De tropis
Tryphon I Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Αἴνιγμά ἐστι φράσις ἐπιτετηδευμένη κακοσχόλως εἰς ἀσάφειαν ἀποκρύπτουσα τὸ νοούμενον, ἢ ἀδύνατόν τι καὶ ἀμήχανον παριστάνουσα· διαφέρει δὲ ἀλληγορίας, ὅτι ἡ μὲν ἀμαυροῦται ἢ λέξει ἢ διανοίᾳ, τὸ δὲ καθ᾽ ἑκάτερον, οἷον Ἥσσων ἀλγήσας παῖδα τὸν ἐκ Θέτιδος ἀνέθρεψε· ἥσσων γὰρ ὁ χείρων, ἀλγήσας πονήσας· ἐστὶ δὲ ὅτι Χείρων ὁ Κένταυρος ἐξέθρεψε τὸν Ἀχιλλέα· καὶ πάλιν,
γῆς ἔθανε καταδέσμου ὅτ᾽ ἀγγείων ἀφάμαρτεν·ἀντὶ τοῦ Αἴας ὁ Τελαμῶνος ἐτελεύτησεν, ὅτε τῶν ὅπλων ἀπέτυχε. γῆς γὰρ Αἴας γίνεται, δεσμοῦ Τελαμῶνος, ἀγγείων δὲ τῶν ὅπλων. καὶ
εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μὲν μία τίκτει τὴν ἑτέραν· αὐτὴ δὲ τεκοῦσ᾽ ὑπὸ τῆσδε τεκνοῦται.ἐπὶ ἡμέρας γὰρ καὶ νυκτὸς λέγει. γίνεται δὲ τὸ αἴνιγμα κατὰ τρόπους ἕξ· καθ᾽ ὅμοιον, κατ᾽ ἐναντίον, κατὰ συμβεβηκός, καθ᾽ ἱστορίαν, καθ᾽ ὁμωνυμίαν, κατὰ γλῶτταν. κατὰ μὲν ὅμοιον, οἷον Ἀνδροκύδης ὁ Πυθαγορικὸς
194
ἔλεγε, ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ τὸ δίκαιον μὴ παραβαίνειν, γαμψώνυχας μὴ τρέφειν ἀντὶ τοῦ ἅρπαγας φεύγειν, μελάνουρον μὴ ἐσθίειν ἀντὶ τοῦ ψευδῆ λόγον μὴ προΐεσθαι· τὸ γὰρ ψεῦδος ἐν τοῖς ἐσχάτοις μέρεσι μελαίνεται καὶ ἀμαυροῦται. ἐπὶ χοίνικος μὴ καθίζειν, τουτέστι, μὴ ἐπαναπαύεσθαι τῇ ἐφημέρῳ τροφῇ, ἀλλὰ προεισφέρειν. μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, τουτέστι τὸν θυμούμενον λόγοις μὴ ἐρεθίζειν. καὶ τὸ Ἡσιόδειον μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα ἔσθειν·τουτέστι, μὴ ἀκρατῆ μηδὲ λίχνον εἶναι. καὶ ἐν τῷ βίῳ δέ τινα αἰνιγματωδῶς γίνονται κατὰ τὸν ὅμοιον τρόπον, οἷον ἐπὶ τῶν γαμούντων ὅτι σήσαμον ἢ κριθὰς κόπτουσιν οἰωνιζόμενοι, ἐπεὶ πολύγονά ἐστι. κατ᾽ ἐναντίον δέ, οἷον ὡς ἀνήρ τε καὶ οὐκ ἀνὴρ ὄρνιθα καὶ οὐκ ὄρνιθα ἰδών τε καὶ οὐκ ἰδὼν ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην τε καὶ οὐ καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βάλλει τε καὶ οὐ βάλλει. ταῦτα εἴρηται ἐπὶ εὐνούχου κισσήρει βεβληκότος νυκτερίδα καὶ διὰ τὸ μὴ ἀκριβῶς ἰδεῖν ἐφημαρτηκότος· ἀνὴρ μὲν καὶ οὐκ ἀνὴρ ὁ εὐνοῦχος, ὄρνις καὶ οὐκ ὄρνις ἡ νυκτερίς, ἄπτερος γὰρ καὶ πετομένη· τὸ δὲ ἰδεῖν τε καὶ μὴ ἰδεῖν τὸ μὴ καλῶς ἰδεῖν· ἠμβλυώπει γάρ· καθημένην καὶ οὐ καθημένην διὰ τὸ ἀνεπιστρόφως κρέμασθαι· ξύλον τε καὶ οὐ ξύλον ὁ νάρθηξ· λίθος τε καὶ οὐ λίθος ἡ κίσσηρις· βαλεῖν τε καὶ οὐ βαλεῖν τὸ προέμενον μὴ εὐστοχῆσαι. κατὰ δὲ συμβεβηκός, ὡς τὸ
εἰσίν μοι δύο κασίγνητοι, οἱ δύο μοῦνοι· ὄφρα μὲν οὖν ζώωσι, τὸν ἥλιον οὐκ ἐσορῶσι, αὐτὰρ ἐπεί κε θάνωσι καὶ ἀνδρῶν χεῖρας ἵκωνται, ἠέλιόν τε ὁρῶσι, καὶ ἀλλήλοισι μάχονται.περὶ τῶν ἀστραγάλων, οἶμαι, λέγει. κατὰ δὲ ἱστορίαν,
195
οἷον Τριτογένεια. κατὰ δὲ ὁμωνυμίαν, ὡς ἔχει ὁ δεδομένος χρησμὸς Ἀλεξάνδρῳ τῷ Μολοσσῷ, φυλάξασθαι τὸν ΚΗΡΟΕΝΤΑ.ὁ μὲν γὰρ ᾤετο τὸν ἐν Ἰταλίᾳ ποταμόν, ἦν δὲ ἕτερον· προσδοθέντος γὰρ αὐτῷ πινακιδίου κεκηρωμένου, τοῦτο ἀναγινώσκων ἐδολοφονήθη. κατὰ δὲ γλῶτταν ὅταν τὴν μὲν θάλατταν εὐρυγάστορα λέγῃ, τὴν δὲ Ἀθηναίαν μαρμαρῶπιν, τὸν δὲ μῦν δολιχοῦρον.