Περὶ μεθόδου δεινότητος [Sp.]
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
21 Πότε ἐν τοῖς προβλήμασι ῥήτωρ μέρεσί τισι συνηγόρους δώσει καὶ κατὰ πόσους τρόπους; τέσσαρας· ἢ διὰ [*](1 Dem. 21, 2 | ὦ (om. Ἀθηναῖοι) Ph 2 νομίζοντ Pa 2 Dem. 21, 3 | δὲ om. VcSfPh 5 ἀλλ᾿ ἠθικόν: cf. 327, 4 sq. 6 ὅμηρος ὅρκον ἠθικὸν Ac 7 ὁ δημοσθένης Ph 7.8 Πλάτωνος scripsi; πάντων codd.; Quint. Χll 10, 24: non illud iusiurandum ‘per caesos in Marathone ac Salamine propugnatores reipublicae’ satis manifesta docet praeceptorem eius 〈sc. Demosthenis〉 Platonem fuisse? 8 ἑκάστου Ph 9 ἰδέαι τοῦ ἤθους Pc Vc; τοῦ ἤθους ἰδέα PaAcSf, (τοῦ ex τὸ) Ph | ἐχρήσατο P Ac; χρησάμενος VcSf Ph 10 Hom. υ 339 | ἐμοῖο Sf 13 μὰ τὸν Ζῆθον, om. οὐ, Plat Gorg 489 Ε: Diac.: σφάλμα ἐστὶ γραφικὸν 〈τὸ οὐ W VII 1282, 9 μὰ τὸν Ζῆνα παρὰ πᾶσι (ἐν ἅπασι W VII) γὰρ τοῖς 〈 〈Πλατω- νικοῖς W VII〉 βιβλίοις μὰ (om. W VII) τὸν Ζῆθον ἔχει (ἀπό- μνυσιν W VII) 14 Dem. 18, 208 | cf. 327, 15 sq. 16 supr. Vc Sf, (om τίσι δοτέον) Ac; mg P Ph | mg. ιθ AcPh, κ P 17 ὁ ῥήτωρ Pc)
Τίς μέθοδος τοῦ ἐναντία λέγοντα, οἷς βούλεται γενέσθαι, 22 κατορθοῦν, ὃ βούλεται, μὴ δοκοῦντα ἐναντία οἷς θέλει λέγειν; ἡ κακία ἡ ἐν λόγοις ἐνταῦθα ἀρετὴ φαίνεται. τίς δέ ἐστι κακία ἐν λόγοις; εὐδιάλυτα λέγειν καὶ ἐναντία καὶ στρεφόμενα. ταῦτα ἐν τούτῳ τῷ σχήματι τῶν λόγων ἀρετὴ γίνεται.
Ὅμηρος αὐτὸ πεποίηκεν· Ἀγαμέμνων ἐστὶν ὁ ἀποπειρώμενος τοῦ Ἑλληνικοῦ καὶ βουλόμενος αὐτοὺς μένειν λέγων δεῖν μὴ μένειν ἀλλὰ φεύγειν, καὶ δι᾿ ὅλης τῆς δημηγορίας εὐδιάλυτα λέγει καὶ στρεφόμενα, διδοὺς ἀντιλαβὰς τοῖς ἐναντιουμένοις, ἐπὶ τέλει δὲ καὶ ἐναντιώματα λέγων· τὸ γὰρ φάναι
Ἐν δὲ ταῖς σχολικαῖς ὑποθέσεσιν ἔστι καὶ ἄλλη τις τέχνη, ἣ βοηθεῖ ταῖς τοῦ ἀντιδίκου προτάσεσι καὶ διὰ μακρῶν προβάλλεται καὶ διὰ μαρτυριῶν ἔσθ᾿ ὅτε. ἀλλὰ ἀντιλέγειν προσποιοῦ· οὕτω γὰρ λέγων οὐχ ὑποπτευθήσῃ, καὶ ὃ βούλει, σοὶ ἔσται. ἐν γὰρ τῷ τοιούτῳ σχήματι τῶν λόγων τὸ μὲν νικῆσαι λέγοντα ἡττηθῆναί ἐστι, τὸ δὲ ἡττηθῆναι λέγοντα νικῆσαι ἐστι· γέγονε γάρ, ὃ βουλόμεθα.
23 Ὁ κατηγορῶν τὰς τοῦ μέλλοντος ἀποκρίνεσθαι οὐχ ἀπλῶς προτείνι προτάσεις, ἀλλὰ κατὰ τρόπους τρεῖς, ἐπιστήμην, δόξαν, ἀκοήν· ἐπιστήμην μὲν ‘οἶδα, ὅπερ νὴ Δία ἐρεῖ’ καὶ ὅσα τοιαῦτα, δόξαν δὲ οἶον ‘τάχα τοίνυν ἴσως ἐρεῖ’, ὡς ἀμφιβάλλων περὶ τῆς προτάσεως, ἀκοὴν δὲ ὡς ἀκούων περὶ τῆς προτάσεως ‘πυνθάνομαι τοίνυν μέλλειν αὐτὸν λέγειν’.
[*](5 Hom. Β 140 c. schol. Ven. B 2 δʼ ἀῦ εἶπε ⌊καὶ m.1 supr.⌉ Pc 3 δὲ om. Vδ | μένειν PVcSfPh; ἐν Vh; μόνοις Ac; μόνον Vδ 5 cf. [Dion.] lI 1 p. 329, 14 sq Us. | σχολικαῖς Ac 6 βο- ηθεῖ Vc Ac Sf Ph; βοηθεῖται P 7 διὰ μαρτυριῶν PAc; διὰ μαρτυρίας VcSf; διὰ μαρτυρίαις Ph, v.l.P 8 γὰρ καὶ VcAcSf Ph | cf 250, 1 sq. 366, 17 sq. 11 pr. ἐστὶ om. Ph 13 supr. VcAcSf, mg P Ph | mg. κα AcPh, κβ P 1 (ὁ γὰρ) — p. 439, 11 laudat Dox. (in Herm. Π. ἰδ. p. 238, 14) | cf. [Dion.] lI 1 p. 362, 17 sq. Us. | οὐ κατηγοροῦντας τοῦ Ph 16 〈οἷον〉 οἶδα Spengel ὅτι (pro περ) Fuhr; cf. [Dion.] l. 23 17 οἷον PSf Ph, Dox.: om. VcAc 17. 18 cf. Dem. 21, 191 18 ὡς postea add. Vc (m. 1?); om.SfPh 18 τὴν πρότασιν Dox. 19 ἀκούω ἢ (om. περὶ τῆς προτάσεως) Dox.)Τὰ μὲν δὴ σχήματα τῆς προτάσεως τῶν τοῦ ἀπολογουμένου κεφαλαίων ταῦτα· ὁ δὲ καιρὸς ἑκάστου τίς; δεῖ γὰρ εἰδέναι, πότε τῇ ἐπιστήμῃ καὶ τῇ δόξῃ καὶ τῇ ἀκοῇ χρησόμεθα· ἡ γὰρ ἀκαιρία πολλάκις καὶ ἐναντία ποιεῖ. τῶν μελλόντων προτείνεσθαι ὑπὸ τοῦ ἀπολογουμένου τοῦ οὖν ἀντιδίκου τὰ μέν ἐστιν ἰσχυρότερα, τὰ δὲ ἀσθενῆ, τὰ δὲ μέσα· τὰ μὲν οὖν ἀσθενῆ [*](428) τοῦ ἀντιδίκου ὡς εἰδὼς τῇ ἐπιστήμῃ προβαλῇ, τὰ δὲ μέσα τῇ ἕξει ὡς στοχαζόμενος, ὅπερ ἐστὶ τῇ δόξῃ, τὰ δὲ ἰσχυρὰ ὡς πυνθανόμενος. ἵνα δοκῇς ἀκούειν αὐτά, μὴ συνειδέναι δὲ ἰσχυρὰ ὄντα. Οὕτω μὲν δὴ δεῖ [*](445) προτείνειν.
Δημοσθένης δὲ τὰ ἄμικτα ἔμιξεν ἐν τῷ Κατὰ Μειδίου, ἐπιστήμην ὁμοῦ καὶ ἀκοήν, λέγων οὕτως «ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδία πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι»· διὰ μὲν γὰρ τὴν φύσιν τοῦ πράγματος καὶ τὴν ἰσχύν τοῦ κεφαλαίου τῇ ἀκο κέχρηται, διὰ δὲ τὴν προσποίησιν τῆς καταφρονήσεως τῇ ἐπιστήμῃ. ἀλλὰ καὶ ἐν τῷ Περὶ τῆς ἀτελείας ἰσχυρότατον προτείνων τοῦ Λεπτίνου κεφάλαιον, τὸ τῆς ἀξίας, τῇ ἐπιστήμῃ προέτεινεν οὕτως «ἔστι δ᾿ οὐκ ἄδηλον τοῦθ᾿, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λεγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, [*](5 τὰ μέλλοντα Dox. | ἐπὶ Dox. 6 τοῦ οὖν ἀντιδίκου P Vc Ac SfPh; om. Vδ, Dox. 6. 7 ἰσχυρὰ Dox. 8 προβαλεῖ AcSfPh, Dox. 9 τῆ λέξει Ph; τῇ τάξει, ἕ supr. Vδ; ⌊ΙΙ⌉τ|ῆ m. po. ex ι; Ι er.⌉ έξει Vc; cf. Syr. 1 p. 35, 6 10 δοκῆι Ac Ph, Dox. | αὐτὰ ἀκούειν Sf 11 συνειδέναι VcStPh, m. 2Pc, cf. Syr 1 p. 35, 4 (addit τοῖς ἀντιδίκοις), [Dion.] lI 1 p. 363, 7 Us. (addit τοῖς ἐναντίοις); συν- ιέναι PAc, Dox, m.po.Vc | δὲ om. VcSfPh 11. 12 ⌊εἰπεῖν del.⌉ προτείνειν Ph 14 ὁμοῦ om. Vδ | Dem. 21, 25 16 ἐπηγγέλλετό Ph 1 ἀξίας (τα m. 2?) Vc | cf. 441, 12 22 Dem. 20, 1 | τοῦθ᾿ om. Pah VcAc 23 περὶ αὐτοῦ ἐρεῖ Vc)
24 Τοῦ ταὐτὰ λέγοντα ἢ ἑαυτῷ ἢ ἄλλῳ τινὶ μὴ δοκεῖν τὰ αὐτὰ λέγειν διπλῆ μέθοδος· τάξεως μεταβολή, καὶ μήκη καὶ βραχύτητες. ἡ δὲ αὐτὴ καὶ τοῦ παραφράζειν μέθοδος· ἢ γὰρ τὴν τάξιν μεταβάλλεις, περ ἐκεῖνος ἐχρήσατο, ἢ τὸ μέτρον· εἴπερ γὰρ διὰ μακρῶν ἐκεῖνος, ταῦτα ἐν βραχέσι συνελὼν λέγεις, ἢ τὸ ἐναντίον.
Τίς δὲ ἑκατέρου τούτων ὁ καιρός; ἡ μὲν συμβουλευτικὴ μήκη καὶ βραχύτητας ἐπιδέχεται· τῆς γὰρ τάξεως μεταβολὴν οὐ δύναται ἔχειν, ὅτι ἐν συμβουλῇ πάντως πρῶτον τὸ κατεπεῖγον εἶναι δεῖ παρὰ παντὶ συμβουλεύοντι. ἐν δὲ τῇ πανηγυρικῇ νόμος ἐστὶ τῶν κεφαλαίων τῆς τάξεως ἀμετάβλητος ἡ φύσις τῶν πραγμάτων. [*](446) χρώμεθα οὖν τοῖς μήκεσι καὶ ταῖς βραχύτησιν, ὥσπερ ἐν συμβουλευτικῇ μὲν ἰδέᾳ ἐποίησεν ὁ Δημοσθένης ἔν τε τοῖς Ὀλυνθιακοῖς καὶ ἐν τῷ Περὶ τῶν ἐν Χερρονήσῳ [*](1 εὐρομένους Ph, m.1Vc, (α m. 1 supr.) P; εὑραμένους AcSf 3. 4 καὶ παρὰ φύσιν om. P VcPh; γρ καὶ οὕτως· καὶ κατὰ φύσιν καὶ κατὰ τέχνην. ἢ οὕτως· καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν Pa; γρ΄ καὶ κατα τέχνην m. 2Sf 4 ὡς καὶ ἐνταῦθα Ac 6. 7 supr. AcSf, (τοῖς ἄλλοις) Vc; mg. Pa, (om. τὰ) Pc, (om. τοῦ) Ph | mg. κβ VcAcPh, P | ἢ τοῖς ἄλλοις Vc; ἢ καὶ ἄλλοις Pπ 11 μετα- βαλεῖς Vδ 12 γὰρ et ἐκεῖνος om. VcAcSfPh 14 δὲ om. VcPh 16 ἐν μὲν VcAcSfPh πάντων Sf 17 παντὶ τῶι Pc 21 ὁ om. VcSfPh 22 τῶ Vδ τοῖς PVcAcSfPh | ἐπὶ Ph)
Ἐν δὲ τῇ δικανικῇ ἰδέᾳ καὶ ἡ τῆς τάξεως μεταβολὴ χώραν ἔχει, ὥσπερ Δημοσθένης ἐποίησεν ἐν τῷ Περὶ τῆς ἀτελείας· Φορμίωνος γὰρ προκατηγορήσαντος τοῦ νόμου καὶ χρησαμένου τοῖς κεφαλαίοις τῆς διαιρέσεως, [*](430) τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῷ τῆς ἀξίας, ἀνέστρεψε τὴν τάξιν μεταβάλλων· πῶς δὲ τοῦτο ἐποίησεν, ἐν τοῖς περὶ τοῦ λόγου διεξήλθομεν.
Τοῦ ἑαυτὸν ἐπαινεῖν ἐπαχθοῦς ὄντος καὶ εὐμισήτου, 25 τοῦ ἀνεπαχθῶς ποιῆσαι μέθοδοι τρεῖς· κοινότης λόγου, ἀνάγκης προσποίησις, προσώπου ὑπαλλαγή.
Τούτων παραδείγματα. ὁ Ἰσοκράτης ἐν τῷ πρώτῳ λόγῳ τῶν παραινέσεων τὸ πρῶτον προοίμιον ἑαυτοῦ ἔπαινον κατεσκεύασε· θέλει γὰρ εἰπεῖν ὅτι ἐγὼ ἀνήρ [*](1 cf. Theon. lI 63, 32 Sp. 4 ἐπὶ Vc | πολέμων VcAcSfPh, v.l. Pa, cf. Thuc. 2, 36; πολεμίων P 5 μὲν om. Sf | Plat. Menex 239 A sq. 6 τὰ Sf; om. PVcAcPh 7 τῆς om. Ac 13 ἀντ- ἐστρεψε VcSf μεταβάλλων Ph; μεταβαλών PVcAcSf 14 scil. ἐν τοῖς εἰς τοὺς δημοσίους ὑπομινήμασιν, cf. 308, 12 | περὶ αὐτοῦ λόγοις Sf, (τούτου) m.po. Vc 15 supr. VcAcSf, mg. P Ph mg. κγ VcAcPh, κδ Pc (er.? Pa) 10 cf. Alex. III 4, 13 Sp.; Aristid. II 506, 8 Sp. | ὄντως Ph 17 addidi 19 τὰ παρα- δείγματα AcSfPh | ὁ om. Ph 20 ἑαυτοῦ mg. suppl. m. 1Ph 21 cf. [Dion.] lI 1 p. 24, 19 Us. Plut De se ipsum laudando c. 1 sq.)
Δύο παλαίσματα δικαστηρίων Δημοσθένης ἐπετεχνήσατο, 26 τό τε οἰκεῖον ἰσχυρόν, κἂν μὴ κρινόμενον ᾖ, εἰς κρίσιν ἀγαγεῖν καὶ τὸ τοῦ ἀντιδίκου ἰσχυρὸν κρινόμενον ἐκβαλεῖν. ταῦτα τοίνυν ἀμφότερα ποιεῖ Δημοσθένης καὶ λανθάνει πράττων· ὅταν γὰρ τὸ οἰκεῖον εἰσάγῃ χαριζόμενος ἑαυτῷ, ἀνάγκην προσποιεῖται, ὅταν δὲ τὸ τοῦ ἀντιδίκου ἐκβάλλῃ πανουργῶν, ἁπλότητα ὑποκρίνεται.
Τοῦτο ἐποίησε καὶ ἐν δυσὶ λόγοις, ἔν τε τῷ Περὶ τοῦ στεφάνου καὶ ἐν τῷ Κατὰ Ἀριστοκράτους. ὅταν [*](432) γὰρ τὸ τῆς πολιτείας καὶ ἀξίας ἐπάγῃ, ἀνάγκην ὑποκρίνεται «ἐὰν δὲ ἐφ᾿ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι [*](448) βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ»· ὅταν δὲ τούς νόμους κλέπτῃ, ἁπλότητα προσποιεῖται λέγων οὕτως «ἔτι μέντοι καὶ τοὺς νόμους δεικτέον εἶναί μοι δοκεῖ», ὡς παρέργου μνημονεύων τοῦ ἰσχυροῦ τῷ ἀντιδίκῳ. — Καὶ πάλιν ἐν τῷ Κατ᾿ Ἀριστοκράτους εἰσάγων τὸν περὶ Χερρονήσου λόγον [*](1. 2 mg. P; supr. (ἐπετεχνάσατο) Ac, (τῶν δικαστηρίων; ἐπετεχ- νήσατο) VcSf om. Ph | mg. κδ AcPh, κε P 3 δημοσθένους VcSfPh ἃ δημοσθένους Ac 3. 4 ἐπετεχνήσατο Pa, (ἐπ supr., m. 1?) Pc; ἐπιτεχνήματα VcAcSfPh; γρ ἐπὶ τέχνη μετὰ δημο- σθένην Pa; γρ΄ ἐπιτεχνήμα δημοσθέ Pc 5. 6 καὶ ante κρινόμενον supr. Vδ 9 ἐκβάλῃ Sf | καὶ ἁπλότητα VcSfPh 11 καὶ om. Portus 12 τοῦ om. Ph | καὶ — ἀριστοκράτους Ac, m.po. PaVc Sf; om. P VcSFPh 13 γὰρ PAc; om. Ph; suppl. m.po. Vc, m.2 Sf [ἐπαγάγηι VcPh; ἐπεισάγηι Ac 14 Dem. 18, 4 16. 17 444, 3; cf. [Dion.] II 1 p. 302, 23 Us (de Demosth. Π. παραπρεσβ.): ἁπλότη- τος προσχήματι κλέπτων τὴν πανουργίαν τῆς κατασκευῆς 16 ἁπλό- τητ⌊α ex ι | Vc 17 Dem. 18, 58 18 πάρεργον Ph 19. 20 καὶ πάλιν λέγων θεάσασθε — τοὺς λόγους (sicut p. 444, 5. 6) καὶ πά- λιν ἐν Vc, (om. ult. καὶ) AcSfPh )
27 Δευτερολογιῶν εἴδη τάδε· ἤτοι γὰρ διὰ μέγεθος τοῦ ἀγῶνος μερίζεται ἡ κατηγορία ἢ ἡ ἀπολογία· ἢ προκατηγορήσαντός τινος καὶ προαγωνισαμένου ὁ δεύτερος λέγων αὐξήσει χρῆται, ὥσπερ οἱ Κατὰ Ἀριστογείτονος λόγοι ἔχουσιν· ἢ τὰ αὐτὰ ὁ δεύτερος λέγων οὐκ αὔξει μέν, προστίθησι δέ τινα ἢ ἀφαιρεῖ, ὥσπερ κατορθῶν τὰ εἰρημένα, ὡς ἔχει ὁ τοῦ Νέστορος λόγος ἐν τῇ δευτέρᾳ ῥαψῳδίᾳ μετὰ τὴν Ὀδυσσέως δημηγορίαν· ἢ προαγωνισαμένου ἑτέρου ὁ δεύτερος λέγων τὰ μέλλοντα δεύτερα λέγεσθαι ὑπὸ τοῦ ἀντιδίκου προκαταλαμβάνει λέγων, ὥσπερ ὁ Κατ᾿ Ἀνδροτίωνος ἔχει, προκατηγορήσαντος γὰρ Εὐκτήμονος, ἃ μέλλει λέγειν Ἀνδροτίων, ὁ Διόδωρος προκαταλαμβάνει. Οὗτοι τέσσαρες τρόποι δευτερολογίας.
[*](1 Dem. 23, 8 2 τὸ om. Ph 3 ὑμᾶς Vδ; cf. 235, 22 5 Dem. 23, 24 6 εἰ Pc 8 τυγχάνηι Pc 11. 12 supr. VcSf, (δευτερολογίας et γίνεται) Ac; mg. (γίνεται) P Ph | mg. κε AcPh, κς P 13 γὰρ om. VcSfPh 14 ἢ κατηγορία ἢ (om. ἡ) Ph 17 αὐξήσει (om. οὐκ et μὲν) Ph: ⌊ οὐκ m.po.supr.⌉ αὔξει μὲν m. po.] Vc 19 Hom. Β 337 23. 24 κατηγορήσαντος VcAcPh 24 γὰρ m.2 suppl. Sf)Οἱ παλαιοὶ διηγούμενοι διπλῇ τινι μεθόδῳ χρῶνται, 28 ἀναφορῷ δι᾿ ἀσφάλειαν καὶ διὰ πίστιν βεβαιώσει, οἷον [*](434) Ἰσοκράτης «Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, ὡς οἱ μῦθοι λέγουσι καὶ πάντες πιστεύουσι», τὸ μὲν «ὡς οἱ μῦθοι λέγουσιν» ἀναφορά, τὸ δὲ «καὶ πάντες πιστεύουσιν» ἡ βεβαίωσις. καὶ Εὐριπίδης «Ζεύς, ὡς λέλεκται» ἀναφορά, «τῆς ἀληθείας ὕπο» βεβαίωσις. καὶ Ἡρόδοτος «οὕτω δὴ λέγουσι Κορίνθιοι» ἀναφορά, «ὁμολογέουσι δέ σφι Λέσβιοι» βεβαίωσις. καὶ Θουκυδίδης «λέγουσι δέ» ἀναφορά, «καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν προτέρων δεδεγμένοι» βεβαίωσις. καὶ Δημοσθένης «ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, ὸὐδένων εἰσὶ βελτίους»· καὶ τοῦτο παρὰ Πλάτωνος ἔλαβεν «ὡς ἐγώ του παρὰ βασιλέως ἐλθόντος ἤκουσα, ἀνδρὸς ἀξιοπίστου».
Οἱ παλαιοὶ κοινὰ λέγοντες διανοήματα ὁμολογία τῆς 29 κοινότητος ἴδια αὑτῶν ποιοῦσιν. Ἰσοκράτης «ἅπαντες [*](435) [*](1 supr. VcSf, (διηγήσεων) Ac; mg. P Ph | mg. κς VcAcPh, κζ P 3 Diac.: τινὲς εἰς τὸ ‘ἀσφάλειαν’ στίζουσιν, εἶτα τὸ ἐξῆς ἀναγινώσκουσι καὶ πίστιν βεβαιώσει᾿ . . . ἔνιοι δὲ ‘δι’ ἀσφάλειαν καὶ πίστιν᾿ ἀναγινώσκουσιν, εἶτα τὸ ἐξῆς ‘βεβαιώσει’ 4 lsocr. 1, 50 6 οἱ om. Vc 7 Eur. fr 591 N.²; Rhein. Museum 63, 145 l. 13; 146 l. 1 8 καὶ τῆς Vc | ὕπο om. Ph, (m. po. suppl.) Vc | ἡ βεβαίωσις VcSfPh 9 οὕτω P VcAc, v. l. m. 2Sf; τῶι Ph, Her. 1, 23; το Sf 10 ὁμολογοῦσι Ph | καὶ — 13 βεβαίωσις om. Pc | Thuc. 1, 9 12 δεδιδαγμένοι m. 2Sf 13 Dem. 2, 17 14 γεγεν- νημένων Pa | ἤκουσα τινὸς Vc 15 καὶ τὸ τοῦ Ph 16 παρὰ add. Ma, cf. 348, 6 | Plat. Alcib. I 123 B | του PcVcAc; που Pa, m.1Sf; τῶν Ph 18. 19 supr. VcSf, (ἰδιασόμεθα) Ac; mg. Pa, (νοημάτων) Pc, (καὶ πῶς) Ph | mg. κζ VcAc, κζ P 20 διανοή- ματα λέγοντες Ac 21 lsocr 8, 1)
Κατὰ πόσους τρόπους ἐν πεζῷ λόγῳ χρῆσις ἐπῶν 30 γίνεται; κατὰ δύο, κόλλησιν καὶ παρῳδίαν. καὶ κόλλησις μέν ἐστιν, ὅταν ὁλόκληρον τὸ ἔπος εὐφυῶς κολλήσῃ τῷ λόγῳ, ὥστε συμφωνεῖν δοκεῖν· οἷον παρὰ τῷ Αἰσχίνῃ ἐν τῷ Κατὰ Τιμάρχου ἐπιστᾶσά που ἡ τοῦ Πατρόκλου ψυχὴ καθεύδοντι τῷ Ἀχιλλεῖ ἐπισκήπτει περὶ τοῦ ὁμόταφος αὐτῷ γενέσθαι
31 Πρὸς τὰ κεκρατηκότα πάθη οὐ δεῖ ἀντιτείνειν, ἀλλ᾿ εἴκοντα παραμυθεῖσθαι. Ὅμηρος ἐποίησε, Θουκυδίδης ἐμιμήσατο, Δημοσθένης διεδέξατο, Ἰσοκράτης παρέδωκεν. Ὅμηρος
Περὶ ὁμολογουημένων ἀδικημάτων.
[*](452)32 Τῶν ὁμολογουμένων ἀδικημάτων μία παραμυθία ἡ ὁμολογία καὶ ἀπολογία. Ὅμηρος τοῦτο ἐδίδαξεν, Ἡρόδοτος [*](3 mg. Pa, (περὶ om.) Pc; supr. (τῶν om.; ἀκούουσι) VcAc Sf; mg. περι κεκρατηκότων, om. cet., Ph | mg. κθ VcAc, λ P 4 cf. [Dion.] lI 1 p. 281, 8. 9 Us. 8 Hom. Β 291 10 ἀσχα- λάαῖς Ph 11 Thuc. 2, 61 13 Dem. 2, 22 14. 15 ταύτη τοι φοβερὸν προσπολεμίσαι νομίσοι Vc 15 νομίσει Sf 16 σαφῶς Vδ 17 πλησιαζόντων VcAc, lsocr. 1, 31 18 ἀπαντᾶν VcAc 19 εἴκειν Ac | ἐπιπλήττειν Ac 20 supr. VcAcSf, mg. P Ph mg. λ VcAcPh, λα P 21. 22 sic PSfPh ἡ ἀπολογία καὶ ὁμολογία)
33 Τὸ τραγικῶς λέγειν Ὅμηρος μὲν ἐδίδαξε, Δημοσθένης δὲ ἐμιμήσατο. ὅτι μὲν γὰρ τραγῳδὸς καὶ πατὴρ τραγῳδίας Ὅμηρος, Πλάτων μαρτυρεῖ· ὅπως δ᾿ ἐτραγῴδησεν ἐν τῇ ἑαυτοῦ ποιήσει, θεωρητέον.
Ἰλίου ἅλωσιν οὐκ εἶπε, τέχνῃ παραλιπών· οὐ γὰρ ἥρμοζεν αὐτοῦ τῇ τῆς ποιήσεως τραγῳδίᾳ ἑνὸς πολιχνίου πόρθησις· τί οὖν ποιεῖ; πάσης πόλεως εἶπε πόρθησιν ἐν δυσὶν ἔπεσιν
Ταὐτὰ ποιεῖ Δημοσθένης καὶ οὕτω τραγῳδεῖ Φωκέων ἅλωσιν ἔθνους ὅλου ἐν ὀλίγοις ῥήμασι λέγων «ἦν [*](1 supr. VcAcSfPh, mg. P | mg. λα VcAcPh, λβ P Plat. Reip/ Χ 598 D 5 αὐτοῦ Ac 6 τέχν vix. san.; Laurentus vertit ‘artificiose | eam relingurens’ | καταλιπών P 8. 9 πόρθησιν εἶπεν VcAcSfPh 10 Hom. Ι 593 |⌊II⌉κτείνουσι⌊ν er.⌉ Vc | ἀμαλ θύνει Ph ad 10. 20 451, 3: cf. Theon lI 62, 24; 31. 63, 3 Sp. Aps l 2 p. 317, 3 Sp. -H. 11 δ᾿ (om τ᾿) Ac Ph 12 Hom. Ω 725. 748. 762 τ⌊ί καὶ m. po.; ex η⌉ Vc; τι (om. καὶ) Ph 15 τὸν om. Ph | νομίσωμεν Ph | ἡμῖν ante ὅμηρον Vc, ante λέγειν Sf Ph ; om. Ac 16 φυλάττειν VcAcPh 18 σμικρὰ Pc 19 παρα- λαμβάνει VcSf; προσλαμβάνειν Ac 20 οὗτος Sf; οὕτως VcAc Ph 21 Dem. 19. 65)
Τοῦ κωμικῶς λέγειν ἅμα καὶ σκώπτειν ἀρχαίως τρεῖς 34 μέθοδοι· τὸ κατὰ παρῳδίαν σχῆμα, τὸ παρὰ προσδοκίαν, τὸ ἐναντίας ποιεῖσθαι τὰς εἰκόνας τῇ φύσει τῶν πραγμάτων. τούτων παραδείγματα λάβωμεν τὰ μὲν ἐκ τοῦ κωμικοῦ, τὰ δὲ ἐκ τοῦ βίου, τὰ δὲ ἐκ τοῦ ῥήτορος.
[*](441)Τὸ μὲν κατὰ παρῳδίαν οὕτως ἔχει
Τὸ δὲ παρὰ προσδοκίαν τοῦτο [*](454) «βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐβουλόμην λαχεῖν, ἐπειδὴ δὲ ἔλαχον»· [*](2 ὀλίγα om. P; γρ γυναῖκα δὲ καὶ παιδάρια ὀλίγα Pa, (γύ- ναια) Pc 3. 4 μονονουχὶ παραμικρὸν παρέφρασε Sf 4 Dem 54, 3 sq. 9 supr. VcAcSfPh, mg. P | mg λβ VcAcPh, λγ P 10 τὸ Ph 11 cf. Auct. ad. Her. Ι 6, 10 14 τὰ δὲ ἐκ τοῦ βίου post ῥήτορος Pc; del. Spengel, at cf. 452, 5 sq. | ἀπὸ (pro alt. ἐκ) AcSfPh 15 τὸ scripsi; τὰ codd. 16 Arist. Vesp. 45 ὁλᾶις θεόδωλος . . κόλακος Vc | θεόδωλος Ph; θεόδωλον Sf 17 θέλων — ἔχει om. Vc 18 τὴν φωνὴν VcSfPh 20 οὕτω AId. 21 Fragm com. anon. 187. IV p. 650 Meineke τὸ om. Ph | γρ οὐκανεβαλόμην Ac 22 τυχεῖν Sf)
Τὸ δὲ ἐναντίως χρῆσθαι ταῖς εἰκόσι πρὸς τὰ μεγέθη τῶν πραγμάτων οὕτω γίνεται, ἐὰν μεγάλῳ μικρὸν ἀντιτιθῶμεν καὶ μικρῷ μέγα, οἷον ‘ἐμαχέσαντο οἱ ὄρτυγες ὡς Αἴας καὶ Ἕκτωρ’ καὶ ‘Ἕκτωρ καὶ Ἀχιλλεὺς ἐμαχέσαντο ὡς ἀλεκτρυόνες’.
Τούτοις πᾶσι χρῆται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνο· ὅθεν δηλοῦται, ὅτι κωμῳδεῖν ἐπίσταται· τῇ [*](442) μὲν παρῳδία οὕτως «τὸν μὲν πατέρα ἀντὶ Τρόμητος ἐποίησεν Ἀτρόμητον», τῷ δὲ παρὰ προσδοκίαν οὕτω περὶ Αἰσχίνου λέγων «οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλ᾿ οἷς ὁ δῆμος καταρᾶται», τῇ δ᾿ ἐναντιώσει τῶν εἰκόνων οὕτως «αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἱνόμαος».
35 Τοῖς μὲν πολλοῖς δοκεῖ πολλὰς ἐν τοῖς βιβλίοις ἀμφιβολίας γίνεσθαι ὑπὸ τῶν παλαιῶν· ἡμεῖς δὲ φαμέν, ὅτι οὐ δύναται ἔν τῳ παλαιῷ βιβλίῳ ἀμφιβολία εἶναι· ἀνάγκη γὰρ τὴν διάνοιαν εἶναι ἄτοπον τὴν ἑτέραν ἢ τὴν σύνταξιν τῆς λέξεως. τὸ γοῦν παρʼ Ὁμήρῳ «θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον, ὃν ἑταῖρον τοῦτο λέγουσιν εἶναι ἀμφιβολίαν, πότερον Πάτροκλον κελεύῖει [*](3 ἐναντίως, in argumento mg. ἐναντιαις, Ph 4 παραδειγ- μάτων VcPh 4. 5 ἀντιτιθῶμεν Pc; ἀντιθῶμεν Pah VcAc 6 ὡς om. AcPh | alt. καὶ Ἕκτωρ om. Ac Ph 6. 7 cf. Demetr De eloc. 160 9 ἔνθεν Vδ, (ὅ supr.) Pa 10 et 12 Dem 18. 130 11 τὸ Vc Sf 14 (αὐτο om.) τραγικὸς Ph |Dem. 18, 242 15 supr. Vc Ac Sf Ph, mg. P | mg. λ VcAcPh, λδ P 16 de controversia simili cf. [Dion.] ΙΙ 1 p. 323, 6; 295, 3 Js. | cf. Theon lI 82, 29 Sp. 17 γενέσθαι Vδ 18 ἀμφιλογία Ph 20 δὲ (pro γοῦν) Vc Ac | Hom. Ι 219 21 ὃν om. Ac 22 ἀμφίβολον Πάτροκλον om. Vc)
Δημηγορία, διάλογος, κωμῳδία, τραγῳδία, συμπόσια 36 Σωκρατικὰ διά τινος διπλῆς μεθόδου πάντα πλέκεται.
[*](3 sq. cf. Aristid. ΙΙ 508, 6 Sp. |adesp. fr 188 N.² | καταλαβεῖν Ph 4. 5 δύνασθαι καὶ τοῦτον εἶναι VcAcSfPh 5 εὐχομένωι c; exsp. εὔχομαι | τοῦ om. Pc 7 καὶ τὸ post τρόπον add. Ac Thuc 1, 24 8 τινὲς Vc 9 τίνων Ac 10. 11 〈ἀλλ᾿ ἔστιν〉 ἀδύνατον ? 11 ⌊ὑ m.po⌉ πὸ Vc 11 sq. Diac.: παροραμα τοῦτο τῷ Ἑρμογένει ἐγένετο 11. 12 ὃ λέγει δὲ τοῦτό ἐστιν VcSfPh 18 ἵνα — 14 στάσεως om. Ac 14 οὐδεὶς γὰρ λέγει (m. po. γρ΄ καὶ οὐ δεῖ λέγειν) Vc | γαρ supr. Ph 15 τοσαῦτα περὶ ἀμφι- βολίας om. Vc 16. 17 supr. Ac Sf, (διαλόγου δημηγορίας) Vc mg. Ph: περὶ δημηγορίας διαλόγου καὶ τῶν λοιπῶν Pπ, mg. P | mg. λδ VcAcPh, λε P)Ἡ μὲν δημηγορία ἐπιτίμησιν ἔχει καὶ παραμυθίαν, τῆς μὲν ἐπιτιμήσεως κολαζούσης καὶ παιδευούσης τὰς γνώμας τῶν ἀκουόντων, τῆς δὲ παραμυθίας τὸ λυπηρὸν ἐκβαλλούσης ἐκ τῆς ἐπιτιμήσεως. παράδειγμα ταύτης τῆς πλοκῆς πάντες οἱ ψιλιππικοὶ ἀναμὶξ συγκείμενοι
Κωμῳδίας δὲ πλοκὴ πικρὰ καὶ γελοῖα, τῶν μὲν πικρῶν σωφρονιζόντων, τῶν δὲ γελοίων παραμυθουμένων ὅπερ καὶ ἐξ αὐτῶν τῶν ποιημάτων ἔστι καταμαθεῖν, οὐχ ἥκιστα δὲ ἐν τοῖς Ἀχαρνεῦσιν ὁ Ἀριστοφάνης δηλοῖ λέγων οὕτως
Τραγῳδίας πλοκὴ οἶκτος καὶ θαῦμα, ὅπερ ἔστι καταμαθεῖν καὶ ἐκ τῶν τραγῳδιῶν, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τῶν Ὁμήρου· τοῦτον γὰρ ἔφη ὁ Πλάτων πατέρα τρογῳδίας εἶναι καὶ χορηγόν· εὑρήσομεν οὖν ἐν τοῖς προοιμίοις αὐτοῦ ἀναμὶξ οἶκτον καὶ θαῦμα.
Συμποσίου Σωκρατικοῦ πλοκὴ σπουδαῖα καὶ γελοῖα [*](456) καὶ πρόσωπα καὶ πράγματα, ὥσπερ καὶ ἐν τῷ Ξενοφῶντος καὶ ἐν τῷ Πλάτωνος Συμποσίῳ. ἀλλὰ καὶ ἐν τῇ Κύρου παιδείᾳ φησὶ Ξενοφῶν «ἀεὶ μὲν οὖν ἐπεμελεῖτο ὁ Κῦρος, ὁπότε συσκηνοῖεν, ὅπως εὐχαριτώτερο τε λόγοι ῥηθήσονται καὶ παρορμῶντες εἰς ἀρετήν».
[*](1 μὲν γὰρ Vδ |cf. [Dion.] ΙΙ 1 p. 331, 25 Us. 2 ἐπιτιμία Vc 4 ἐκβαλούσης Sf | τὸ ἐκ Vc | παραδείγματα Vc 9 ὁ om. Vc Sf 11 Arist. Ach 1 | δὴ om. Ac 13 δὲ βαιαὶ Vc: βεβαία Ph 14 λόγων Ac Sf Ph, (ε ex ο?) Vc | γελοίων Vc Ac Sf Ph 15 δὲ πλοκὴ Vc Ph 17 cf. 450, 3; Plat Reip. X 598 D 18 εἶναι om. Vc 19 ἀναμὶξ om. P 23 Xen Cyrop. ΙΙ 2, 1 24 εὐχα- ριστότεροί Ac Sf Ph 25 ῥηθήσωνται Ac Sf; ἐμβληθήσονται Xen. )Διαλόγου πλοκὴ ἠθικοὶ λόγοι καὶ ζητητικοί. ὅταν ἀναμίξῃς προσδιαλεγόμενος καὶ ζητῶν, οἱ ἠθικοὶ παρεμβληθέντες λόγοι ἀναπαύουσι τὴν ψυχήν, ὅταν δ᾿ αὖ ἀναπαύσηται, ἐπάγεται ἡ ζήτησις, ὥσπερ ἐν ὀργάνῳ ἡ τάσις καὶ ἄνεσις γίνεται.
Ἡ ἀπόφασις τῇ καταφάσει ποτὲ μὲν τὸ ἴσον δύναται, 37 ποτὲ δὲ τὸ ἔλαττον, ποτὲ δὲ τὸ πλέον. ἴσον μέν, ὅταν δι᾿ ἐγγύτητα τῆς λέξεως φεύγων τις τὴν ταυτότητα μεταβάλλῃ τὴν λέξιν· οἷον «θύων τε γὰρ φανερὸς ἦν καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν», ταὐτὸ ἐδήλωσεν. [*](445) ἔλαττον δὲ καὶ πλέον ἤτοι ὑποστελλομένων ἡμῶν δι᾿ ἀσφάλειαν ἢ ἐπιτεινόντων δι᾿ αὔξησιν κατὰ ἤθους προσθήκην· οἷον