Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

8 Ἡ βαρύτης ἐννοίας μὲν ἔχει τὰς ὀνειδιστικὰς ἁπάσας, ὅταν εὐεργεσίας τις ἑαυτοῦ λέγων τὸ μηδενὸς ἢ ἐλαττόνων ἠξιῶσθαι ἢ καὶ τοὐναντίον, ὅτι καὶ τιμωρίας [*](385) ἀντὶ τιμῆς ἠξίωται, ὀνειδίζῃ· οὕτω γὰρ καὶ μάλιστα βαρὺς ὁ λόγος γίνεται, εἰ παρατιθείη τις τοὺς οὐδὲν ἢ μικρὰ εὐεργετήσαντας ἢ καὶ τοὐναντίον ἠδικηκότας, εἶτα τυχόντας, ὧν αὐτὸς οὐκ ἠξιώθη. ταὐτὸν δὲ συμβαίνει, κἂν εἰ λέγοι τις ὅτι ‘τὸν δεῖνα μὲν φαῦλον ὄντα τούτων ἠξιώσατε, ἐμὲ δὲ ὡς ἑτέρως προαιρούμενον τῶν ἐναντίωνʼ. παραδείγματα τῶν ἐννοιῶν τούτων πολλὰ ἔν τε τῇ Ὑπὲρ τῶν Λυκούργου παίδων ἐπιστολῇ καὶ ἐν τῇ Ὑπὲρ τῆς ἑαυτοῦ καθόδου· ἐν μέντοι ταύτῃ καὶ τὸ προοίμιον εὐθὺς τοιοῦτόν ἐστιν ἅπαν, οἷον «ένόμιζον μέν, ἀφʼ ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι» καὶ τὰ ἐξῆς. — Γίνονται μέντοι βαρύτητες κἀκ τῶν ἐπιεικῶν πως εἶναι δοκουσῶν ἐννοιῶν μεθοδευθεῖσαί πως, ὅταν δῆθεν μειονεκτῇ τις ἑκὼν ἢ συγχωρῇ πλεονεκτεῖν τῷ ἐχθρῷ, ἢ καὶ τῶν ἐναντίων ἀπὸ τοῦ λόγου φαίνηται [*](350) ἑαυτὸν ἢ τὸν ἐχθρὸν ἀξιῶν καὶ ὀνομάτων καὶ πραγμάτων. τοιαῦται δὲ αἱ εἰρωνεῖαι, μέθοδοί τινες οὗσαι δήπουθεν, οἷον «ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, [*](1 cf Aristid lI 469 Sp. 3 τὸ P τοῦ Ba, (ῦ er ) Vc: τᾶ Ac; τὸ τοῦ ? 4 pr καὶ om. Vc Ba 5 τῆς τιμῆς ἧς Ac, (ἡς om.) Vc Ba 9 καὶ (pro κἂν) Ac | φλαῦρον Ac 11 δὲ τῶν Pc 12 Dem. Epist. 3, 3 cet. 15 Dem Epist 2, 1 19 cf. 345, 7 συγχωρ⌊ῇ⌉ Pa V 20 ἢ etiamo post ἐναντίων add. (mg m 1 ἢ ἀντὶ τοῦ εἴπερ) Ba; er Vc cf. p. 365, 11 φαίνεται Ba, m 1 Vc 21 ἀξιοῖ Vc Ba 22 cf. 348, 9 | δέ τινες Ba 23 Dem. 21, 69 δὲ ὡς Ac; δέος P, m 1 Vc, (m 1 γρʹ δὲ ὃs) Ba; cf. 366, 6 | γρ ἐμοὶ δὲ ὡς — μανίαν· καὶ οὕτως ἐμοὶ δὲ ὃς — μανίαν mg. ὦ om. VcBa)

365
βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν»· πάνυ γὰρ βαρέως ἐνταῦθα τὴν φιλοτιμίαν ἑαυτοῦ μανίαν ὠνόμασε. κἀκεῖνο δὲ τὸ «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει; τοιοῦτόν ἐστι, καὶ πολλὰ ἔχομεν τοιαῦτα παραδείγματα. τὸ δὲ τοιοῦτον ἅπαν εἶδος ὡς ἔφην μεθόδου μᾶλλόν ἐστιν· αἱ γὰρ εἰρωνεῖαι μέθοδοί τινές εἰσι δηλαδή, αἳ δὴ ποιοῦσιν ἐνταῦθα τὴν βαρύτητα, ἀλλʼ οὐκ αὐτὴ καθʼ ἑαυτὴν ἔχει τι βαρὺ ἡ ἔννοια· καὶ ποιοῦσί γε τὴν βαρύτητα ὡς ἔφην ἐν τῷ τοὐναντίον αὐτῷ, ἢ λέγει ὁ τῇ εἰρωνείᾳ χρώμενος, ἐνδείκνυσθαι [*](386) διὰ τῆς μεθόδου, οἷον «τότε τοίνυν ὁ Παιανιεύς ἐγὼ Βάταλος Οἰνομάου τοῦ Κοθωκίδου σοῦ πλείονος ἄξιος ὢν ἐφάνην τῇ πόλει»· διὰ γὰρ ἀμφοτέρων τῶν ὀνομάτων, τοῦ τε Βατάλου καὶ τοῦ Οἰνομάου, τὰ ἐναντία τοῖς ὀνόμασιν αὐτοῖς δηλοῦται· τό τε γὰρ Βάταλος ὄνομα ἐπὶ μαλακίᾳ λεγόμενον, ἐφʼ οἷς ἀνδρείως προὔστη τῶν κοινῶν, τέθεικε, διʼ ὧν τὸ μηδὲ Βάταλος ἀλλʼ εἴ τι τούτῳ ἐναντιώτατόν ἐστιν ὄνομα καλεῖσθαι ἂν δικαίως αὐτὸν οἶμαι δείκνυσι, τό τε Οἱνόμαος ἔχον τι μέγα καὶ τραγικόν, ἐφʼ οἷς ταπεινὸς καὶ ἄνανδρος ὁ Αἰσχίνης ὤφθη, τεθέν, σαφῶς τῶν ἐναντίων αὐτὸν [*](351) ὀνομιάτων ἄξιον ἀποφαίνει. εἰ δέ τι τοῦτο καὶ σκώμιματος ἔχει, ἑτέρου λόγου. ἀλλὰ μέθοδος μὲν αὕτη βαρύτητος ἰδία τῆς εἰρωνείας. — Εἰδέναι μέντοι χρή, [*](19.– 367,15 deest Pa; in hac parte Vb eius vicem gerit) [*](1 τὸ om Vc Ba 4 Dem 3, 27 4.5 ἔχει τὰ πράγματα Pc 6 πᾶν Vc Ba 10 p. 364,20 11 ὁ τῆ m po ex ὅτι Pa 12 Dem. 18, 180 10 cf Aesch 1, 131 18 τέθηκε Ac | μήτε Vc |μὴ⌊δὲ⌉ Βάταλον? 19 τούτων Ac 20 ἔχων Vc Ba 22. 22 ὀνομάτων αὐτὸν V 25 ἰδία Pc VhV (cf. 367,12); ἡ διὰ Portus)
366
ὅτι μὴ πᾶσα εἰρωνεία ὁμοίαν ἔχει τὴν βαρύτητα, δῆλον δὲ τοῦτο κὰκ τῶν προειρημένων γεγενῆσθαι νομίζω. ὅτε μὲν γὰρ ἐφʼ ἑαυτοῦ τις χρῷτο τῇ εἰρωνείᾳ, καὶ μάλιστα εἰ πρὸς τούς δικαστάς, ἀλλὰ μὴ πρὸς τὸν ἐχθρὸν λέγοι, καθαρὰν ποιεῖ τὴν βαρύτητα, οἷόν ἐστι καὶ τὸ «ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν»· ἐν ταύτῃ γὰρ ἐκπρεπὴς ἡ βαρύτης. ὅτε μέντοι κατὰ τῶν ἐχθρῶν τις χρῷτο τῇ εἰρωνείᾳ, τὸ μὲν ἦθος ἴσχει πάντως ὁ λόγος, σφόδρα δὲ ὀλίγον τι τὸ τῆς βαρύτητος καὶ ἀμαυρὸν ὑποφαίνεται, οἷον «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει ;» ἐν μέντοι τοῖς ἐσχηματισμένοις ἐπὶ βαρύτητι φύσει ζητήμασι δύναται κατὰ τὴν τοιαύτην μέθοδον ἐπʼ ἀμφοῖν ἐκπρεπὴς εἶναι ἡ βαρύτης, ἐάν τε ἐφʼ ἑαυτοῦ ἐάν τε ἐπὶ τοῦ ἐχθροῦ τις ἐθέλῃ χρῆσθαι τῇ εἰρωνείᾳ, οἷον ὁ Θεμιστοκλῆς δόξαν τοῖς Ἀθηναίοις εἰς τὸν ἀνοικισμὸν πιπράσκειν τὰς ναῦς, ἐπείπερ ἥττητο ἀντιλέγων, ἑαυτὸν προσαγγέλλει· αὐτός τε γὰρ πάντα, ἐφʼ οἷς θαυμάζεται, [*](387) φήσει θανάτου ἄξια ἑαυτῷ πεπρᾶχθαι· καὶ γὰρ ὅτι τὸ χρησθὲν μόνος εἶδεν, οὐ τιμῆς ἀλλʼ ἀτιμίας ἄξιον εἶναι, διότι μηδέν ἐστι τῶν νεῶν ὄφελος, καὶ ὅτι [*](352) κράτιστος ἐν ταῖς ναυμαχίαις ὤφθη, καὶ τοῦτο ὁμοίως τά τε ἄλλα παραπλησίως· τούς τε πεπεικότας νυνὶ πιπράσκειν τὰς ναῦς θαυμαστοὺς εἶναι πολίτας καὶ μόνους τὸ συμφέρον εἰδέναι. ἡμαρτῆσθαι μέντοι φήσει [*](2 ἐκ (pro κἀκ) Ac 6 cf 364, 23 |ὃς Vc Ba; ὡς Vb Ac; om. Pc 7 τὸ — 8 ποιεῖν om Vv Ba 11 cf. 365. 4 12 ἔχει τὰ πράγματα Pc 13 βαρύτητος Pc 16 ἐθέλει Vc Ba | cf. Aps. I 2 p. 220, 11 16 Sp B. 20 φησὶ Vc Ba | cf. ⌊Dion.⌉ lI 1 p. 329, 15 Us. 24 ἄλλα πάντα Vc Ba 26 φησὶ VcBa)
367
καὶ τῇ τύχῃ τὸ μὴ ἐξ ἀρχῆς αὐτοῦ κεκρατηκέναι ἀντιλέγοντας, ὅτε ἔπειθεν ἐκεῖνα, ἐφʼ οἷς νῦν θάνατον αὑτοῦ καταγινώσκει· οὔτε γὰρ ἐκλιπεῖν ἔδει τὴν πόλιν οὔτε ὅσα ἄλλα εἰπεῖν ἔχει. προσθήσει δὲ βαρύτητα, καὶ τὸν Κυρσίλον ὅτι στεφανοῦν ἀλλʼ οὐ καταλιθοῦν ἔδει, καὶ ὡς ἀσφαλέστερον νῦν οἰκήσουσιν ἀποδόμενοι τὰς ναῦς· οὐ γὰρ ἐπιβουλεύσειν αὐτοῖς διὰ τοῦτό γε αὐτό, διότι τῶν νεῶν στέρονται, οὔτε βασιλέα οὔτε ἄλλον οὐδένα· διὰ γὰρ τοῦ πεζοῦ σεσῷσθαι τὴν Ἑλλάδα καὶ τὸ μηδὲν ὦφθαι τὰς ναῦς παρὰ τὴν χρείαν. καὶ ὅλως τὰ ἐναντία διὰ τῶν ἐναντίων ἐνδείξεται πανταχοῦ, ὅπερ ἴδιον μὲν τῆς εἰρωνείας, ἐργαστικὸν δὲ τῆς βαρύτητος. — Καὶ μὴν καὶ τὸ περὶ τῶν ὁμολογουμένων ὡς ἀμφισβητουμένων εἰς ἐρώτησιν ἐκ διαπορήσεως καθίστασθαι βαρύτητος ἴδιον, οὐκ ἀπήλλακται δὲ οὐδὲ τοῦτο εἰρωνείας, οἷον «ἆρα μικρὰ βοηθῆσαι τοῖς πένησιν ὑμῶν δοκῶ;» καὶ τὰ ἐξῆς, καὶ ὁ Θουκυδίδης «ἄρα ἄξιοι δοκοῦμεν ὑμῖν, ὦ Λακεδαιμόνιοι; — Τοιοῦτόν ἔστι καὶ τὸ ἐνδοιάζειν περὶ τῶν ὁμολογουμένων, ὃ δὴ καὶ τοῦ ἐνδιαθέτου ἔφαμέν πως εἶναι λόγου, οἶον «εἰ δὲ καὶ ἐν αὐτοῖς οἶς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν, πόσῳ μᾶλλον μισοῖσθʼ ἄν ἢ σῴζοισθε δικαίως;» εἶθʼ ἡ ἐν. [*](353) δοίασις μετʼ ἐπικρίσεως «ἐγὼ μὲν οἶμαι πολλῷ ». καὶ [*](388) τοῦτο δὲ εἰρωνεία τις τὸ ἐνδοιάσαι περὶ τοῦ ὁμολογουμένου. — Παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐπικρίνειν τι ὡς δέον γενέσθαι, ὃ βούλει ἐνδείκνυσθαι, ὅτι οὐ [*](1 ⌊l⌉ τὸ Vc 1.2 ἀντιλέγοντας m 1Ba, m.po.Vc; ἀντιλέγοντος Pc Vh Vc Ac 2 νυνὶ 5 ὅτε Pc | cf. Dem. 18, 204 6 ἀφελέ- στερον Ba 7 ἐπιβουλεύειν Ac 16 Dem 18, 107 17 ὑμῶν Ac Ba, v.l.P: ὑμῖν P Vc | Thuc. 1, 75 20 p. 361, 21. 362,9 | οἷον om Pa |Dem. 19, 238 21 ἠδίκησέ | πολὺ Vc Ba 25 τοῦτο Ba, m.1Vc)
368
δέον, οἶον «μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον καὶ τῶν κοινῇ πεπολιτευμένων». διὰ τοῦτο δὲ καὶ τῇ ἐπικρίσει ἐνδοιαστικῇ κέχρηται τῇ «ὡς ἔοικεν», ἵνα τὸ ἄκων αὐτὸ ποιεῖν ἐνδείξηται καὶ ὡς ἀναγκάσαντος τοῦ Αἰσχίνου. εἰ δὲ καὶ δεινῶς μεθώδευται τὸ νόημα, ὅπερ ἐβούλετο ποιῆσαι, ἐνδειξαμένου τοῦ ῥήτορος, ὅτι κατʼ ἀνάγκην καὶ τοῦ ἐχθροῦ βιασαμένου οὕτω ποιεῖ, μὴ θαυμάσῃς — σχεδὸν γὰρ οὐδὲν τῶν τοῦ ῥήτορος, ὅ δὴ πολλάκις εἶπον, ἀπήλλακται δεινότητος —, ἀλλὰ νῦν, εἴπερ βαρύ ἐστι τὸ εἰρημένον, ἐπισκεπτέον· περὶ γὰρ ταύτης νῦν ἡμῖν πρόκειται λέγειν τῆς ἰδέας. περὶ δὲ δεινότητος, ὡς πολλάκις ἐπηγγειλάμεθα, ἐροῦμεν αὐτίκα· καὶ γὰρ τὴν τάξιν μετὰ πάσας ἔχει τὰς προειρημένας ἰδέας, εἰ καὶ τῇ δυνάμει πρὸ τῶν ἀπασῶν ἡμῖν αὐτὴν κατατακτέον. Ἀλλʼ ἔννοιαι μὲν αὗται καὶ μέθοδοι βαρύτητος.

Λέξις δέ τις ἢ τι ἕτερον τῶν ἑπομένων ταύτῃ ὡς εἶναι βαρύτητος ἴδιον οὐδέν ἐστι. φαίην δʼ ἄν, ὅτι καὶ μᾶλλον ἑτέρων ἁρμόττοι ἂν αὐτῇ, ὅσα ταῖς ἠθικαῖς ἰδέαις ἥρμοστο, λέγω δὲ ἀφελείᾳ καὶ τῇ ἐπιεικείᾳ, καὶ ἔτι τῷ ἐνδιαθέτῳ καὶ οἷον ἐμψύχῳ λόγῳ.