De tropis

Tryphon I Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Μετάληψίς ἐστι λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, οἷον

ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι.
τὸ γὰρ θοὸν καὶ ὀξύ συνωνυμεῖ. τὰς γὰρ καλουμένας ὀνομαστικῶς ὀξείας νήσους διὰ τὸ σχῆμα μεταληπτικῶς θοὰς ἐκάλεσεν. οὕτω καὶ τὸ
ἔρρε κακὴ γλήνη,
καὶ
Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ, ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας.
εἴρηται γὰρ φειδωλίᾳ ἀντὶ τοῦ ἀκριβείᾳ.