Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Σχήματά γε μὴν ἐνδιαθέτου κατʼ ἐπιφορὰν λόγου, ἅπερ ἦν καὶ τοῦ σφοδροῦ, αἵ τε ἀποστροφαί, οἷον «παρὰ [*](382) σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν», καὶ αἱ μετʼ ἐρωτήσεως ἀποστροφαὶ τά τε ἄλλα καὶ διὰ τὸ ἐλεγκτικὸν ἔχουσαι πλέον τὸ ἐνδιάθετον, οἷον «τί γὰρ δήποτ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστι σοί, καὶ πάλιν Θρασυβούλῳ πρώην τῷ Νικηράτου θείῳ» καὶ τὰ ἑξῆς. μυρία δὲ τοῦ σχήματος τούτου παραδείγματα. τὸ μέντοι «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ [*](346) δὲ ἀδελφὸς ὁ σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων ; καὶ τὰ ἑξῆς μετὰ βαρύτητος διὰ τὴν εἰρωνείαν εἰσαχθὲν ἔχει μὲν οὐκ ὀλίγον τοῦ ἐνδιαθέτου κατὰ τὸ τῆς λέξεως σχῆμα, τὸ δὲ ὅλον ἐστὶν ἠθικόν, βαρύτητος [*](1 γε om V 4 pr καὶ om. Ac 6 πανθίαν P Ac 7 χεὶρ τοῦ νεκροῦ Χen Cyr VII 3,8 8 προαιρετικόν τι Sc; cf 333, 17 10 cf 280, 14 319, 6 11 δεινότητος μεθόδου Pa; δεινότητος om Vc Ba ἀκριβέστερόν γε 13 καὶ κατʼ Syr. 14 cf. 262, 15 | 〈ἀπλαῖ〉 ἀποστροφαί | Dem 18, 82 15 αὐτόν P ; αὐτῶι Ac; γρ καὶ σὺ πρὸυξένης αὐτῶν Pa 16 cf. 262,17 17 Dem. 19, 290 21 τὰ παραδείγματα Vc Ba | Dem 18, 318 | σοὶ Vc Ba; καὶ σοὶ Ac 22 pr. δὲ om. Ac 28 cf. 272, 8 24 ὀλίγην Vc)

361
τῷ ἐνδιαθέτῳ μιχθείσης κατὰ τὴν μέθοδον τὴν περὶ τὴν ἔννοιαν. — Ἐνδιάθετον μέντοι σχῆμα καὶ τὸ δεικτικόν, διότι καὶ σφοδρόν, οἷον «οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». — Ἔτι ἐνδιάθετον ἔχει σχῆμα καὶ ἡ τοιαύτη διαπόρησις, οἷον «εἶτα, ὦ — τί ἄν εἰπών σέ τις ὀρθῶς προσείποι;» γέγονε δὲ τοιοῦτον διὰ τό, ὡς κἀν τοῖς περὶ μεθόδου τῆς ἰδέας ταύτης εἰρήκαμεν, λέγω τὸ μὴ προσημῆναι μέν, ὡς ἀπορεῖ, ἐνδείξασθαι δέ, ὃ ἔχει πάθος, αὐτῷ τῷ λόγῳ. τοῦτο δὲ εἴτε σχῆμα εἴτε μέθοδός ἐστιν, ὡς ἐλέγομεν, ἀλλʼ οὖν ἐν τῷ περὶ τῶν ἐνδιαθέτων σχημάτων κείσθω. — Καὶ ἡ ἀποσιώπησις δὲ ἐνδιαθέτου λόγου καὶ ὡς ἀληθῶς οἶον ἐμιψύχου. παραδείγματα ταύτης «ἀλλ’ ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου » καὶ ἐν τῷ ‘Υπὲρ Μεγαλοπολιτῶν «οὐ γὰρ περὶ τούτων· ἀλλʼ ἐάσω τό γʼ ἐπελθὸν εἰπεῖν μοι». — Καὶ μὴν καὶ αἱ ἐπικρίσεις τοιαῦται, οἷον [*](383) «πόθεν; πολλοῦ γε καὶ δεῖ», καὶ πάλιν σχετλιάσας εἶτα ηὔξησε τὸ ἐνδιάθετον τῇ ἐπικρίσει, οἷον «δεινὸν μέν, ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος». αἱ [*](347) δὲ ἐνδοιαστικαὶ ἐπικρίσεις ἦττον ἔχουσι τὸ ἐνδιάθετον, ἠθικαὶ μέντοι οὐδὲν ἧττόν εἰσι καὶ μᾶλλον προσήκουσι τῇ βαρύτητι, οἷον «μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον» καὶ τὰ ἐξῆς. ὃ λέγω δέ, αὐτίκα ἔσται φανερὸν ἐν τῷ περὶ βαρύτητος. [*](2 ἐνδιαθέτου Vc Ba 3 ⌊lI⌉σφοδρόν Pc | cf. 263, 4 | Dem.18 41 5 διατήρησις Ba | Dem. 18, 22 | εἶτα om. Pc 6 7 τοῦτο, οι m 2 supr, Vc 7 διʼ ἃ ὡς Ba, (τὸ m.po. supr.) Vc 8 p. 355, 22 λόγωι· Ac 13 οἷον om. Vc | παράδειγμα Ac | Dem. 18, 3 14 εἰπεῖν οὐδὲν Pc 16 Dem. 16, 18 17 αἱ etiam ante τοι- αῦται Ac, (αἰ er ) Pc 18 Dem. 18, 47 19 Dem 18, 139 21 cf 250, 12 21. 22 ἐνδιάθετον καὶ ἠθικαὶ Vc 23 Dem 18, 8 25 δὲ λέγω Ald. | p 367, 19 | τῶι P Ac; τοῖς VcBa)
362
τὴν δὲ ἐπίκρισιν ἴσως οὐδὲ σχῆμα ἀλλʼ ἔννοιάν τινα θετέον· ὃ μέντοι πέφυκε ποιεῖν, εἰρήκαμεν. — Ἔτι ἐνδιάθετον σχῆμα καὶ ἡ τοιαύτη ἐπιδιόρθωσις ἡ αὐξήσεως ἕνεκα παραλαμβανομένη, οἷον «ὀψὲ γάρ ποτε — ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην» καὶ πάλιν «ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων». — Πολὺ καὶ τοῦτο παρὰ τῷ ῥήτορι ἐνδιαθέτου λόγου σχῆμα καὶ ὁ ἀπόλυτος καλούμενος μερισμός· ἔστι δὲ σχεδὸν ταὐτὸν τῇ ἐπικρίσει, οἷον «εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον μισοῖσθʼ ἄν διὰ ταῦτα δικαίως ἢ σῴζοισθε;» εἶτά ἔστιν ὁ ἀπόλυτος μερισμός, οὐδὲν ἄλλʼ ἢ ἐπίκρισις ὤν, οἷον «ἐγὼ μὲν οἶμαι πολλῷ »· μὴ λύσας γὰρ τὸν μέν σύνδεσμον ἐπήγαγεν εὐθὺς «βιάσονται τοίνυν ἴσως μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες καὶ τὰ ἑξῆς. καὶ πολλὰ αὐτοῦ παρὰ τῷ ῥήτορί ἐστι τὰ παραδείγματα, λαμβάνεται μέντοι ἐπὶ τῶν φύσει ὁμολογουμένων πραγμάτων ἢ ἀποδεδειγμένων ἢ ἔμφασίν γε τοῦ ὡμολογῆσθαι [*](348) ἢ ἀποδεδεῖχθαι ἐχόντων καὶ ποιεῖ ἅμα τῷ ἐνδιαθέτῳ πλέον τὸ ἦθος διὰ τὴν ἔμφασιν. τοιοῦτον δʼ ἂν εἴη καὶ τὸ ἐν τῷ Κατὰ Τμοκράτους προοίμιον τὸ «τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος οὐδʼ ἂν αὐτὸν οἶμαι Τμοκράτην εἰπεῖν» καὶ τὰ ἑξῆς σύμπαντα [*](384) τοῦ προοιμίου· οὐδαμοῦ γὰρ ὁ σύνδεσμος οὖτος ἐλύθη, καὶ παρέσχε μυρία τοιαῦτα πράγματα ζητοῦσι περὶ [*](1 cf. 250,8 4 Dem 18, 130 5 Dem. 2, 2 7 λόγου post σχῆμα Ac Ba; om. Vc 8 μερισμὸς καλούμενος Vc Ba 9 Dem 19, 238 10 ταῦτα Ac Ba; τὰ Vc; τότε ταῦτα Pc, (τότε supr.) Pa 11 ἂν καὶ διὰ Vc Ba 14 ἴσως om Ac 18 19 ὁμολο- γεῖσθαι ὡμολογῆσθαι ἢ om Pa 21 Dem. 24, 1 22 δικασταί P ; ἀθηναῖοι Ac; om. Vc Ba | οὐδʼ — 23 εἰπεῖν om. V 2 οἶ- μαι αὐτὸν Pc 25 τοιαῦτα: exsp. τοῦτο | Sic VI 435, 17 W.:)
363
αὐτοῦ τοῖς ἰαλέμοις τούτοις, οἵ φασιν ἐξηγεῖσθαι τὸν ῥήτορα καὶ δὴ καὶ βιβλία καταλιπεῖν ἐτόλμησαν τῶν εἰς αὐτὸν ἐξηγήσεων, ἃ καὶ νῦν ἐξελίττοντες οἱ πολλοὶ τῶν διδασκάλων οἴονταί τινες εἶναι καὶ τοὺς συνόντας πείθουσιν, ὅμοιοι, φασίν, ὁμοίους. ποῦ γὰρ αὐτοῖς ἰδεῖν τι τοιοῦτον, ὅτι ἔλαβεν ὡς ὁμολογούμενον ὁ ῥήτωρ βουλόμενος τοῦτο ἐνδείξασθαι τὸ αὐτὸν αὐτῷ Τι. μοκράτην αἴτιον εἶναι τοῦ ἀγῶνος καὶ μὴ διʼ ἔχθραν ἰδίαν εἰσιέναι τὸν εἰσάγοντα αὐτὸν Διόδωρον; ὅπερ γὰρ εἴωθεν ὡς τὰ πολλὰ ποιεῖν ἐν προοιμίοις, τὸ τὰ ζητούμενα ὡς ὁμολογούμενα εἰσάγειν, τοῦτο κἀνταῦθα πεποίηκε διὰ τοῦ ἀπολύτου μερισμοῦ. ἔστι γὰρ τοῦ σχήματος ἡ χρῆσις αὕτη πολλὴ καὶ ἐν τῇ κοινῇ καλουμένῃ καὶ ἀνὰ χεῖρα ὁμιλίᾳ. διὰ δὲ τοῦτο καὶ πολιτικὸν τὸ σχῆμα, οἷον τούτου μὲν χάριν οὐδʼ ἄν αὐτὸς ἀντείποιʼ. Ἀλλὰ σχήματα μὲν ταῦτα τοῦ ἐνδιαθέτου λόγου.

Κῶλα δὲ καὶ συνθήκη ἀνάπαυσίς τε καὶ τὸ ἐκ τούτων οἱ ῥυθμοὶ καὶ πάντα ταῦτα παραπλήσια τοῖς ἐν σφοδρότητι, πλὴν ὅτε οἶκτον κινοίη τις ἐλεεινολογούμενος· [*](349) τότε γὰρ ἀφελεστέρων δεῖ τούτων ἀπάντων καὶ χρή γε τοῖς περὶ ἀφελείας ῥηθεῖσιν ἕπεσθαι ἐν τοῖς τοιούτοις. ἀκριβέστερον δὲ καὶ περὶ τούτων, ὅπερ ἐπηγγειλάμην πολλάκις, ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται.

[*](αἰνίττεται εἰς Διονύσιον καὶ Βασίλειον καὶ Μινουκιανόν, μᾶλλον δὲ Βασίλειον (de his dubito; de Basilico: Syr. 1 p 13, 1. 9; v supra 216, 23 ann.))[*](5 cf. Hom. ρ 218, Plat. Gorg. 510 B, al. 6 ὁμολογούμενον τὸ ζητούμενον Ac, Syr 10 γὰρ om. Vc Ba 12. 13 ἡ χρῆσις τοῦ σχήματος V 14 χεῖρας Sc, (ς m po.) Pc 15 ἀντείπηι P cf. Dem 20, 8 sim. 17 καὶ ἀνάπαυσίς 19 σφοδρότησι Vc, m.1Ba | cf 263, 11 21 cf 329, 14 23 cf 360, 10 cet.)