; πάντες οἱ F ; οἱ καὶ πρότερον εἰώθ θεσαν κρύφᾳ τῷ Νικίᾳ δ αλέγετθαι Diod | 16 ἕω Maasvicius; ἕως F; ἕως ὄρθρου Vulg ; cf 1, 40, 8 Polyaenus saepius ἀρχομένης ἕω, πρὸ τῆς ἕω, similia 17 συρακοσίους F.)
51

Ἐτεόνικον Δάκωνα ἐν Μιτυλήνῃ Κόνων Ἀθη- [*](406) ναῖος ἐπολιόρκει. κέλης ὑπηρετικὸς ἧκεν ἀγγέλλων ῾Καλλικρατίδας ὁ ναύαρχος Δακεδαιμονίων ἐν Ἀργι- νούσαις ἡττημένος οἴχεται᾿ . Ἐτεόνικος τοὺς ἀγγέλους ἐκέλευσε νύκτωρ ὑπεξελθεῖν καὶ μεθʼ ἡμέραν ἐς Μιτυ U+00AF λήνην ἐστεφανωμένους, παιωνίζοντας, νίκην ἀγγέλλον- τας ἥκειν. Ἐτεόνικος μὲν ἔθυεν εὐαγγέλια· Κόνων δὲ καὶ τὸ Ἀττικὸν ἐξεπλάγη καὶ ἡσύχαζεν. οὐ μὴν ᾿  Ἐτεόνικος ἡσύχαζεν· ἀλλὰ τὸ μὲν ναυτικὸν ἐς Χίον ἐξέπεμψε, τὸ δὲ στρατιωτικὸν ἐς Μήθυμναν φίλην πόλιν ἐξήγαγεν.

[*](e. 9,1)

Δύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος [*](405) τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ δῆμος Δυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται, καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Δυσάνδρου.

[*](e. 31, 1)

Ἐν Ἀἰγὸς ποταμοῖς Ἀθηναῖοι τετράκις ἀνήχθησαν [*](405) ἐφʼ ᾧ τε ναυμαχεῖν , Δύσανδρος ὁ Δάκων οὐκ ἀνταν- [*](Cap. 44. Cf. Xenopn. Hellen 1, 6, 36.—J. p. 534 sq.) [*](Cap. 45. § 1 (Cf. Plut. Lysand. 8.) [*](Cap 45. § 2. Cf. Plut Lysand. 11; Xenoph. Hellen 2,1,28 ; Front 2, 1, 18.) [*](15 συγκαταλύσειν H Plut.; συγκαταλύειν F 17 συμπράσ U+00AF σειν om. H ἐπηγγείλετο F 21 τοῦ Δυσάνδρου H.)

52
ήγετο. οἱ μὲν ἀποπλέουσι γαννύμενοι, παιᾶνας ᾄδον- τες· Δύσανδρος δὲ κατόπιν πέμπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι χαλκῆν ἀσπίδα. Δύσανδρος αὐτίκα ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Δάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλό τι ἔδρα, γυμνοὶ πάντες. οἱ Δάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνί- κησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας, ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς ἥττης ἄγγελος.

[*](405)

Δύσανδρος παρήγγελλεν ἐξαπατᾶν χρῆναι παῖδας μὲν ἀστραγάλοις, πολεμίους δὲ ὅρκοις.

[*](405)

Δύσανδρος ἐκράτησε Θασίων, παρʼ οἷς ἦσαν ἀτ- τικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Δάκωνος. ὁ δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συν- αγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγ- γνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων [*](Cap. 45 § 3. . Plut Lysand. 8 et Apophthegm. Lac. Lys. 4; Diod. fr. 10, 9, 1 (Dind.); Aelian. v. h. 7, 12.) [*](Cap. 45. § 4. Cf Corn. Nep. Lys. 2.) [*](5 ὑπεσήμηνεν scripsi; ὑπεσήμαινεν F, ὑπεσήμανεν H 7 καὶ οἱ μὲν H ἀνεπαύσαντο H 10 αἱροῦσιν οὖν αἰχμαλώτους ἄνδρας Cas.: αἰχμαλώτους de navibus usurpatum 2, 11. 3, 10, 13. 4, 6, 9 13 παρήγγελλεν K, Patakis; παρήγγειλεν F; ἐκέλευε Plut. Lys. et ἔλεγε idem in apophthegm ; ἀπεφαίνετο Diod. 14 πολεμίους δὲ] τοὺς δὲ ἄνδρας Plut., Aelian., Diod., Dio Chrys. or. 64, p. 640 C 16 πολλοὶ κρυπτόμενοι πολλοὶ τοῦ F [ φόῳ] add. D post Δάκωνος 20 προσῆκον Κoen ; προσῆκεν F; προσήκει R.)

53
καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπών ὀλίγας ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε συναρ- πασθέντας ἀποσφαγῆναι.

Λύσανδρος τὰς Ἀθήνας κατασκάπτειν βουλομέ- [*](404) νων Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἔφη μηδαμῶς συμφέρειν· τὴν γὰρ Θηβαίων πόλιν ἐγγὺς οἰκουμένην ἰσχυροτέραν καὶ μείζονα κατʼ αὐτῶν γενήσεσθαι, ἐὰν δὲ διὰ τυράννων κατέχωσι τὰς Ἀθήνας, ἐγγύθεν παρα- φυλάξειν τοὺς Θηβαίους καὶ διὰ παντὸς ἕξειν ὑπο- δεεστέρους. ἄριστα λέγειν δόξας Λύσανδρος ἔπεισε τὰς Ἀθήνας μὴ κατασκάψαι.

[*](e.15,1)

Ἆγις Πελοποννησίων Λακεδαιμονίοις πολεμούν- των ἐν λιμῷ γνωώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτο- μόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτη- νῶν τὰ στόματα ἔδησε διʼ ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνε- σκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συν- επήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου [*](1 (πόλει) del Patakis et Hertlein || 2 θυσιῶν F || 8 συμφέρει, conducit V || 16 ἠγόρευσε Κ; ἠγόρευε F: cf. 49, 1.)

54
φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα φείγοντες ιᾤχοντο.

Θρασύλος βουλόμενος τοῖς πολεμίοις φανῆναι [*](cf.e.16,1 57,9) ὀλίγας τριήρεις ἔχων προσέταξε τοῖς κυβερνήταις ἐς δύο τὰς ναῦς καταστῆσαι καὶ τῆς μὲν ἑτέρας ἄρασθαι τὰ ἱστία, τὴν δὲ πρὸς τὸν ζυγὸν καλωδίοις προσλα- βεῖν τῇ θεούσῃ παραθέουσαν καὶ μὴ φαινομένων με- τεώρων τῶν ἱστίων (τῆς ἑτέρας τριήρους). τούτῳ τῷ τρόπῳ τὰς ἡμίσειας τῶν νεῶν ἀπεκρύψατο.

[*](409)

Θρασύλος καὶ οἱ περὶ αὐτὸν στρατηγοὶ Βυζαντίοις ἐπέκειντο. οἱ περὶ Ἀναξίλαν στρατηγοὶ Βυζαντίων δείσαντες, μὴ κατὰ κράτος ἡ πόλις ἁλῷ, συνέθεντο χρόνον, ἐν ᾧ παραδώσουσι τὸ Βυζάντιον, καὶ τῆς συν- θήκης ὁμήρους ἔδωκαν. οἱ περὶ Θρασύλον ἀνήχθησαν μὲν ἐπὶ τούτοις τὴν ἐπʼ Ἰωνίας, [τῆς] αὐτῆς δὲ νυκτὸς ἀναστρέψαντες κατελάβοντο τὴν τῶν Βυζαντίων πό- λιν ἀφύλακτον.

Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτό- μολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν [*](Cap 47. § 1. Cf. J. p 444 sq.) [*](Cap. 47. § 2. Cf. Diod. 13, 66 sq.; Xenoph. Hellen. 1, 3, 18 sq.; Plut. Alcib. 31.) [*](3 θράσυλλος F2 || 4 θρασύλλος F (id. 11. 15) || 8 Punctum post παραθέουσαν ponendum, delendum post τριήρους censuit R || 9 τῆς ἑτέρας τριήρους seclusi || 11 οἱ περὶ Ἀναξίλαν vel Ἀναξίλαον W esseling ad Diod 13, 66. R; οἱ περὶ ἀναξίαν οἱ F; περὶ ναξίαν οἱ vulg || 16 [τῆς] αὐτῆς R; αὐτῆς F 19 Χώνων F2 || 20 Κόνων H; Κωνων F et sic in seqq || καταλιπόμενος F.)

55
ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνε- δρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προ- πεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν.

[*](e.57,2)

Κόνων Καλλικρατίδαν διπλασίας ἔχοντα τριήρεις [*](406) ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπα- σμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύν- θημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντι- πρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν, πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου τὴν νίκην ἀπηνέγκατο.

Κόνων Φαρναβάζῳ συμμαχῶν Ἀγησιλάου τὴν [*](395) Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμ- ψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο.

[*](Cap. 48. § 2. Ex Ephoro coll Diod. 13. 77.)[*](Cap. 48. § 3. Ex Ephoro coll iod. 14. 81, 4— 6; 82, 2; 83, 1; 86, 6.)[*](4 προαισθόμενοι CM ; προαισθανόμενοι F || 7 Καλλικρατίδα F || 9 διεσπασαένων F] διεσπαρμένων M D; ἀπεσπάσθησαν Diod 21 δεκασθέντες Κ Patakis (ι = δεκα); ασθέντες F ante α spatio trium fere litterarum relicto in quo β ι suppl F2; βια- σθέντες vulg.)
56
[*](406)

Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λα- [*](e. 47,2 57,3) κεδαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορ- κίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν κατα- σπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πληρωμάτων ἐρέτας ἐμβιβάσας, ὅσα χρὴ ἐξερ- γασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προιούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους — οἱ μὲν σώματα ἐτημέ- λουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον — καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἴνʼ, εἰ καὶ θάτερον ἁλί- σκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βρα- δυνάντων.

Κόνων ναυμαχεῖν μέλλων, ἀγγείλαντος αὐτομόλου, [*](e.57,4) ὡς αἱ τῶν πολεμίων ἄρισται τριήρεις πεποίηνταισκοπὸν ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν [*](Cap. 48. § 4. Cf. Xenoph. Hellen. 1, 6, 20.) [*](4 ναῦς post ταχυναυτούσας W addidit cum H; om. F; τῶν νεῶν vulg. || 7 προσιούσης Κ: cf. 7, 49 8 οἱ μὲν [γὰρ] R || 9 πῦρ ἀνέκαιον ||| cum alii ignem incenderent V;  πυρὰν ἔκαιον ὅ || δεῖ- πνον παρεσκεύαζον (simil. R); πυράν ἀνεσκεύαζον F dittogr., cf. 2, 2, 8; Xenoph. τυχόντες ἐν τῇ γῇ ἀριστοποιούμενοι 10 καὶ del. Κ || 12 ἄμφω δὲ σωθῆ F || 16 σκοπῶν F 17 τριήρη vulg.; τριήρει F; ὁμοίαν τῆς ἐκείνου ἑτέραν κατασκευάσας H || 18 στρατηγὸν M V || 21 ὡς ἐπὶ Patakis.)

57
στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.

Ξενοφῶν ἐπανῆγε τοὺς μυρίους. τῶν περὶ Τι- [*](401) σαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα γνώμην ἠγόρευσε τὰς μὲν ἀμάξας καὶ τὰ περιττὰ τῆς σκευῆς [κατακαῦσαι, συγκατακαῦσαι δὲ καὶ τὰς σκηνὰς], ὅπως μὴ συμβαίνοι τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις ταλαι- πωρεῖν καὶ κωλύεσθαι προσωτέρω βαδίζειν.

[*](e 46,2)

Ξενορῶν, τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπι- [*](401) κειμένων, τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα λαβῶν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐραγίας ἱππεῖς, ἀκοντιστὰς, πελταστάς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.

Ξενοφῶν, τῶν βαρβάρων προκαταλαβόντων στε- [*](401) νὸν τόπον, ᾗ τὴν πάροδον ἀναγκαῖον ἦν ποιεῖσθαι τοῖς Ἕλλησιν, συνιδὼν ἀπό τινος ὄρους εὐέφοδον ὄντα τὸν λόφον, ἐφʼ οὗ τὴν φυλακὴν εἶχον οἱ βάρβαροι, [*](Cap. 49. § 1. Cf. Xenopb. Anab. 3, 2, 27.) [*](Cap. 49 § 2 Cf. Xenoph. Anab. 3, 3, 16 seq.) [*](Cap. 49. § 3. Cf. Xenoph. Anab. 3, 4, 37 seq.) [*](2 τὰς δὲ καὶ F] om. vulg. || 4 Τηνσαφέρνην F pr. m.; corr. F2 || 6 ἠγόρευσε Κ;  ἀγορεῦσαι F; ἀγόρευσε M; ἀγορεύσας vulg.; γνώμην ἀπεφαίνετο ἀγορεύσας aut γν. ἠγόρευσε, τὰς (μὲν) ἁμάξας .... κατακαύειν, ὅπως R 7 [κατακαῦσαι, συγκατα- καῦσαι δὲ καὶ τὰς σκηνὰς] add. W ex Xenoph.; καταλείπειν Cas.; καῦσαι K 8 ταλαιπωρεῖν Rud Schoell; τελευτᾶν F; μελλητιᾶν vel tale quid Schenkl || καὶ] ἢ 11 φαλάγγαν F || 17 εὐέφοδον ὄντα R et Blume (cf. Classen ad Thucyd. 6, 66 2); ἔφοδον ὄντα F; εὔοδον ὄντα K;  ἔφοδον εἶναι ἐπὶ Cobet; ἔφοδον οὖσαν ἐπὶ Schneider ad Xenoph. Anab. 3, 4, 41; ἔφοδον ἐπὶ W coll. Xenoph. ὁρᾷ ἔφοδον ἐπὶ τὸν λόφον.)

58
παραλαβὼν Ἕλληνας, ὅσους ὑπελάμβανεν ἱκανοὺς εἶναι, τὴν πορείαν ἐπὶ τοῦτο ἐποιεῖτο κατὰ κεφαλῆς αὐτῶν βουλόμενος γενέσθαι. οἱ μὲν βάρβαροι τοὺς πολε- μίους ὑπεράνω γιγνομένους ἰδόντες ἔφυγον, Ξενοφῶν δὲ ἀσφαλῶς διῆγε τοὺς Ἕλληνας.

[*](401)

Ξενορῶν ποταμὸν διαβαίνειν πειρώμενος, ὑπὸ [*](e.48,1) τῶν βαρβάρων ἀντικαθημένων κωλυόμενος, τῶν Ἑλ- λήνων χιλίους ἐπιλέξας ἔπεμψε καθʼ ἑτέραν διάβασιν, αὐτὸς δὲ κατὰ στόμα προάγων διαβαίνειν ἐβιάζετο. τῶν πεμφθέντων διαβάντων ἐπὶ τοὺς ἀντικαθισταμέ νους καὶ γενομένων ὑπὲρ κεφαλῆς πολλάς τε πληγὰς ἐμβαλλόντων αὐτοῖς, οἱ μετὰ τοῖ Ξενοφῶντος ἀκιν- δύνως διέβησαν.

[*](Cap. 49. § 4. Cf. Xenoph. Anab. 4, 3, 20 sq.; Front. 1,4,10.)[*](2 τοῦτον R et 4 γενομένους K || 5 διῆγε F]  διήγαγεν K, quod probat W || 10 bene ἀντικαθημένους H et coni. K, ut paulo soperius legitur: cf 2, 1, 27. 2, 3, 13 et ad 6, 9, 32 || 12 ἐμβαλλόντων F]  ἐμβαλόντων vulg.)
60

Καὶ τόδε ὑμῖν δεύτερον βιβλίον, ἱερώτατοι βασι- λεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη- μάτων καὶ αὐτοῖς δήπου συνιέναι δυναμένοις, ἀφʼ ὅσης ἱστορίας καὶ ὅσῳ πόνῳ τάδε συλλεξάμενος ὠφέ- λειαν σύντομον ὑμῖν δίδωμι· καὶ ταῦτα σχολὴν οὐκ ἄγων, ἀλλὰ καὶ δίκας ἐφʼ ὑμῶν λέγων.

[*](391)

Ἀγησίλαος Ἀκαρνᾶσιν ἐπολέμει καὶ προσῄει, ὅτε τὴν γῆν σπείρειν ἐχρῆν. οἱ Λάκωνες ἐβουλεύοντο τοὺς πολεμίους εἴργειν· Ἀγησίλαος ἐπέτρεψεν, ὡς μᾶλλον εἰρήνης ἐπιθυμήσοντας, εἰ καρποὺς ἔχοιεν, ὑπὲρ ὧν φοβήσοιντο. εἰ δὲ εἰρήνης μὴ γλίχοιντο, ἡμῖν ἄρα᾿ , ἔφη, εἶεν ἂν ἐσπαρκότες.

[*](378)

Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις ὁμοῦ παρε- [*](e.17,1) τάσσοντο· τὸ μὲν δὴ κοῦφον καὶ πελταστικὸν τοῖς Λάκωσιν ἀχρεῖον ἦν, τὴν δὲ φάλαγγα ὅλην ἐπάγειν [*](Cap. 1. Cf. Hertzberg, Das Leben des Königs Agesilaos II. von Sparta, Halle 1856, p. 226. — J. p 535— 545.) [*](Cap. 1. § 1. Cf Xenopb. Hellen. 4, 6, 13 et Plut. vita Ages. 22 s. fin.) [*](Cap. 1. § 2 Cf. Diod 15, 32, 4 sq.; Coro. Nep. Chabr. 1. 6 ὑφʼ ὑμῖν Hertlein 9 προσῄει F] ἀπῄει W ex Xenoph. 10 ἐβουλεύοντο F] ἐβούλοντο C 11 ἐπέτρεψεν scripsi cum M ; ἐπέστρεψεν F; ὑπέστρεψεν vulg. R; ἀπέτρεψεν Pat W || 12 ἐπιθυμήσονται R || 13 φοβηθήσοιντο K.)

61
ἔδοξεν Ἀγησιλάῳ. Χαβρίας Ἀθηναίοις, Γοργίδας Θη- βαίοις παραγγέλλουσι μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ, τὰ μὲν δόρατα ὀρθὰ προτειναμένους, τάς δὲ ἀσπίδας ἐς γόνυ προσερεισαμένους. Ἀγησίλαος κατα- πλαγεὶς τὸ στάσιμον σχῆμα τῆς μάχης ἀνεχώρησε στρα- τηγικὸν ἡγούμενος πολεμίων ῥώμην φυλάξασθαι.

[*](14,3)

Ἀγησίλαος περὶ Κορώνειαν ὅσον οὔπω παρετάσ- [*](394) σετο· ἧκέν τις ἀγγέλλων τέθνηκε Πείσανδρος ὁ ναύαρχος Δακεδαιμονίων ἡττηθεὶς ὑπὸ Θαρναβάζουʼ. ὅπως οὖν ἀθυμία καὶ φόβος μηδαμῶς ἐμπέσοι τῷ στρατεύματι, Ἀγησίλαος προστάσσει τοῖς ἀγγέλοις ῾  τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλετε· Δακεδαι- μόνιοι νικῶσιν ἐν τῇ θαλάσσῃʹ. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος, ἔθυσεν εὐαγγέλια, διέπεμψε τοῖς φίλοις μερίδας ἀπὸ τῶν ἱερείων. οἱ στρατιῶται ταῦτα ἀκούσαντες καὶ ὁρῶντες πλεῖον θαρσήσαντες μετὰ μείζονος προθυμίας ἐν τῇ Κορωνείᾳ παρετάξαντο.

[*](e.45,2)

Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον διδόναι παρήγγειλεν.

[*](e.32,2)

Ἀγησίλαος ἐν Κορωνείᾳ Θηβαίους ἐνίκησεν, [*](394) [*](Cap. 1. § 3. Cf. Plut. vita Ages. 17.) [*](Cap. 1. § 4. Cf. Plut. apophthegm. Lacon. Ἄγιδος τοῦ Ἀρχιδάμου 12.) [*](Cap. 1. § 5. Cf. Xenoph. Hellen. 4, 3, 20; Plut. Ages. 19.) [*](3 προτειναμένους F H; προτεινομένοις Vulg. 4 προσερει- σαμένους P; affigant V; προερεισαμένους F; προερυσαμένους M; προερυσαμένοις vulg. 7 Κορωνίαν (id. 17. 20) 8 ἀγγέλων F ὅτι τέθνηκε vulg ; ὡς τ. H 10 ἐμπέσοι F] ἐμπέσει M; ἐμπέσῃ Plutarch.; ἀθυμήσῃ H | 14 προῆλθεν Plutarch. H vulg.; προσῆλθεν F ἐστεφανωμένους F1 ἔθυσεν χαριστήρια H 17 παρετάσσετο H 19 παρήγγελλεν K 20 Ἀθηναίους HF, sed W praefert Θηβαίους cum Xenoph., codice Fermati παρεκβολῶν, Wess. ad Diod. 12, 34; simliter2, 1, 24 Ἀθήνας M pro Θήβας; Ἀθηναίους καὶ Βοιωτούς Cas.)

62
ἤγγειλέ τις οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεαώνʼ· ὁ δὲ προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι, οἷ καὶ βούλοιντο, ὡς ἄρα εἴη σφαλερὸν συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις.

[*](395)

Ἀγησίλαος ἐπὶ τῆς Ἀσίας τοὺς στρατιώτας ἔπεισε καταφρονεῖν τῶν βαρβάρων, οὓς τέως ἐδεδοίκεσαν, αἰχμαλώτους Πέρσας ἀποδύσας καὶ τοῖς Ἕλλησιν ἐπι- δείξας, τὰ μὲν σώματα αὐτῶν ἀσθενῆ καὶ λευκὰ διὰ τὴν τρυφὴν, τὸν δὲ κόσμον καὶ τὴν ἐσθῆτα πολυτελῆ, κἀκεῖνο Λακωνικῶς εἰπὼν πρὸς οὓς μὲν τὸν ἀγῶνα ἔχομεν, εἰσὶν οὗτοι· ὑπὲρ ὧν δὲ, ταῦτα᾿.

[*](377)

Οἱ σύμμαχοι Λακεδαιμονίους ᾐτιῶντο αὐτοὶ μὲν στρατευόμεθα πολλοὶ, Λάκωνες δὲ ὀλίγοι᾿ . Ἀγησίλαος ἐν πεδίῳ προσέταξεν ἰδίᾳ μὲν καθίσαι τοὺς Λάκωνας, ἰδίᾳ δὲ τοὺς συμμάχους. οἱ μὲν δὴ κριθέντες ἐκά- θηντο. κήρυξ δὲ ἠγόρευεν· ἀναστάντων οἱ κεραμεῖςʼ· ἀνέστησαν ἀπὸ τῶν συμμάχων οὐκ ὀλίγοι. ῾ δεύτεροι οἱ χαλκεῖςʼ· ἀνέστησαν πολλοί. τρίτον οἱ τέκτονεςʼ· ἀνέστησαν πλείονες· καὶ τοὺς ἄλλους βαναύσους καὶ τεχνίτας ἐφεξῆς κατέλεξεν, ὥστε ὀλίγου δεῖν πάντες ἀνέστησαν οἱ σύμμαχοι, Λακεδαιμονίων δὲ οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην βάναυσον ἐργάζεσθαι. [*](Cap. 1. § 6. Cf. Plut vita Ages. 9. et apophthegm. Lacon. Ages 13; Athen. 12 p. 550 e; Front. 1, 11, 17.) [*](Cap. 1. § 7. Cf. Plut Ages. 26 et apophthegm Lacon Ages 72.) [*](1 ἤγγελλε H; ἠρώτων Xenoph. || συμφεύγουσιν HF; confugiunt V; φεύγουσιν vulg τὸν νεὼν] τὸν νεὼν τῆς Ἀθηνᾶς vulg. ex Plut. Ages. 4 ἀναμαχουμένοις Hertlein 5 ἐποίησε Patakis 10 εἶπε vulg. || 15 οἱ μὲν διακριθέντες K cum Cas. || κάθηντο P || 18 τρίτοι Maasvic.)

63
οὕτως ἄρα ἐδιδάχθησαν οἱ σύμμαχοι πλείονας αὐτῶν εἶναι στρατιώτας τοὺς Λάκωνας.

Ἀγησίλαος εἰς Ἀσίαν ὅτε διέβη καὶ τὴν βασιλέως [*](396) ἐλυμαίνετο, Τισαφέρνης ἀνοχὰς συνέθετο. αἱ δὲ ἀνοχαὶ τρεῖς μῆνες, ἐφʼ τε βασιλέα πεῖσαι, ὅσαι πό- λεις Ἑλληνίδες ἐν Ἀσίᾳ, καὶ δὴ αὐτονόμους ἀφεῖναι. οἱ μὲν Ἕλληνες ἀνέμενον τὴν προθεσμίαν· ὁ δὲ Πέρ- σης πολλὴν χεῖρα συλλέξας ἐπέθετο τοῖς Ἕλλησιν. ὀρρωδία καὶ φόβος. Ἀγησίλαος καὶ φαιδρὸς τὴν ὄψιν, μάλα δὴ γαννύμενος ἐστρατήγησε χάριν οἶδα Τισαφέρνῃ τῆς ἐπιορκίας· ἑαυτῷ μὲν γὰρ πολεμίους τοὺς θεοὺς ἐποίησεν, ἡμῖν δὲ συμμάχους. ἴωμεν δὴ θαρροῦντες ὡς μαχούμενοι μετὰ τηλικούτων συμμά- χων᾿. ἀνεθάρρησαν οἱ Ἕλληνες τῷ λόγῳ τοῦ στρα- τηγοῦ καὶ συμβαλόντες ἐνίκησαν τοὺς βαρβάρους.

[*](e.29,3)

Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποι- [*](395) οὺς, ὡς ἐξαπατῶν Tισαφέρνην στέλλεται μὲν φανερῶς ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. ἠγγέλη ταῦτα Τισαφέρνῃ. ὁ μὲν Πέρσης ὥρμησε Καρίαν φυλάττειν, ὁ δὲ Λάκων κατέδραμε Λυδίαν καὶ λείαν πολλὴν κατέσυρεν.

[*](e. 24,2)

Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλε. τῶν δὲ [*](391) ἀναφυγόντων ἐς τὰ ὄρη, οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν [*](Cap. 1. § 8. Cf. Xenopb. Ages. 1, 10; Hellen. 3, 4, 5 sq. 11 sq ; Corn. Nep vita Ages 2, 3 sq.) [*](Cap. 1. § 9. Cf Xenopb Hellen. 4, 3, 20; Plut Atges. 9. 10; Corn Nep. Ages 3; Front. 1, 8, 12.) [*](Cap. 1. § 10 Cf Xenopc Hellen. 4, 6, 5 sq.) [*](4 τι. σαφέρνης F littera post ι erasa 5 μῆνες vulg.; μῆνας F; εἰς τρ. μ Cas cf. 6, 53 6 καὶ δὴ del. R || 9 ἦν ὀρ Κ. cf. 2, 1, 14. 2, 3. 13 10 ἐστρατήγησε λέγων vulg 16 ἐπὶ τὰς CΚ ¦ 17 μὲν F H ; μὲν γὰρ vulg 19 τισ(erat τίσ)σαφερνη F || ὥρμησεν ἐπὶ H 21 κατέσχεν H.)

64
ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας διαπέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρ- νᾶνες καταφρονήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας, ἐκ τῶν ὀρῶν κατέβησαν ἐς τὰς πόλεις τὰς ἐν τοῖς πεδίοις. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολὺ πλῆθος ἀνθρώπων καὶ βοσκημάτων καὶ τῶν ἄλλων κτημάτων λαφυραγωγήσας ἀνέζευξεν.

[*](377)

Ἀγησίλαος πυθόμενος Θηβαίους τὴν κατὰ Σκῶλον πάροδον φυλάττειν, πάσαις ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις ἐν Θεσπείαις ἀναμένειν συνέταξεν· ἀλλὰ μὴν καὶ τὰ σιτία τῆς στρατιᾶς συγκομίζειν ἐκεῖσε. Θηβαῖοι ταῦτα πυθόμενοι μετῆλθον ἐπὶ τὴν κατὰ Θεσπείας πάροδον καὶ ταύτῃ παρεφύλαττον. Ἀγησίλαος δυοῖν ἡμερῶν ὁδὸν ἀνύσας ἡμέρᾳ μιᾷ τὴν κατὰ Σκῶλον πάροδον ἐρήμην εὑρὼν ἄνευ μάχης διῆλθεν.

[*](377)

Ἀγησίλαος ἐπόρθει τὴν Θηβαίδα. οἱ [Θηβαῖοι] [*](cf.e.47,3) κατελάβοντο λόφον ὑπὲρ τῆς ὁδοῦ δύσβατον, καλού- μενον Γραίας ἕδος, ὥστε ἦν καὶ τὸ παρατάσσεσθαι [*](Cap. 1. § 11 Cf Χen. Hellen. 5, 4, 48 sq.) [*](Cap. 1. § 12. Cf. Xen. Hellen. 5, 4, 49 sq.) [*](5 ρ΄ϡ΄ στάδια F; ρ΄ξ΄ Κ ex Xenoph 12. 15 Θεσπείαις et Θεσπείας F; Θεσπιαῖς et Θεσπιὰς Κ: cf. ad 2, 5, 2 et Eustath. ad Iliad. 2, 498 || 15 ταύτῃ F; ταύτην vulg. 16 ἡμέρᾳ μιᾷ Schneider ad Xenoph. Hellen. 5, 4, 48 et R; ἡμέραις δύο F; ἡμέρας δύο M; δυοῖν ἡμερῶν ὁδὸν ἐν μιᾷ ἀνύσας K 17 ἐρή- μην F]  ἔρημον M: cf. 5, 4. 5, 6 et 3, 9, 36. 4, 6, 16. 7, 17, 7 18 οἱ [Θηβαῖοι]  W; οἳ F 19 κατελάβοντο Dindorf. in Steph thes. II 748 B; κατέλαβον τὸν F καλούμενον m; καλέσας F: ὃν καλοῦσι Κ: cf 1, 5. 7, 39; καθʼ ὃ ἦν R 20 Γραίας Wesse- ing. ad Anton. Itin p. 327, cf. Schneider ad Xenoph Hellen. 5, 4, 50 et Steph Byz. s. v. Τάναγρα; ῥέος F; cf J. p. 539.)

65
δύσμαχον καὶ τὸ προχωρεῖν ἀδύνατον. προσποιεῖται δὴ λοξώσας τὴν στρατιὰν ἄγειν ἐπὶ τὸ ἄστυ τῶν Θηβαίων· καὶ γὰρ ἦν ἔρημον ἐξεστρατευκότων ἁπάν- των. Θηβαῖοι περὶ τῇ πόλει δείσαντες τὸν λόφον καταλιπόντες ἠπείγοντο ἐς τὸ ἄστυ· Ἀγησίλαος τὸν λόφον ἀκωλύτως διῆλθεν.

[Ἀγησίλαος,] ἐν Λεύκτροις Λακεδαιμονίων πολλῶν [*](371) ῥιψάντων τὰ ὅπλα καὶ λιπόντων τὴν τάξιν, ἵνα μὴ πολὺ πλῆθος ἄτιμον γένοιτο, ἠξίωσεν ἀποδειχθῆναινομοθέτης. ἐπειδὴ ἀπεδείχθη, οὐ καινοὺς νόμους ἔγραψεν, ἀλλὰ τοὺς παλαιοῖς ἰσχύειν μετὰ τὴν ἐν Λεύκτροις μάχην.

Ἀγησίλαος, ἐν τῇ Σπάρτῃ στάσεως γενομένης, [*](369) ὥστε τῶν ὁπλιτῶν οἱ πολλοὶ κατελάβοντο λόφον ἱερὸν Ἀρτέμιδος Ἰσσωρίας ἐγγὺς Πιτάνης· ἐνέκειντο δὲ Βοιωτοὶ καὶ Ἀρκάδες ἐμβεβληκότες, καὶ δέος ἦν ἀμή- χανον, ἐν τῷ πολέμῳ καὶ στάσις — οὐ μὴν αὐτὸς ἔδει- σεν, ἀλλὰ τὸ μὲν ὅπλοις βιάζεσθαι τοὺς ἐπὶ τοῖ λόφου σφαλερὸν, τὸ δὲ ἱκετεύειν ταπεινὸν ὂν παρῆκεν. αὐτὸς δὲ μόνος ἄοπλος ἀτρέπτῳ καὶ πολλῷ τῷ προσώπῳ πρὸς τὸν λόφον ἐλθών οὐκ ἐνταῦθα᾿ . ἔφη, ὦ νεανίαι, ὑμᾶς ἔταξα· ἀλλʼ ὑμεῖς μὲν εἰς τόνδε τὸν λόφον᾿ , ἕτερον δείξας, ὑμεῖς δὲ ἐς τόδε τὸ χωρίον ἄπιτε καὶ [*](Cap. 1. § 13. Cf Plut. Ages. 30; apophth. reg. et imp. Ages. 10; apophth. Lacon. Ages. 73.) [*](Cap. 1. § 14. Cf. Plut. Ages. 32; Corn. Nep. Ages. 6, 2.) [*](1 προχωρεῖν Heringe ; procedere V; προσχωρεῖν F 3 Θη- βαίων Hertiein: cf. ad 2, 30, 3; Θηβῶν F 7 [Ἀγησίλαος,] in- serui 8 λιπόντων vulg ; διαλιπόντων F; δὴ λιπόντων W 10 ἐπειδὴ F] ἐπεὶ δὲ C 12 γενομένης τῶν μὲν ὁπλιτῶν R 14 Ἰσσωρίας Meursius;  ἐσορίας F; Ὀρθείας vulg. || 16 ἔν τε τῷ πολέμῳ καὶ στάσει mutata interpunctione 18 ὂν vulg.; om. 19 πολλῷ] confert Abresch πολλῶ τῷ ὀφθαλμῷ βλέπειν; φαιδρῷ Κ ; ἁπλῷ Roth cf. 8, 8. 8, 23, 15 20 νεανία F.)

66
φρουρεῖτε᾿ . οἱ δὲ Λάκωνες, ὡς ἀγνοοῦντος τὴν διά- νοιαν αὐτῶν τῆς ἀποστάσεως, κατῃδέσθησαν καὶ οἷ προσέταξεν εὐπειθῶς ἀνεχώρησαν. νύκτωρ δὲ τοὺς ἐξάρχους τῆς στάσεως, ἄνδρας δώδεκα, ἄλλον ἄλλῃ ὑπεξάγων ἔπαυσε τὴν στάσιν.

[*](369)

Ἀγησίλαος, πολλῶν αὐτομολούντων καὶ τῆς στρα- [*](e.34,2) τιᾶς περιδεῶς ἐχούσης, ἵνα λανθάνοιεν τοὺς μένοντας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν ἀνὰ τὰς στιβάδας καὶ τὰ συσσίτια τὰς ἐρριμμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητοῖτο. οὐ τοίνυν οἱ αὐτομολοῦντες ἔτι ἐγιγνώσκοντο τῶν ὅπλων οὐ φαι- νομένων.

[*](396—394)

Ἀγησίλαος ἐπολιόρκει Φώκαιαν χρόνῳ μακρῷ καὶ [*](e.54,3) οὔτε τὴν πόλιν ἑλεῖν ἴσχυεν καὶ τοῦ χρόνου τὴν τριβὴν οὐκ ἔφερε. πολλῷ γε μὴν μᾶλλον ἐταλαιπώρουν οἱ τῶν Φωκαέων σύμμαχοι. ὁ δὲ διαλύσας τὴν πολιορ- κίαν ἀνεχώρησεν· ἄσμενοι δὴ καὶ οἱ τῶν Φωκαέων σύμμαχοι τῶν πολεμίων ἀπελθόντων ἀπηλλάγησαν. τότε Ἀγησίλαος ἐπιστρέφει, καὶ συμμάχων ἔρημον τὸ Φωκαέων ἄστυ κατελάβετο.

[*](394)

Ἀγησίλαος Μακεδονίαν διοδεύων ἔπεμψε πρὸς [*](e.15,2) Ἀέροπον Μακεδόνων βασιλέα ἐπὶ τῇ διόδῳ σπενδό- μενος. Ἀέροπος οὐκ ἐσπείσατο, αὐτὸς φήσας ἀπαν- [*](Cap. 1. § 15. Cf. Plut. Ages. 32.) [*](Cap. 1. § 16. Cf. Front. 3, 11, 2.) [*](Cap. 1. § 17. Cf. Polyaen. 4, 4, 3.) [*](2 οἷ Casaub.; οἷς F; ὡς quemadmodum V: cf. 2, 1, 5 8 πέμ- πων K 11 ζητῆται H || 14 Φώκαιαν scripsi; Φωκέων F; Φω- καέας Heringa; Φωκέας vulg. Front. 3, 11, 2 A. cum Phocenses (Phocaenses?) obsideret 18 21. Φωκαέων F] Φωκέων vulg. 24 αὐτὸς F] καὶ αὐτὸς M; ἀλλʼ αὐτὸς K.)

67
τήσειν, τὸ[δὲ]ἱππικὸν ἐξέταττε πυθόμενος ἱππέας ὀλίγους εἶναι τῷ Λάκωνι. ὁ δὲ, ἵνα δόξειε τῶν ὄντων πλεί- ονας ἱππέας ἔχειν, τὰ μὲν πεζὰ τέλη προέταξεν· ὄπι- σθεν δὲ τοὺς ἱππέας, ὅσους εἶχεν, ἐς διφαλαγγίαν ἐπί- στήσας, ἀνέμιξεν ὄνους καὶ ἡμιόνους καὶ τῶν ἵππων ὅσοι διὰ γῆρας ἀχθοφοροῦντες εἴποντο. τούτοις ἐπο- χούμενοι ἄνδρες ὅπλισιν ἱππικὴν ἔχοντες φαντασίαν παρέσχον ἱππικοῦ πολλοῦ. Ἀέροπος καταπλαγεὶς τὴν δίοδον ἐσπείσατο.

Ἀγησίλαος ἐστρατοπέδευεν ἐν Βοιωτίᾳ. τῶν συμ- μάχων συνάψαι μάχην δεδιότων, λάθρα δὲ ἐς Ὀρχο- μενὸν, φίλην πόλιν, ὑπορρεόντων, ἀφανῶς πέμψας πρὸς Ὀρχομενίους ἐκέλευσε μηδένα χωρὶς αὐτοῦ σύμ- μαχον δέχεσθαι. οὐ τοίνυν ἔχοντες ποῖ τρέποιντο οἱ σύμ- μαχοι οὐκέτι περὶ φυγῆς, ἀλλὰ περὶ νίκης ἐβουλεύοντο.

[*](e.32,3)

Ἀγησίλαος Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λα- [*](394) κωνικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν.᾿  οἱ μὲν διέστησαν· Θηβαῖοι δὲ διαδρα- μόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο, καὶ οὐκέτι φόνος ἦν ἀμφοτέρων, ἀλλὰ μόνων τῶν φευγόντων.

Ἀγησίλαος παραταξάμενος ἰδὼν ἐθελοκακοῦντας [*](Cap. 1. § 18. Cf. Froni. 1, 11, 5.) [*](Cap. 1. § 19. Cf. Front. 2, 6, 6.) [*](1 [δὲ]  add. Rud. Schoell || 3 ὄπιθεν F || 5 ἀνέμιξεν P, marg.; ὑπέταξεν H; ἀνέμεινεν F || 6 ἐπεπαύοντο K || τούτοις K, quod probavit Hertlein (Iahnii annal. 1861, p. 251 coll. 7, 10); τούτων F 7 ὅπλησιν F || 12 ὑπαπορρεόντων Hertlein (Iahnii annal 1861, p. 251) || 13 αὐτοῦ F || 22 φόνος corr F1 ex φόβος μόνων F] μόνον HM.)

68
τοὺς συμμάχους ἀνεχώρησεν· ἦν δὲ ἡ ἀναχώρησις διὰ στενῶν ὀρῶν, ἐν οἷς προσεδόκα τοὺς Βοιωτοὺς ἐπι- χειρήσειν. ἔταξεν οὖν τοὺς μὲν Λακεδαιμονίους προη- γεῖσθαι, τοὺς δὲ συμμάχους οὐραγεῖν, ἵνα τῶν πολε- μίων κατὰ τὴν οὐραγίαν προσκειμένων ἀνάγκην ἔχοιεν ἀνδρείως ἀγωνίζεσθαι.

[*](377)

Ἀγησίλαος ἐμβαλὼν ἐς Βοιωτίαν δῃοῦν καὶ δεν- δροτομεῖν τὴν χώραν ἐκέλευσε τοῖς συμμάχοις· τῶν δὲ ὀκνούντων παρήγγειλεν ἀπέχεσθαι δῃώσεως, τὰς μέντοι μεταστάσεις τοῦ στρατοπέδου δὶς καὶ τρὶς τῆς ἡμέρας ἐποιεῖτο. ἀναγκαίως οὖν τὰς καλύβας ἐγεί- ροντες ἔτεμνον τὰ δένδρα διὰ τὴν αὐτῶν χρείαν, οὐ διὰ τὴν τῶν πολεμίων βλάβην· ἴσον δὲ ἄρα ἦν τοῖς πολεμίοις τὸ βλάπτεσθαι.

[*](361/60)

Ἀγησίλαος ἐν Ἀἰγύπτῳ Νεκτανεβῷ συμμαχῶν ἐς χωρίον κατακλεισθεὶς περιετειχίζετο. τοῦ δὲ Αἰγυπτίου τὸν περιτειχισμὸν οὐ φέροντος, ἀλλὰ διακινδυνεύειν ἀξιοῦντος οὐκ ἐπείσθη, ἀλλʼ ἐνέμεινεν, ἕως περιετα- φρεύθη καὶ περιετειχίσθη τὸ πᾶν, πλὴν ὀλίγου τοῦδε, ὃ στόμα καὶ δίοδος ἦν τοῦ τείχους. Ἀγησίλαος ἀνε- βόησεν οὗτος τῆς ἀλκῆς ὁ καιρός᾿ , καὶ διὰ τοῦ στό- ματος ἐξώρμησεν κατʼ ὀλίγους τῶν πολεμίων ἐν τῇ στενότητι φονεύων, καὶ τὸ περιβεβλημένον τεῖχος ἔρυμα ἔχων πρὸς τὸ κυκλωθῆναι μὴ δύνασθαι.

[*](Cap. 1. § 22 Cf. Plut Apges. 39; apophth reg. et imp. Ages. 11; apophth. Lacon. Ages. 78; Diod. 15, 93.)[*](10 μετὰ στρατοπεδο δὶς spatiis circa ternarum lilterarum relictis F1 ; μεταστάσεις τοῦ στρατοπέδου δὶς corr. F2 12 αὐτῶν F 13 ἄρα ἦν F] ἦν ἄρα M; ἦν vulg 18 ἐνέμεινεν P2 ; ἐνέ- μενεν F περιετραφεύθη F 19 ὀλίγου τοῦδε F; ὀλίγου του, διʼ οὗ Hertlein 21 ὁ del. Hertlein 22 κατʼ ὀλίγους F; οὐκ ὀλίγους vulg., Gutschmid. cf. 2, 25.)
69
[*](cf. e. 34, 1)

Ἀγησίλαος πρὸς Βοιωτοὺς παρετάξατο. ἦν ἀμφίρ- [*](394) ροπος ἡ νίκη· νὺξ γὰρ διέλυσε τὴν μάχην. ὁ δὲ μέσης νυκτὸς τοὺς πιστοτάτους διέπεμψε κελεύσας οὓς δύ- ναιντο γνωρίσαι Σπαρτιάτας νεκροὺς, ἐπαμησαμένους κόνιν ἀποκρύψαι. οἱ μὲν τοῦτο πράξαντες πρὸ ἡμέρας ἀνεχώρησαν· οἱ πολέμιοι δὲ ἡμέρας γενομένης αὐτῶν νεκροὺς ἰδόντες ἅπαντας κειμένους, τοὺς δὲ τῶν Σπαρ- τιατῶν ὀλίγους, ἄθυμοι καὶ δειλότεροι ταῖς γνώμαις ἐγένοντο ὡς Ἀακεδαιμονίων τὴν νίκην ἐχόντων.

Ἀγησίλαος ἀπὸ τῆς Ἀσίας ἐπανιὼν διὰ Βοιωτίας [*](394) ἐπορεύετο· Θηβαῖοι προκατελάβοντο τὰ στενὰ, διʼ ὧν ἐχρῆν πορεύεσθαι. ὁ δὲ ἐπιμηκύνας τὴν φάλαγγα ἦγεν ἐπὶ δύο τάξας, παραγγείλας φανερῶς ὁρμᾶν ἐπὶ τὴν πόλιν. Θηβαῖοι δείσαντες, μὴ καταλάβοιτο τὰς Θήβας, ἔξω τῆς δυνάμεως οὔσης, ἀπολιπόντες τὰ στενὰ διὰ τάχους ἐπανῆλθον ἐς τὴν πόλιν· Ἀγησίλαος δὲ ἀσφαλῶς τὸ στράτευμα διεπόρευσεν.

Ἀγησίλαος ἐς Θήβας ἐνέβαλε· Θηβαῖοι τὸ πεδίον [*](377) διετάφρευσαν καὶ ἀπεχαράκωσαν· τοῦ χαρακώματος ἑκατέρωθεν δύο πάροδοι στεναί. βουλόμενος Ἀγησί- λαος παρελθεῖν πλινθίον τάξας κοῖλον προῆγεν ἐπὶ τὴν πάροδον τὴν κατὰ τὸ εὐώνυμον. Θηβαίων ἐνταῦθα πάντων ἀντιταξαμένων, ὁ δὲ μεταβαλόμενος ἀπʼ οὐρᾶς ἐπὶ τὴν ἑτέραν πάροδον τοὺς εἴργοντας οὐκ ἔχουσαν, εἴσω παρελθών τὴν χώραν τεμῶν ἐπανῆλθεν οὐδενὸς ἀντιστάντος.

[*](Cap. 1. § 24. Cf Front strat 1, 4, 3.)[*](6 αὐτῶν FP; τοὺς αὑτῶν vulg. || 13 τάξας F] τάξεις MD: cf. 5, 18; Herod 6, 111; Hertlein ad Χenoph Anab 4, 8, 11 | 14 καταλάβοιτο Rud. Schoell; καταλάβοιντο F || 15 Ἀθήνας M | 16 διὰ τοῦ τάχους F || 23 μεταβαλλόμενος F, corr. Κ et Patakis.)
70

Ἀγησίλαος ἐστρατοπεδεύσατο Ἀαμψάκου πλησίον. ἧκόν τινες ἐκ τῶν μετάλλων ἐκπεπηδηκότες Ἕληνες ἀγγέλλοντες, ὡς ἄρα Λαμψακηνοῖς πάντες μεταλλεύου- σιν οὕς ἄν λάβωσι. τὸ στράτευμα ἠγανάκτησε, καὶ πρὸς τὸ τεῖχος ὥρμησε διαρπασόμενον τὴν πόλιν. Ἀγησίλαος κωλῦσαι μὴ δυνάμενος σῶσαι τὴν πόλιν βουλόμενος ὡς ὑπεραγανακτῶν δὴ ἐκέλευσεν αὐτοὺς δραμόντας ἐκκόψαι τὰς ἀμπέλους πρώτας· εἶναι γὰρ τῶν πρῶώτων Ἀαμψακηνῶν. οἱ δὲ πρὸς τὸ ἐκκόπτειν ἐτράποντο· ὁ δὲ καιρὸν ἔσχε πέμψας μηνῦσαι Λαμ- ψακηνοῖς, ὡς χρὴ τὴν πόλιν ἀσφαλῶς φυλάττειν.

[*](369)

Ἀγησίλαος, ἀντικαθημένων Λακεδαιμονίων καὶ [*](e.48,2) Θηβαίων, μέσου |τοῦ] ποταμοῦ διείργοντος, ὁρῶν τοὺς Λακεδαιμονίους διαβαίνειν τὸν ἴὐρώταν προθυμου- μένους, δεδοικς πλείονας τοὺς Θηβαίους ὄντας μετὰ τῶν συμμάχων λογοποιοὺς καθῆκεν, ὡς ἄρα χρησμὸς εἴη, τοὺς προτέρους τὸν ποταμὸν διαβάντας ἡττᾶσθαι. οὕτως μὲν δὴ τοὺς Λακεδαιμονίους ἐπισχὼν, ὀλίγους τῶν συμμάχων ἐγγὺς τοῦ ποταμοῦ καταλιπῶν καὶ στρα- τηγὸν ἐπʼ αὐτῶν τὸν Θθάσιον Σύμμαχον, ἐντειλάμενος, Θηβαίων τὸν ποταμὸν διαβάντων αὐτοὺς φεύγειν ὅτι τάχος, ἄλλους τινὰς ἐς ἐνέδραν κατέκρυψεν ἐν τοῖς κοίλοις χωρίοις, αὐτὸς δὲ τοὺς στρατιώτας ἐς ὀχυρὸν καὶ δασὺ χωρίον ἀγαγὼν ἐπέστησεν. Θηβαῖοι τοὺς περὶ Σ.ύμμαχον ὀλίγους ὄντας ἰδόντες, θαρροῦντες, [*](Cap. 1. § 27 Cf FPιont stat 1, 10, 3. Dod 15, 65.) [*](3 Ἀαμψακηνοῖς Hertiem et idem παρὰ pro ἄρα; Iαμψακη- νοὶ F ὡς ἄρα legitur 1, 43. 2, 1, 4. 2, 1, 27. 5, 3, 2 8, 22 πάντας Cas. μεταλλεύειν κελεύουσιν Malma 13 [τοῦ] R 14 εὺρῶτα || 23 αὐτὸς M ; αὐτοὺς F 24 ἐπεστησεν F; υπέστησεν vulg.)

71
διαβάντες, φεύγοντας διώκοντες, ἐς τὴν ἐνέδραν ἐμ- πεσόντες ἀνῃρέθησαν ἑξακόσιοι.

[*](e.32,4)

Ἀγησίλαος ἐς τὴν Μεσσηνίαν ἐμβαλῶν ἔπεμψε κατά- σκοπον. τοῦ δὲ ἀγγείλαντος, ὡς οὐ μόνον οἱ Μεσήνιοι τῆς πćλεως ἔξω προΐασιν, ἀλλὰ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα καὶ τὰ ἐλεύθερα σῶώματα, ἀνέζευξεν ὡς ἀπεγνωκότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειοτέρως μα- χουμένων.

Ἀγησίλαος, ἐπειδὴ Ἀακεδαιμόνιοι κατακλεισθέντες [*](369) εἴσω τῆς Σπάρτης ὑπὸ Θθηβαίων οὐκ ἔφερον τὸ τει- χήρεις μετὰ τῶν γυναικῶν φρουρεῖσθαι, ἀλλʼ ἐπεξελ- θόντες γενναῖόν τι δρῶντες ἢ κρατεῖν ἢ ἀποθνήσκειν ροῦντο, ἀπέτρεψεν αὐτοὺς ἀναμνήσας, ὅτι καὶ ἡμεῖς ποτε Ἀθηναίους τειχήρεις ἐποιήσαμεν· οἱ δὲ οὐκ ἡξίω- σαν ἐπεξελθόντες αὐτοὺς ἀναλῶσαι πάντας, ἀλλὰ τῆς πόλεως καὶ τῶν τειχῶν φύλακας καταστησάμενοι αὐ- τοὺς διεσώσαντο, τῶν πολιορκούντων πονηθέντων τῷ χρόνῳ καὶ αὐτῶν ἑκόντων ἀποστάντων.

[*](e.42,2)

Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγε πολλὴν τῶν βαρ- [*](396) βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων· ὁ δʼ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους, δεδεμέ- νους γυμνοὺς προέταξε τοῦ στρατοπέδου. οἱ προσ- [*](Cap. 1. § 30. Cf. Front. strat. 1, 4, 2.) [*](5 προΐασιν F] προιᾶσιν vulg. 6 Post τέκ α lacunam statuit Luςgebil, Iahnii annal. suppl. V, p. 545 sq., qua suppl καὶ οἱ δοῦλοι vel tale quid; καὶ [πάντα| τὰ Rud. Schoell ||ἀνέζευ- ξαν F, ; corr. F.2 11 τῶν om. M 12 ἀποθνήσκειν F] ἀποθανεῖν M cf. 1, 17 2, 5, 1. 8, 49 et 2, 38, 1. 7, 46 13 ἀπέτρεψεν C ; ἀπέστρεψεν F 15 et 16 αὐτοὺς F 17 πολιορκούντων ορ- pugnatoribus V;  πολιορκηθέντων F ποιηθέντων F 21 βαρβά- ρους FH; βαρβάρων CΚ 22 γυμνοὺς Herttein coll. 3, 9, 62; μόνους F; γυμνοὺς μόνους H; μόνους del. K.)

72
χκείμενοι γνωρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.

[*](394)

Ἀγησίλαος εἰς Μένδαν ἀττικίζουσαν λάθρα νυκτὸς παρελθὼν τὸ καρτερῶώτατον τῆς πόλεως κατασχῶῶν, τῶν Μενδαίων ἀγανακτούντων καὶ σπουδῇ συνελθόντων εἰς ἐκκλησίαν, ἐπιστὰς τῖ’, ἔφη, θορυβεῖσθε; οἱ γὰρ ἡμίσεις ὑμῶν κοινωνοῦσι τῆς προδοσίας τῶν ἐμοὶ καταλαβεῖν τὴν πόλιν παρασχόντων. οἱ Μενδαῖοιάλλή- λους ὑπόπτους ἡγησάμενοι τῆς ταραχῆς ἐπαύσαντο.

Ἀγησίλαος τοὺς ἐνδόξους καὶ πολυφίλους αίχμα- [*](e.42,3) λώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.

Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ήξξίου τῶν πο [*](e.8,2) λεμίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν, οἷς διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων. τούτοις ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.

Κλέαρχος πολλὴν στρατιὰν ἄγων ἦλθεν ἐπὶ πο [*](e.48,3) ταμὸν τῇ μὲν εὐδιάβατον ἄχρι κνήμης, τῇ δὲ βαθὺν ἄχρι μαστοῦ· πρῶτον μὲν ἐπειρᾶτο κατὰ τὸ εὐδιάβατον [*](Cap. 2. e fontius cf. J. p. 527—533.) [*](8 παρασχόντων R Patakis; κατασχόντων 10 λαμβάνων αἰχμ. H 13 πολεμίων F H; πολιτῶν 14 αὐτὸν Hertlein, αὐτὸν FH 15 διαλέξεται K, qnod Hertiein in textum reci- piendum esse censet, non propter aoristi formam διαλέξηται, quam F exhiοet (cf. 3, 9, 40. 5, 35) sed quod ofendat modus coniunctivus 16 συγγιγνομένοις F 17 σπονδῶν H vulg.; σπο- δῶν FV: cf. 5, 5 20 ἐπὶ τὸν ποταμὸν F, ; corr. F2.)

73
ἄγειν. τῶν πολεμίων ἀπωτέρω τοῦ ποταμοῦ σφενδο- νῶώντων καὶ τοξευόντων καὶ τοὺς διαβαίνοντας ἀνειρ- γόντων ὁ Κλέαρχος τοὺς ὁπλίτας ἥγαγε διὰ τοῦ βαθυ- τέρου, ἴνα τὸ μὲν πολὺ τοῦ σῶώματος ὑπὸ τοῦ ποταμοῦ κρύπτοιτο, τὰ δὲ ὑπερέχοντα τοῦ ὕδατος τῇ ἀσπίδι φυλάσσοιτο. οἱ μὲν ὁπλῖται ἀσφαλῶς διαβαίνοντες ἀνέκρουσαν τοὺς πολεμίους· ἡ δὲ λοιπὴ στρατιὰ καταά τὸ εὔπορον τοῦ ποταμοῦ διλθεν ἀκωλύτως.

[*](e.16,3)

Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν [*](401) Ελλήνων ἐστρατοπέδευεν ἐν κώμῃ τροφὴν ἄφθονον ἐχούσῃ. Τισαφέρνης πρέσβεις πέμψας ήξίου μένειν αὐτόθι τοὺς λληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέ- αρχος ὑπεκρίνατο προσίεσθαι τοὺς λόγους, ὅπως Τι- σαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειε τοὺς πολλοῖς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν. ὁ δὲ νύκτωρ τοὺς λληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέραν ὅλην καὶ νύκτα τοῦ Τισαφέρνου βραδέως τοὺς δια- λυθέντας συνάγοντος.

[*](e.1)

Κλέαρχος Κύρῳ μὲν συνεβούλευεν αὐτῷ μὴ κιν- [*](401) δυνεύειν, ἀλλʼ ἐφορᾶν τὴν μάχην· μαχόμενον γὰρ μηδὲν μέγα συμπράξειν τῷ σώματι, παθόντα δέ [τι] [*](Cap. 2. § 2. Cf. enoph. Anap. 2, 1 sqq ; Ktesias ap. Photium § 58.) [*](Cap. 2. § 3. Ad priorem partem cf. Plut. Artaz. 8, ad alte- ram Diod. 14, 23. — O. Kaemel, Philol. 34 p. 516 sqq.; W. Vollbrecht, Ζur Wdrdigung und Erklärung von Xenophons Anabasis (Ratcepug 1880) p. 7 sq.; J. p. 527—529.) [*](6 διαβάντες Hertlein 10 ἐστρατοπέδευεν F] ἐστρατοπέδευ- σεν vulg. 11 τισσαφέρνης F 12 αὐτῷ FP 18 τοῦ om. H ||τισ- σαφέρνου F 19 συνάγοντος ; συναγαγόντος FH 22 μηδὲν [ἂν| Κ συμπράξειν Hertlein; συμπρᾶξαι L [τι| fatakis.)

74
πάντας ἀπολεῖν τοὺς μετʼ αὐτοῦ. τὴν δὲ φάλαγγα τῶν Ελλήνων κατʼ ἀρχὰς μὲν βάδην ἡγε τῇ εὐταξίᾳ τοὺς βαρβάρους ἐκπλήττων· ὡς δὲ βέλους ἐντὸς ἥμελ- λεν εἶναι, δρόμῳ χρῆσθαι παρήγγειλεν, ὅπως μηδὲν ὑπὸ τῶν βελῶν βλάπτοιντο. καὶ δὴ τὸ λληνικὸν κατὰ τοῦτο τὸ μέρος τοὺς Πέρσας ἐνίκησεν.

[*](401)

Κλέαρχος μετὰ τὸν Κύρου θάνατον τῶν Ἑλλήνων κατασχόντων χῶώραν πολλὴν καὶ ἀγαθὴν — ποταμὸς ἐκυκλοῦτο τὴν χώραν ἐλαχίστῳ διειργομένην ἰσθμῷ μὴ νῆσον εἶναι  — κωλύων ἔνδον στρατοπεδεύειν, ὡς οὐκ ἔπειθε, πεπλασμένον αὐτόμολον καθῆκεν ἀπαγ- γέλλοντα βασιλεὺς τὸν ἰσθμὸν ἀπειλεῖ ἀποτειχίσαιʹ. τοῦτʼ ἀκούσαντες οἱ λληνες καὶ πεισθέντες Κλεάρχῳ στρατοπεδεύουσιν ἐκτὸς ἰσθμοῦ.

[*](402—401)

Κλέαρχος λείαν ἄγων πολλὴν ἐπὶ λόφου κατα- ληφθεὶς, περιχαρακευόμενος ὑπὸ τῶν πολεμίων, δεομέ- νων τῶν γεμόνων διακινδυνείειν, πρὶν ἅπαντα περιχαρακωθῆναι τὸν λόφον, θαρρεῖν αὐτοὺς ἐκέλευσεν, ὡς πρὸς ὀλίγους ἐσομένης διὰ τὸ χαράκωμα τῆς μάχης. ἑσπέρας δὲ προσιούσης καταλιπῶν τὴν λείαν κατὰ τὸ διαλεῖπον τοῦ χάρακος διεξεπαίσατο τοὺς ἀπαντῶντας ἐν στενῷ κατακόπτων.

[*](402—401)

Κλέαρχος λεηλατήσας Θρᾴκην μὴ φθάσας ἐπαν- [*](e.10,1) [*](Cap. 2. § 4 Cf. Xenoph Anab. 2, 4, 14—25.) [*](1 ἀπολεῖν Hertlein; perditurum V ; ἀπολιπεῖν F τοῖς μετʼ αὐτοῦ FH 9 διειργομένην Schneider ad enoph. Acap. 2, 4,22 Κ et Hertiein coll. Achille Tatio 4. 12: εἰς γὰρ αὐτὴν διεῖργεν στενωπὸς τὸ μὴ πᾶσαν νῆσον γενέσθαι: διειργόμενος F; cf. etiam Tnucvd. 6, 1 cum interpr. 10 νῆσον F] νῆσος Casaub. et Darmarius in mhrg. δ 11 ἀπαγγέλοντα F 14 τοῦ ἰσθυοῦ 20 προσιούσης F] προιούσης vulg 21 διεξεπαίσατο k, διε- ξεπέσατο F; διεσπάσατο vulg.; διεξέπεσε R.)

75
ελθεῖν ἐς Βυζάντιον ἐστρατοπέδευσε πλησίον ὄρους Θρᾳκίου. τῶν δὲ Θρᾳκῶν ἀθροιζομένων εἰδὼς ὅτι οἰνωθέντες ἐκ τῶν ὀρῶν ὁρμῶώμενοι νύκτωρ ἐπιθή- σονται, προσέταξεν ἐν τοῖς ὅπλοις διατελεῖν καὶ τὰς ἐγέρσεις ποιεῖσθαι πυκνάς. αὐτὸς δὲ νυκτὸς οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾳκιον τρόπον. οἱ δὲ ὡς τῶν πολεμίων ἐπιφαινομένων ἦσαν ἕτοιμοι πρὸς μάχην. ἐν τούτῳ καὶ οἱ Θρᾷκες ἐπεφάνησαν ὡς καθεύδοντας αἱρήσοντες· οἱ δὲ ἐγρηγορίτες καὶ ὡπλισμένοι δεξά- μενοι τοὺς ἐπιδραμόντας πλείστους αὐτῶν ἀπέκτειναν.

Κλέαρχος ἀποστάντων Βυζαντίων ζημιωθεὶς ὑπὸ τῶν ἐφόρων ἐς Ἀάμψακον κατέπλευσε ναῦς ἔχων τέσ- σαρας καὶ διέτριβεν ἐνταῦθα μεθύειν καὶ κωμάζειν προσποιούιενος. ἐπολιορκοῦντο ὑπὸ Θρᾳκῶν Βυζάν- τιοι· καὶ δὴ ἔπεμψαν τοὺς στρατηγοὺς δεησομένους τῆς Κλεάρχου βοηθείας. ὁ δὲ ὡς ἀδυνάτως ἔχων διὰ [*](403) τὴν οἰνοφλυγίαν ἐντυχεῖν αὐτοῖς ἡμέρᾳ τρίτῃ προσή- κατο καὶ δεηθέντας οἰκτεῖραι φάσκων ὑπέσχετο συμ- μαχήσειν. πληρῶώσας δὲ δὴ ναῦς δύοπρὸς ταῖς τέτταρσι κατέπλευσεν ἐς Sυζάντιον καὶ συναγαγὼν ἐκκλησίαν συνεβούλευσε πάντας τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας ἐπιβῆναι τῶν νεῶν ὡς ἐπιθησομένους ὄπισθεν τοῖς Θρᾳξὶ, τοὺς δὲ κυβερνήτας ἀναχθέντας ἐπʼ ἀγκυρῶν [*](Gap. 2. § 7. Cf. Diod 14, 12. — Schaefer, emostn. I1, p.24.) [*](3 οἰνωθέντες F] σωθέντες vulg ; σινωθέντες Iac. Gronovius; συθέντες Heιinga; συνθέοντες K;λαθόντες Blume ex, V 4 πάντας διάγειν H 5 ποιῆσαι H 7 Θρᾴχᾳειον Κ Θθρακεῖον F 8 ἐπι- φερομένων H 14 μεθύων F ; corr. vulg 15 θρακῶν in ras. F. 17 τῆς ὑπὸ Κλεάρχου vulg. 23 ὡς ἐπιθισομένους F; ὡς οθησοαένους M ὄπιθεν F.)

76
σαλεύειν, ἔστʼ ἂν ἴδωσιν αἰρόμενον ὑπʼ αὐτοῦ τὸ σημεῖον τῆς μάχης. οὕτω δὴ πάντων ἀναχθέντων ὁ Κλέαρχος διψῆν ἔφη πρὸς τοὺς στρατηγοὺς καὶ πλησίον ἰδῶν καπηλεῖον μετʼ αὐτῶν εἰσελθὼν φυλακὴν κατα- στήσας ἔνδον ἀπέκτεινεν ἀμφοτέρους· καὶ συγκλείσας τὸ καπηλεῖον καὶ προστάξας τῷ καπήλῳ σιωπᾶν, τῶν στρατηγῶν ἀνῃρημένων, τῶν ὁπλιτῶν ἀνηγμένων αὐτὸς τοὺς αὐτοῦ στρατιῶώτας διὰ τάχους εἰσαγαγών κατέσχε τό Βυζάντιον.

[*](402—401)

Κλέαρχος ἐλεηλάτει τὴν Θρᾴκην καὶ πολλοὺς ἔκτεινε Θρᾳκῶν· οἱ δὲ πρέσβεις ἔπεμψαν δεησομένους διαλύσασθαι τὸν πόλεμον. ὁ δὲ τὴν εἰρήνην ἐπιζή- μιον ἡγούμενος ἐκέλευσεν ἐκ τῶν Θρᾳκῶν νεκρῶν σώ- ματα δύο ἢ τρία διατεμόντας τοὺς ὀψοποιοὺς ἀνα- κρεμάσαι· εἰ δὲ οἱ Θθρᾷκες ἰδόντες ἔροιντο τὴν αἰτίαν, προσέταξε λέγειν Κλεάρχῳ δεῖπνον παρασκευάζεταιʼ. ταῦτα οἱ πρέσβεις τῶν Θρακῶν ἰδόντες φρίξαντες ἀνε- χώρησαν μηδὲν περὶ τῶν διαλύσεων εἰπεῖν ἔτι τολ- μήσαντες.

[*](402—401)

Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων [*](e,37.3) πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατόπεδον ὀκτ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέ- ρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλε τὸ ἐγχει- ρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὥρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἐπανήγαγεν [ἐκ τῶν] ὀρυγμάτων ἐς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ [*](Cap 2 § 8 Cf Front. 3, 5, 1.) [*](1 ἔστʼ ἂν Roen ad Greg. Cor p. 224; ὅτʼ ἄν F 7 ὁπλιτῶν Κoen p 60; πολιτῶν F 18 τῶν om vulg || 25 ἀπήγαγεν H 26 ἐ?? τῶν om F; add vulg.)

77
πολεμίων ἱππέων ἐμπεσόντων, ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων· οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς, ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπʼ ἀλλήλοις· οἱ Κλεάρχειοι δὲ ἀνήρουν τοὺς ἱππέας χαμαὶ κειμένους.

[*](e.27)

Κλέαρχος ἦν ἐν Θρκῃ· νυκτερινοὶ φόβοι τὸ ατρά- [*](402—401) τευμα κατελάμβανον. ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο νύκτωρ θόρυβος, μηδένα ὀρθὸν ἀνίστασθαι· ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναιρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας καταφρονῆσαι τοῦ νυ- κτερινοῦ φόβου, καὶ οὕτως ἐπαύσαντο ἀναπηδῶντες καὶ ταραττόμενοι.