Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](480)

Δεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε- [*](e.13,2) νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων.

Δεωνίδας μάχην συνάπτειν μέλλων ὁρῶν νεφέλας χειμερίους ἁλιζομένας πρὸς τοὺς ἡγεμόνας ἔφη, ὡς οὐ χρὴ θαυμάζειν ἀστραπῶν καὶ βροντῶν γιγνομένων· ἀνάγκη γὰρ αὐτὰ συμβαίνειν, ἄστρου κινουμένου. [*](Cap. 31. Cf. Plut. apophth. reg. et imp., Aristid. 3.) [*](Cap. 32. § 1. Ex Ephoro coll. Diod. 11, 6, 4.) [*](Cap 32. §§ 2 et 3. Cf. J. p. 437.) [*](1 συνεχώρησε] οὐδενὶ suppl. R 5 δὴ ἐπιόντος Koen. p. 185; διέποντος F 7 ταὐτὸν| βόθρον R καθέντες K συνημμένων R; συνηγμένων F vulg. 9 καταθώμεθα K 10 ἄραντες K; αἴροντες F; αἴρονται Blume 16 στενότητι H M V| σεμνότητι F 22 τὰ αὐτὰ M, unde W coni. ταῦτα.)

35
πολλῶν οὖν διοσημειῶν γιγνομένων οἱ μὲν τοῦ Δεω- νίδου προιδόντες τὸ μέλλον θαρροῦντες ἠπείγοντο. οἱ πολέμιοι δὲ ἐκπλαγέντες ἄθυμοι πρὸς τὸν κίνδυνον ἐγένοντο καὶ παρὰ τοῦτο ἡττήθησαν.

[*](e.12,4)

Δεωνίδας ἐμβαλῶν ἐς χώραν πολεμίων διαπέμψας νύκτωρ ἄλλους ἀλλαχῆ προσέταξεν, ὅταν αἴρῃ τὸ ση- μεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπράναι. ταῦτα ὁρῶντες οἱ κατὰ τὴν πόλιν καὶ πάμπολυ τὸ πλῆθος εἶναι νομίσαντες οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν ἄγειν αὐτοῖς προήκαντο.

[*](e.14,1)

Δεωτυχίδης, περὶ Μυκάλην τῶν Ἑλλήνων ναυμα- [*](479) χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων καταπεπληγότων, τῶν δὲ Ἰώνων μηδιζόντων φόβῳ μᾶλλον ἢ γνώμῃ, μετέβαλεν ἁπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἔλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες ἀκούσαντες ἐθάρρησαν καὶ προσέθεντο τοῖς Ἕλλησιν. ἡ τύχη τὸ Δεωτυχίδου στρατήγημα ἐποίησεν ἀληθὲς νίκην παρασχοῦσα τοῖς Ἕλλησι τῆς ἐν Πλαταιαῖς μάχης.

[*](e.57,1)

Κίμων ἐπʼ Εὐρυμέδοντι ποταμῷ νικᾷ τοὺς βασι- [*](465) [*](Cap. 33. Ex Ephoro coll. Diod. 11, 35; cf. Herod. 9, 100.) [*](Cap. 34. § 1. Ex Ephoro coll. Diod. 11, 61.—I M. Duncker, Gesch. d. Altertums 8, p. 210, not. 4.) [*](1 διοσημειῶν W ; διοσημιῶν Κ ; διοσημείων F || γινομένων F  5  πολεμίανΚ ἀποπέμψας H 6 ἄλλον ἀλλαχοῦ H || αἴρῃ τὸ FH] ἄρῃ τὸ K, quod praefert W; αἴρητο τὸ vulg. 8 τὸ om. M 10 προήκαντο vulg.; προσήκαντο F 17 εἰ τύχη F.)

36
λέως σατράπας καὶ πολλὰ σκάφη βαρβαρικὰ ἑλῶν ἐς ταῦτα τοὺς Ἕλληνας ἐμβῆναι κελεύει καὶ στολὰς ἐν- δῦναι Μηδικὰς καὶ πλεῖν ἐπὶ Κύπρου. Κύπριοι τῇ ὄψει τοῦ βαρβαρικοῦ σχήματος ἐξαπατώμενοι τὸν στόλον ὡς φίλιον ὑποδέχονται· οἱ δὲ ἀποβάντες καὶ σφόδρα γε ἀντὶ βαρβάρων Ἕλληνες ἐφάνησαν καὶ Κυπρίους ἐνίκησαν μείζω τὴν ἔκπληξιν τῆς δυνάμεως ἔχοντες.

[*](465)

2 Κίμων ἀπὸ Σηστοῦ καὶ Βυζαντίου αἰχμάλωτα πολλὰ βαρβαρικὰ εἷλε καὶ τῶν συμμάχων δεηθέντων διανομεύς ἐγένετο. μοῖραν μίαν ἔταξε γυμνὰ τὰ σώ- ματα, μοῖραν ἑτέραν ἀναξυρίδας, κάνδυς, στρεπτὰ καὶ ὅσα τοιάδε. οἱ σύμμαχοι αἱροῦνται τὸν κόσμον· Ἀθη- ναῖοι γυμνὰ τὰ σώματα. γέλων ὀφλισκάνει Κίμων ὡς τὴν μείζω μοῖραν προέμενος τοῖς συμμάχοις. οὐκ ἐς μακρὰν τῶν αἰχμαλώτων οἱ συγγενεῖς ἀπὸ Δυδίας καὶ Φρυγίας καταβάντες μεγάλα λύτρα ὑπὲρ τῶν οἰκείων κατέβαλον. τότε ἡ σοφία Κίμωνος ἐθαυμά- ζετο· Ἀθηναῖοι δὲ πολλῷ πλείω χρήματα λαβόντες μάλα δὴ τῶν συμμάχων κατεκερτόμησαν.

[*](457)

1 Ἀθηναῖοι καὶ Θηβαῖοι παρετάσσοντο. Μυρωνίδης [*](Cap. 34. § 2. Cf. Plut. vita Cimon. 9.) [*](Cap. 35. § 1. Cf. Front. strat. 2, 4, 11.) [*](2 ἐνδοῦναι F1 || 5 φίλιον F] φίλον M; προσεδέξαντο τοὺς Ἀθηναίους ὡς φίλους Diod , sed idem Κίμων ὡς φίλιος προσδε- χθεὶς; cf. tamen ad 5, 40 6 καὶ om. F vulg. 9 εἶχε ut vi- detur Μ; πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες Plut. 11 κάνδυς, στρεπτὰ V vestes torques; κανδύστρεπτα F; καὶ δίστρεπτα M.)

37
Ἀθηναίοις παρήγγειλεν, ὅταν ὑποσημήνῃ, θεῖν ἐπὶ τοὺς πολεμίους ἀρξαμένους ἀπὸ τοῦ εὐωνύμου. ὁ μὲν ἐσήμηνεν· οἱ δʼ ἔθεον. ὡς δὲ βραχὺ προῆλθον, Μυ- ρωνίδης ἐπὶ τὸ δεξιὸν κέρας δραμὼν μέγα ἐβόα ῾ νικῶ- μεν κατὰ τὸ εὐώνυμονʼ. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν.

Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας, καὶ προ- [*](457) ελθὼν εἰς τὸ πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ῾ὁρᾶτε᾿ , ἔφη, τὸ πεδίον ὅσον. ἐν πεδίῳ τόσῳ πολε- μίων ἵππους ἐχόντων, ἢν μὲν φεύγωμεν, ἀνάγκη διω- κόντων ἱππέων ἁλῶναι· ἢν δὲ μένωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες.᾿  οὕτως ἄρα πείθονται μένειν· καὶ προ- ῆλθε Μυρωνίδης κρατῶν ἄχρι Φωκίδος καὶ Δοκρῶν.

Δακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς [*](431) ἐξέπεμψε τριήρεις Ἀθηναίων, οἳ δῃώσουσι τὰ παράλια τῆς Δακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συμβαίνῃ.

Περικλῆς πλουτῶν χώραν πολλὴν ἐκέκτητο. Ἀρ- [*](431) [*](Cap. 35. § 2. Cf. Front. strat. 4, 7, 21.—J. p. 438 sq.) [*](Cap. 36. § 1. Cf Thucyd. 1, 143; Plut Per. 34; Iust.3, 7, 5; Diod. 12, 42, 7; Front. strat. 1, 3, 9. —A. Schmidt, das Peri- cleische Zeitalter II, p. 265 et 349.) [*](Cap. 36. § 2. Cf. Thucyd. 2, 13; Plut. Per. 33; Iust.3, 7, 8. Scnmidt. ibid. p. 349.) [*](1 θεῖν D V excurrerent; θῆναι F; θεῖναι M 10 τὸ F] τὶ H W 13 ἢν F| ἄν H; εἰ vulg. 14 τῶν ἱππέων H 19 σἳ FH: αἳ vulg. 20 παρασχεῖν FH; corr. vulg. 21 συμβαίνῃ F] συμβῇ H; συμβαίη E.)

38
χίδαμος, φίλος ὥν αὐτῷ πάλαι καὶ πρόξενος, δῃώσων ἐνέβαλλε τὴν Ἀττικήν. Περικλῆς προϊδόμενος, ὡς ἄρα τιμῶν Ἀρχίδαμος τὴν προξενίαν τῶν αὐτοῦ χωρίων ἀποσχήσοιτο, ἵνα μὴ γένοιτο Ἀθηναίοις ὕποπτος, φθάσας τὴν δήωσιν ἐς ἐκκλησίαν παρελθών ἐχαρίσατο τῇ πόλει τὴν γῆν, ὅσην ἐκέκτητο.

[*](360)

Κλέων Ἀβυδηνοῖς Σηστὸν παρέδωκεν οὐ φανερᾷ [*](e.54,2) μάχῃ, ἀλλʼ ἀφανεῖ τέχνῃ. Θεόδωρος φρουρῶν Σηστὸν, ἑταῖρος Κλέωνος, μοιχεύων γύναιον ἐν προαστείῳ, τῆς ὑδρορρόης διὰ τοῦ τείχους στενῆς φερομένης, ἕνα λίθον ἐξαιρῶν, διὰ νυκτὸς ἐξιὼν καὶ εἰσιὼν τὸν λίθον ἐναρ- μόττων καὶ τοῦτο λανθάνων τῷ Κλέωνι τὸ πραττό- μενον ὡμολόγησεν ὡς παίγνιον. ὁ δὲ τοῖς Ἀβυδηνοῖς τὸ ἀπόρρητον ἐξαγορεύσας ἀσέληνον νύκτα παρατη- ρήσας κατὰ τὴν ὑδρορρόην, τοῦ Θεοδώρου τὸν λίθον ἐξῃρηκότος καὶ περὶ τὴν μοιχείαν ἀσχολουμένου, τοὺς στρατιώτας ὑπεισήγαγεν, οἱ τοὺς φύλακας ἀνελόντες τὰς πύλας ἔνδοθεν ἀνοίξαντες πᾶσαν δεξάμενοι τὴν δύναμιν τῆς Σηστοῦ ῥᾳδίως ἐκράτησαν.

[*](424)

Βρασίδας Ἀμφίπολιν προδοθεῖσαν εἷλε καὶ τοῖς προδόταις κελεύει κλεῖσαι τὰς πύλας καὶ λαβῶν τὰς βαλανάγρας ἔρριψεν ὑπὲρ τὸ τεῖχος, ὅπως ἄν ἀμύ- [*](Cap. 37 falso retuleram ad Cleonem Brasidae adversarium J. p. 439: agitur de re a Demosthene commemorata or. 23, 158; cf Schaefer, Demosth. I, 136 et not. 4.) [*](1 δῃώσων ἐνέβαλλε F] ἐνέβαλε δῃῶσαι vulg.; ἐνέβαλε δῃώ- σων 3 αὑτοῦ Hertlein; αὐτοῦ F || 9 Θεότιμος et 16 Θεοτίμου A. Schäfer mus Rhen. 19 p. 610 ex Hyperide p. Euxen. in. 12 ἐξαίρων F 13 τοῦτο vulg.; τοῦτον F; τοῦτο aut delendum aut τοῦτο [ ποιῶν| scribendum censet R.)

39
νοιντο τοὺς πολεμίους, εἰ καὶ κλίμακας προσθέντες βιάζοιντο.

[*](e.47,1)

Βρασίδας περὶ Ἀμφίπολιν ἐπολιορκεῖτο ἐπὶ λόφου [*](424) καρτεροῦ προσβαλλόντων ἐν κύκλῳ τῶν πολεμίων. οἱ μὲν δὴ δεδιότες, μὴ νύκτωρ ἀποδραίη, λίθοις περι- ετείχιζον τὸν λόφον καὶ τεῖχος ὑψηλὸν ἤγειρον. οἱ δὲ Δάκωνες ἠγανάκτουν, ὅτι μὴ προῆγεν αὐτοὺς εἰς μάχην, ἀλλὰ περιτειχισθέντες αἴσχιστα λιμῷ ἁλώσοιντο· Βρα- σίδας αὐτὸς ἔφη τὸν καιρὸν τῆς μάχης εἰδέναι. ἐπεὶ δὲ τὸ πλεῖστον τοῦ λόφου περιετετείχιστο, λοιπὸν δὲ ἦν ἀτείχιστον ὅσον πλέθρον αὔταρκες, τοῖς μετʼ αὐτοῦ πρὸς μάχην παρήγγειλε τοῦτον εἶναι τὸν καιρὸν ὁρ- μῶσιν ἐπὶ τὴν ἔξοδον. καὶ δὴ ὁρμήσαντες πολλοὺς τῶν πολεμίων διαφθείραντες ἐσώθησαν· ἡ γὰρ στενο- χωρία ἐλάττονας ὄντας οὐκ ἔβλαψεν· ὁ δὲ περιτειχισμὸς ὠφέλησε κωλύσας μηδένα κατὰ νώτου πολέμιον αὐτῶν γενέσθαι, ὥστε τῷ τείχει τῶν ἐναντίων τὸ μὲν ἐκείνων πλῆθος ἀχρεῖον, ἡ δὲ ἔξοδος ἀσφαλεστέρα τοῖς Δάκω- σιν ἐγένετο.

[*](e.4,2)

Βρασίδας ἐπʼ Ἀμφίπολιν ἐλθὼν λάθρα καὶ συν- [*](424) ιδὼν ταραχὴν τῶν ἔνδον οὐχ ἡγούμενος ἀσφαλῆ τὴν ἐξ ἀπονοίας μάχην ἐκήρυξεν Ἀθηναίοις μὲν ἄδειαν ὑποσπόνδοις ἀπιοῦσι καὶ τὰ σφῶν αὐτῶν ἔχουσιν, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Δακεδαιμονίων γένοιντο. τῷ κηρύγματι πεισθέντες Ἀθηναῖοι μὲν ἀπαλλάσσονται, Ἀμφιπολῖται δὲ Δακε U+00AF [*](Cap. 38. § 2. Cf Front strat. 1, 5, 23—J. p. 439 sq.) [*](Cap 38 § 3. Cf. Thucyd. 4, 105 sq.; Diod. 12, 68.—J. p. 440 sq.) [*](6 ἤγειραν vulg. Κ 16 πολέμιον vulg.; πόλεμον F; τῶν πολε U+00AF μίων Κ;  ὠς κατὰ νώτου μὴ δυναμένων τῶν πολεμίων ἐπιτίθεσθαι Η.)

40
δαιμονίοις προσέθεντο· Βρασίδας δὲ Ἀμφίπολιν καθʼ ὁμολογίαν προσεκτήσατο.

[*](423)

Βρασίδας νυκτὸς ἐπιπλέων Σκιώνῃ τριήρη φιλίαν προπλεῖν ἔταξεν· αὐτὸς δὲ ἐν ὑπηρετικῷ κατόπιν εἴπετο, ὅπως, εἰ μέν τι μεῖζον τοῦ ὑπηρετικοῦ πολέμιον ἐπι- φανείη σκάφος, ἡ τριήρης ἀμύνοι, εἰ δὲ ἀντίπαλος ἄλλη τριήρης, ἐν ὅσῳ πρὸς ἐκείνην διαγωνίζεται, αὐτὸς ἐν τῷ ὑπηρετικῷ διασωθῆναι φθάσειεν.

Βρασίδας ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν [*](e.46,1) οὐραγίαν τῶν πολεμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτον- τας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.

[*](425)

Νικίας, ἐπιπλεύσας τῇ Κορινθίᾳ νύκτωρ, ἔνθα ὁ [*](cf.e.54,18) Σολύγης λόφος, ἀποβιβάσας Ἀθηναίων ὁπλίτας χιλίους καὶ ἄλλους ἀλλαχῆ λοχῆσαι τάξας ἀπέπλευσεν· ἐπεὶ δὲ ὑπηύγαζεν ἕως, πάλιν οὖ φανερῶς ἐπέπλευσεν. οἱ μὲν Κορίνθιοι σπουδῇ ἐκβοηθοῦντες ἔθεον, κωλύσοντες ἐκβαίνειν· οἴ δὲ ἐν ταῖς ἐνέδραις ἐξανιστάμενοι τοὺς πλείστους αὐτῶν διέφθειραν.

[*](Cap. 38. § 4. Ex Thucyd. 4, 120.)[*](Cap. 38. § 5. Cf. J. p. 441.)[*](Cap. 39. § 1. Cf Thucyd. 4, 42—44.)[*](5 ἐπιφανείη Aug. Baumeister et Hertlein; ἐπιφανῆ F || 7 ἄλλη vulg.] ἀλλʼ ἡ F 17 καὶ χιλίους ἄλλους F; corr. vulg || 19 ὑπηύγαζεν ἕως koen. p. 32 coll. 7, 8, 2. 8, 3, 2; ἐπηύγαζεν ὡς F || 21 ἐξανιστάμενοι Hertlein, Iahnii annal. 1861, p. 249; ἐπανιστάμενοι F.)
41
[*](e.37,2)

Νικίας στρατοπεδευόντων Ἀθηναίων περὶ τὸ [*](415) Ὀλυμπιεῖον ἐς τὸ πρὸ τοῦ στρατοπέδου χωρίον ὁμαλὲς ὄν ἐκέλευσε νύκτωρ τριβόλους κατασπεῖραι. ἐπεὶ δὲ τῆς ὑστεραίας Ἔκφαντος ὁ Συρακουσίων ἵππαρχος προήγαγε τοὺς ἱππεῖς, ἦν αὐτῶν αἰσχρὰ φυγὴ τῶν τριβόλων ἐμπηγνυμένων ἐν τοῖς ποσὶ τῶν ἵππων· πολλοὶ δʼ αὐτῶν οὐδὲ προβαίνειν οἷοί τε ἦσαν, ἀλλʼ ὑπὸ τῶν πελταστῶν στερεὰ ὑποδήματα ἐχόντων διε- φθείροντο.

[*](e 22,1)

Νικίας ἐν τῷ κύκλῳ τοῦ τείχους ἀπελείφθη μετʼ [*](414) ὀλίγων στρατιωτῶν τῆς ἄλλης δυνάμεως περὶ Θάψον οὔσης. τῶν δὲ Συρακουσίων τὸ προπύργιον τοῦ κύ- κλου λαβόντων, ἐν ᾧ ξύλα πολλὰ ἦν, οὐχ ἱκανὸς ὤν ἀμύνασθαι τὰ ξύλα ἐνέπρησεν· ἡ δὲ φλὸξ ἐπὶ μέγα αἰρομένη τοὺς πολεμίους ἀπεκρούετο. ἐν τῷ τέως ἡ ἀπὸ Θάψου δύναμις ἐπελθοῦσα προσεβοήθησεν.

[*](e.39,1)

Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμ- [*](413) βανόμενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν, φάσκων πάντα ποιήσειν τὰ προσταττόμενα, καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιπ- πος τῷ κήρυκι πιστεύσας κατεστρατοπέδευσε καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συν- έπεμψε τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας [*](Cap. 39. § 2. Cf. Holm II, p. 26 et not ; J. p. 492 sq.) [*](Cap. 39. § 3. Cf. Plut. vita Nic 18 et Thucyd. 6, 102, 2.) [*](Cap. 39. § 4. Cf. Tnucyd. 7, 83.—J. p. 493.) [*](2 Ὀλυμπιεῖον H; ὀλύμπιον F 3 ἂν Cas ; ὃ F 7 ὅσοι τε F; corr. vulg 11 ἐπὶ Θάψον H || 12 τὰ προπύργια H || 15 ἡ H vulg. Hertlein; om F 16 ἐλθοῦσα H.)

42
τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀπο U+00AF χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.