Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

7 Ὁ ἐνδιάθετος καὶ ἀληθὴς καὶ οἷον ἔμψυχος λόγος τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον καὶ τὰ σχήματα τήν τε λέξιν καὶ ὅσα τούτοις ἕπεται, γίνεται μὴν καὶ κατʼ ἔννοιαν· αἱ γὰρ ἀφελεῖς πᾶσαι πάντως εἶεν ἂν τοῦ ἐνδιαθέτου, ἢ πῶς ἂν ἔτι τὸ ἦθος ἔχειν δύναιντʼ ἂν ἀκριβῶς; τάχα δʼ ἂν καὶ αἱ ἐπιεικεῖς τούτου τοῦ εἴδους εἶεν. ἴδιαί γε μήν εἰσιν ἔννοιαι παρὰ τὰς προειρημένας τοῦ οἷον ἐμψύχου λόγου αἱ σχετλιαστικαί, οἷον [*](337) «αὐτὸς ὢν οἶμαι θαυμάσιος στρατιώτης, ὦ Ζεῦ»· μετὰ γὰρ τὴν γενομένην κατὰ τὴν εἰρωνείαν βαρύτητα ἐπήγαγε [*](1 καὶ om. Pc 2 alt. ἤ om. Vc 5. 6 cf. 227, 19. 327, 24 7 δόξοντα Ac | λέγειν PV; λόγον 8 λόγο⌊υ ex ν⌉ Pc | θεωρίαν V 10 pr. ἡ del. (m. 1?) Pc 11. 12 κατʼ αὐτὰ Pc 16 mg. ἰδέα ϛʹ Pa; cf. 217, 23. infra p. 412, 7 Sp. | λόγος post ἀληθὴς Pc 20 ἐνδιαθέτου λόγου vulg. | δύναιτʼ VcBa 21 ἀκριβές VcBa αἱ om. Pc | τοιούτου τοῦ Ba | ⌊εἴδ m. 2⌉ους Pc 24 Dem. 19, 113)

353
τὸ «ὦ Ζεῦ», ἑτέρα δέ τις αὕτη δήπουθεν παρὰ τὴν προειρημένην ἐστὶν ἔννοια τὸ «ὦ Ζεῦ» σχετλιαστική. τοιοῦτόν ἐστι καὶ τὸ «ἀλλʼ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», ἀλλʼ ἴσως τοῦτο κατὰ τὴν μέθοδον, οὐ κατὰ τὴν ἔννοιαν· τὸ μέντοι «καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν, βουλεύεσθε; [*](376) Χαρίδημον; οἴμοι» ἔχει τινὰ καὶ ἰδίαν ἐν τῷ ‘οἴμοι’ ἔννοιαν. καὶ μυρία τούτου παρὰ Δημοσθένους λάβοις ἂν παραδείγματα.

Ἀλλʼ ἔννοιαι μὲν αὗται λόγου ἐνδιαθέτου, γνώριμοί τινες οἶμαι καὶ σαφεῖς ὀφθῆναι. εἰ δὲ καὶ μέθοδος εἴη τις ὁ σχετλιασμὸς περὶ ἔννοιαν οὐ τοιαύτην, οἷον οὐ φύσει σχετλιαστικήν, ὡς τὸ «ἀλλ᾿ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», σαφὴς δήπου ἡ μέθοδος καὶ οὐδὲν ἔχουσα δυσχερὲς πρὸς καταμάθησιν. — Αἱ μέντοι λοιπαὶ μέθοδοι τοῦ ἀληθινοῦ λόγου σχεδὸν ἄρρητοί εἰσιν. εἴτε γὰρ εὐχὰς ποιοίη τις εἴτε ἄλλο τι τοιοῦτον, οὐχ ἁπλῶς διὰ τῶν εὐχῶν ἢ διὰ τῶν ὁμοίων ταύταις ἐνδιάθετος ὁ λόγος γίνεται, ἀλλʼ ἔστι ταῦτα μὲν ἁπλῶς κατὰ ἀφέλειαν ἠθικά, ἕτερα δὲ παρὰ ταῦτά ἐστιν οἶμαι τὰ ποιοῦντα οἷον ἔμψυχον εἶναι δοκεῖν τὸν λόγον. αὐτίκα τὸ «πρῶτον μέν, Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις» εὐχή τίς ἐστι δήπουθεν, ἀλλά τι παραπλήσιον [*](338) ἔχει τῷ «ἀλλὰ γὰρ ἐνταῦθα τῶν φόβων εἴημεν» ἐν Σικελικοῖς ὑπὸ Ἀριστείδου εἰρημένῳ· λέγω δὲ οὐχ ὡς τούτου βελτίονος ὄντος, ὧν ὁ Δημοσθένης εἶπε — [*](2 ἔννοιαν Pc 3 Dem. 22, 78 6 μέντοι ἐφρούρει, om. καὶ — βουλεύεσθε, V | βουλεύεται vulg., Dem. 23, 210 18 ὡς τὸ P Ac; οἷον VcBa 22 οἷον om. Pc | Dem. 18, 1 23 ὦ ἄνδρες ἀθη- ναῖοι Ac 25 Arist. l 567 Dind. | τῶι φόβωι VcBa 26 εἰρη- μένον Pc 27 ὁ om. Pc)

354
μαινοίμην γὰρ ἄν, εἰ τοῦτο λέγοιμι —, ἀλλʼ ὅτι τοῦτο ἐκείνου ἀληθινώτερόν ἐστιν· οὐ γὰρ ἀπῄτει τὸν Δημοσθένην ὁ καιρὸς εὐθὺς κατʼ ἀρχὰς ἀληθινόν πως ἀλλʼ ὅλως ἠθικόν πως τὸν λόγον παρασχέσθαι, καὶ ἐδείκνυμεν τοῦτό τε καὶ ἕτερα πλείονα ἑπύμενα τούτοις, ὅτε τὸν λόγον ἐθεωροῦμεν. εὕροις δʼ ἂν οὐκ ὀλίγα τοιαῦτα οὕτως ἀληθινῶς εἰρημένα καὶ παρὰ τῷ ῥήτορι. καὶ μὴν καὶ τὸ «καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον» καὶ τὰ ἑξῆς ὅρκος ἐστὶ δήπουθεν· ἀλλὰ σκόπει, εἰ ὅμοιον τοῦτο ἐκείνῳ τῷ «ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶώλης, [*](377) εἰ προσλαβὼν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα»· ἐνταῦθα μέντοι καὶ ἡ ἐπιμονὴ τῆς ἀφελείας πεποίηκε πλέον τὸ ἐνδιάθετον τὸ «πάνυ πολύ». Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι αἱ μέθοδοι τοῦ ἐνδιαθέτου λόγου σχεδὸν μὲν ἄρρητοί εἰσιν· ὅμως δὲ ἡμῖν τι τολμητέον εἰπεῖν καὶ περὶ τούτων, εἴ πως αὐτὰς ἐνδείξασθαι δυνηθείημεν. λέγω τοίνυν, ὅτι σχεδὸν μία μέθοδός ἐστιν ἅπαντος ἐνδιαθέτου λόγου, τὸ μὴ [*](339) προλέγειν, μήθʼ ὡς ὄμνυσί τις, ἀλλʼ ἁπλῶς οἷον ἐμπίπτειν εἰς τὸν ὅρκον, μήθʼ ὡς εὔξεταί τις, ἀλλʼ ἁπλῶς παραπεσὸν εὔχεσθαι, οἷόν ἐστι καὶ τὸ «ὡς μηδὲ νῦν ὤφελον», οἷον «ἡνίκα τὰς δίκας τοῖς ἐπιτρόποις ἐλάγχανον, μειρακύλλιον ὢν κομιδῇ καὶ τοῦτον οὐδʼ εἰ γέγονεν [*](1 ἄν om. Pc 2 ἐστιν om. Ac 2. 3 δημοσθέν⌊ην m. 2 ex ικὸν⌉ Pc 4 ὅλως Pa; ἄλλως Sc | ἠθικῶς τὸν Ba, (όν π add. m. 2) Vc 7 καὶ om. VcBa 8 Dem. 18, 141 10 ἐστὶ om. Ac 11 Dem. 19, 172 14 cf. 326, 15 15 alt. τὸ om. VcBa, v. l.P 16 p. 353, 16 18 τι om. Pc 23 Dem. 21, 78 24 εὔχεσθαι ὤφελον Ac 24 et p. 355, 1 ὄφελον VcBa; ὤφελον Pa 25 μειράκιον (γρ μειρακύλιον) P)
355
εἰδὼς οὐδὲ γινώσκων, ὡς μηδὲ νῦν ὤφελον». καὶ μὴν καὶ τὸ θαυμάζειν τι πρᾶγμα ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐνδιάθετον· ἀλλʼ ἐὰν μὲν προείπῃς, ὅτι θαυμάζεις, οὐκέθ᾿ ὁμοίως τὸ ἐνδιάθετον τοῦ λόγου σῴζεται, ἀλλʼ ἁπλῶς μέντοι ἠθικὸς καὶ ἴσως ἀφελὴς οὕτως ὁ λόγος γένοιτʼ ἂν καὶ κατὰ τοῦτο μόνον ἔχων τι τοῦ ἀληθοῦς, οὐ μὴν ἀκριβές γε τοῦτο· ἂν δʼ ἀφέλῃς μὲν τὸ λέγειν, ὅτι θαυμάζεις, ψιλὰ δὲ καὶ καθʼ ἑαυτὰ λέγῃς ἃ θαυμάζεις πράγματα, ἐνδεικνύμενος τοῦτο αὐτὸ τὸ θαυμάζειν, πλεῖον ποιήσεις τὸ ἐνδιάθετον καὶ ὡς ἀληθῶς ἔμψυχον, οἷον «καὶ τοιαῦτα συνειδὼς βεβιωμένα ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσὶ τολμήσει βλέπειν εἰς ὑμᾶς καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλα ἐρεῖ μακρᾷ τῇ φωνῇ, ἐφʼ οἷς ἔγωγε ἀποπνίγομαι· οὐκ ἴσασιν οὗτοί σε» καὶ τὰ ἑξῆς· τὸ γὰρ «ἐφʼ οἷς [*](340) ἔγωγε ἀποπνίγομαι· οὐκ ἴσασιν οὗτοί σε» σφόδρα πολὺ τὸ ἐνδιάθετον ἔχει ὡς δὴ θαυμάζοντος τὸν λέγειν τολμῶντα [*](378) τὰ τοιαῦτα· καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρὴ ποιεῖν; οὐκ ἀναστήσεσθε;» καὶ τὰ ἑξῆς. ἀπλῶς τε, ὅπερ ἔφην κἀν τοῖς προειρημένοις, αὕτη μία μέθοδος λόγου τοῦ μέλλοντος ὡς ἀληθῶς ἐμψύχου φανεῖσθαι, τὸ μὴ προλέγειν μέν, ὡς ἔχοι τι πάθος ἐν τῇ ψυχῇ, οἷον θαῦμα ἢ φόβον ἢ ὀργὴν ἢ λύπην ἢ ἔλεον ἢ πεποίθησιν ἢ ἀπιστίαν ἢ ἀγανάκτησιν ἤ τι τῶν τοιούτων, πεποιθότως [*](5 ἠθικῶς ... ἀφελῶς m. 1Vc | ἢ καὶ ἴσως Ac; καὶ ἴσως καὶ Ba 6 οὗτος V | ἔχον VcBa 9 λέγεις VcBa 11 Dem. 19, 199 14 λαμπρᾶι VcBa (cf. 273, 1 ann.) μακρᾷ τῇ φωνῇ om. Ac 16 πολὺ om. VcBa 17. 18 τοῦ λέγειν τολμῶντος 19 τί χρή- σεσθε καὶ τί δεῖ ποιεῖν Ac, Dem. 8, 74 20. 21 κἀν τοῖς προ- ειρημένοις ἔφην V 21 p. 354, 20 22 ἐμψύχωι Ba 23 μὲν om. VcBa | ἔχοις Ba; ἔχεις Vc; ἔχει vulg. 25 τοιοῦτον, om. τῶν, VcBa πεπονθότως Ac, (ν m. 1 ex ι) Pa, (m. 2 cr.) Pc)
356
γε μὴν προάγειν τὸν λόγον, ὡς ἂν ὁ καιρὸς ἀπαιτῇ, οἷον μετʼ ὀργῆς ἢ θαυμασμοῦ ἢ τινος ἄλλου τῶν προειρημένων. μετʼ ὀργῆς μέν, ὡς ἐν τῷ «ἔπειτα κατάρατε καὶ γραμματοκύφων» καὶ πάλιν «καὶ τοιαῦτα συνειδὼς ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσί» καὶ τὰ τοιαῦτα ἐλέου δέ, ὅταν λέγῃ «τοὺς ταλαιπώρους Φωκέας καὶ πάλιν «ἀλλ᾿ ὁ μὲν ἄθλιος ἄνθρωπος ἠτίμωταί τε καὶ ὕβρισται». θαυμασμοῦ δὲ παράδειγμα, οἷον «ἐγὼ σοὶ ξενίαν Ἀλεξάνδρου;» καὶ τὰ ἑξῆς· καὶ τὸ προειρημένον [*](341) δὲ τοιοῦτόν ἐστιν, οἷον «βουλεύεσθε, ὦ Ἀθηναῖοι, τί χρὴ ποιεῖν, Θηβαίους ἔχοντες ἐν νήσῳ;» τοῦ δὲ σὺν φόβῳ λόγου προϊόντος παρὰ μὲν τοῖς ῥήτορσιν οὐκ ἂν ἴσως εἴη παράδειγμα, αἱ μέντοι κωμῳδίαι καὶ αἱ τραγῳδίαι μυρία ἔχουσι τοιαῦτα. ἀγανάκτησιν δὲ ἐμφαίνει τὰ τοιαῦτα» Χαρίδημον; οἴμοι» καὶ πάλιν «Ἀνδροτέων, ὦ γῆ καὶ θεοί». πεποιθότως δὲ ἐρεῖς, ὅταν λέγῃς «ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν μὴ ταῦτα οὕτως ἔχῃ». τοῦ δʼ αὖ κατὰ πεποίθησιν ἐνδιαθέτου λόγου τὸ καὶ ταῖς ἀπαντήσεσι ταῖς πρὸς τὰς ἀντιθέσεις ἢ καὶ ἄλλως χωρὶς καταστάσεως ταχείαις χρῆσθαι, οἷον «ποῖ δὴ προσορμιούμεθα; ἤρετό τις», εἶτα ἡ ἀπάντησις χωρὶς καταστάσεως «εὑρήσει τὰ σαθρά, ὦ Ἀθηναῖοι» καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι [*](379) Βυζάντιοι; σφόδρα γε· ἀλλʼ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· αὕτη μέντοι ἡ μέθοδος καὶ [*](1 γε om. VcBa 2 ἄλλου om. PAc 3 Dem. 18, 209 4 Dem. 19,199 | καὶ τὰ τ. P 6 Dem. 19, 128 7 Dem. 19, 284 τε om. V 8 Dem. 18, 51 10 p. 355, 18 11 ὅτι Ac | ἔχοντές τε Pa 13 παραδείγματα alt. αἱ om. Ac 15 p. 353, 7. 4 Dem 23, 210 Dem. 22, 78 17 Dem. 4, 29 | παρασχεῖν VcBa 21 Dem. 4, 44 | ⌊ἤ⌉ρετό Pa; ἔροιτό Ac; εἴρετό Ba, (ἢ m. 2 supr.) Vc 22 εὑ- ρήσετε τὰ Sc, (om. τὰ) Ac 24 βυζάντιοι PAc; γὰρ ἄνοι VcBa, Dem. 8, 16; cf. p. 313, 14 25 γὰρ τοῦτο Ac)
357
γοργότητός ἐστιν ἰδία περὶ δὲ συνδρομῆς — εἴτε συγχωρήσεως δεῖ λέγειν — κἀν τῷ περὶ γοργότητος ἔφην ἐρεῖν ἀκριβέστερον, ὅτε περὶ μεθόδου δεινότητος λέγοιμι· ἐκείνης γὰρ ἴδια ταῦτα. Ἐπανιτέον δ᾿ ἐφ᾿ ὅπερ ἐλέγομεν. καθόλου γὰρ τὸ χωρὶς καταστάσεως εἰς ἀρχὴν ἀσυνδέτως ἀνάγειν τὸν λόγον ἐνδιάθετον καὶ ἀληθινόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ [*](342) τὸ μὴ γενέσθαι», εἶτα ἐξ ἐπεμβολῆς οὐ καταστήσας ἐπήγαγεν ἀσυνδέτως καὶ σφόδρα ἐνδιαθέτως «πολλὰ ἂν ἔχοιεν εἰπεῖν Ὀλύνθιοι νῦν, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι». καὶ τὸ ἐφεξῆς δὲ τοιοῦτόν ἐστιν, οἷον «ἀλλὰ τί τούτων ὄφελος; εἶτ᾿ ἐπήγαγεν ὁμοίως ἐξ ἀσυνδέτου μὴ καταστήσας σφόδρα ἐνδιαθέτως «ἕως ἂν σῴζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἑξῆς πρόθυμον εἶναι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». τοῦτο δ᾿ ἂν οἰηθείη τις ἴσως σχῆμα καὶ οὐ μέθοδον εἶναι, ἔστι δὲ οὐ τοιοῦτον ἀλλὰ καθαρῶς μέθοδος· οὐ γὰρ ἁπλῶς τὰ ἀσύνδετα λέγω ποιεῖν τὸν ἐνδιάθετον λόγον, ἀλλὰ τὰ χωρίς τε καταστάσεως καὶ τὰ ὡς ἀπαντήσεις· αἱ δὲ ἀπαντήσεις οὐ σχήματα ἀλλὰ μέθοδοί τινές εἰσι δήπουθεν ἢ πάντως γε ἔννοιαι. — Ἔστι δὲ παρὰ τὰς προειρημένας ἑτέρα τις μέθοδος ἐνδιαθέτου λόγου καὶ μάλιστα τοῦ δοκοῦντος σύν ὀργῇ προϊέναι, τὸ μηδὲ τὰς ἀκολουθίας σῴζειν τῶν τοῦ λόγου σχημάτων ἀλλ᾿ οἷον ἐξίστασθαι δοκεῖν ὑπὸ τοῦ πάθους, οἷόν ἐστι καὶ [*](2 ὡς ante δεῖ m. po. supr. Pc 3 p. 313, 16 4 ὧιπερ Pc 5 p. 356, 20 6 ἄγειν Vc Ba 7 Dem. 9, 68 | γρ ἔδει γὰρ τὸ γε- νέσθαι P 10 εἰ om. Ba 12 ἐξῆς Vc Ba 13 τοῦτ᾿ Vc 16 ἐξῆς om. Pc 25 καὶ τὸ VcBa)
358
τὸ «ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος [*](380) ἅπασι δέδεικται, δεῖ δέ με ὡς ἔοικε καίπερ οὐ φιλολοίδορον ὄντα» καὶ τὰ ἑξῆς πάντα μέχρι τοῦ «οὐκ [*](343) ἀπορῶν δ᾿, ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ, τοῦ πρώτου μνησθῶ»· οὐδαμοῦ γὰρ ἀποδέδοται τὸ ἀκόλουθον τῷ σχήματι, ἀλλ᾿ ἐπὶ πολὺ τὸ οἷον ἀκρόχολον· διὸ καὶ μᾶλλον ἔμψυχος καὶ ἀληθὴς ὁ λόγος εἶναι δοκεῖ. δῆλον δ᾿ ἐκ τοῦ αὐτοῦ παραδείγματος, ὅτι καὶ τὸ ταῖς λοιδορίαις ἄνευ τοῦ ἐπισημαίνεσθαι χρῆσθαι λόγου ἀληθοῦς καὶ ἐνδιαθέτου, οἷον «εἰ γὰρ Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως ἦν ὁ κατηγορῶν, ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς». μέθοδος δέ τις οἶμαι καὶ αὕτη, δι᾿ ἣν οὔτ᾿ ἐπαχθὴς εἶναι δοκεῖ ὁ λοιδορούμενος σαφῶς ἐνδεικνύμενος αὐτῷ τῷ μὴ ἐπισημαίνεσθαι, ὡς ὑπ ὀργῆς προήχθη καὶ οὐκ ἐσκεμμένος ἥκει τὰς λοιδορίας ἀλλ᾿ αὐτόθεν ἐπελθὸν αὐτῷ δι᾿ ὀργὴν ταῦτα εἴρηκεν, ὅ τε λόγος τὸ πιθανὸν πλέον ἐκ τῶν τοιούτων μεθόδων ἴσχει διὰ τὴν διάθεσιν καὶ τὸ ἐμψύχως προῆχθαι. ἐὰν δὲ ἐπισημήνῃ ὥσπερ ὁ Αἰσχίνης, οἷον ‘δότε μοι εἰπεῖν κίναιδον αὐτόν’, οὔτε ὁμοίως ἔσῃ πιθανὸς δόξεις τε ὡς ἀληθῶς εἶναι φιλολοίδορος· οὐ γὰρ πεπονθότος ἐστὶ τὴν ψυχὴν οὐδ᾿ ἐμπαθῶς ἔχοντος τὸ ἐπισημαίνεσθαι οὐδʼ οἷον ἐξεστηκότος ὑπὸ τοῦ πάθους οὐδ᾿ ἀγνοοῦντος, ἃ λέγει, ἀλλὰ νήφοντος καὶ γινώσκοντος ταῦτα καὶ [*](1 Dem. 18, 126 2 καίπερ — 3 ὄντα om. V 3 Dem. 18 129 5 πρῶτον m.1Pc 6. 7 ἀκρόχολον Ac, (ό in ras.) Pc Vc, (ά m.po. ex ό) Pa; ἀκράχολον Ba 10 Dem. 18, 127 15 τὸ Vc Ba 16 πρὸς m. po. ante τὰς add. Pc; mg. m. 1Pc: προσεπ- ακουστέον τὸ πρός P 17 ἐπελθὼν Vc | ὀργῆς Ac 19 ⌊διά m.2 θεσιν Pc 20 οἷον om | cf. Aesch. 2, 88 23 τ⌊ὸ⌉ Vc; τῶι Ba 25 ταῦτα om. Pc)
359
ἐπεσκεμμένου καὶ τοῦτο ἐσπουδακότος λοιδορήσασθαι τῷ ἐχθρῷ, καὶ οὐκέτι οὐδὲ πιθανός ἐστι τῷ μηδ᾿ ἐνδιαθέτως μηδ᾿ ἐμψύχως λέγειν· ὁ γὰρ ἐνδιακειμένως [*](344) τι λέγων σφόδρα γ᾿ ἑαυτὸν γοῦν πεπεικέναι δοκεῖ, διὸ καὶ πιθανός ἐστιν, ὁ δ᾿ ὡς ἑτέρως οὐκ ἔχει τὴν πιθανότητα ὁμοίαν. — Ἔτι μέθοδος ἀληθινοῦ καὶ οἷον ἐμψύχου [*](381) λόγου, σχεδὸν μὲν ἡ αὐτὴ οὖσα τῇ προειρημένῃ ἔχουσα μέντοι διαφοράν τινα, ἔστι τὸ κἀν τοῖς ἄλλοις καὶ μὴ μόνον ἐν ταῖς λοιδορίαις δοκεῖν αὐτόθεν πως κινούμενον λέγειν ἀλλὰ μὴ ἐσκεμμένον, οἷον ‘ἀλλὰ γὰρ μικροῦ με παρῆλθε’ καὶ πάλιν «ἀλλὰ γὰρ ἐμπέπτωκα εἰς λόγους, οὓς αὐτίκα μάλα ὕστερον ἁρμόσει λέγειν». πολλὰ καὶ τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα παρὰ τῷ ῥήτορι Ἀλλὰ περὶ μὲν ἐννοιῶν καὶ μεθόδων τοῦ ἐνδιαθέτου λόγου τοσαῦτα.

Λέξις δὲ πᾶσα μὲν ἡ τραχεῖα καὶ σφοδρὰ καὶ πεποιημένη διάθεσιν ἔχει τὴν μετ᾿ ὀργῆς καὶ μάλιστα ἐν ταῖς ἐπιφοραῖς, ἐν αἷς καὶ αἱ μὴ συνήθεις αὐτόθεν δὲ ποιηθεῖσαι καιρὸν ἔχουσιν, ὥσπερ τὸ ‘ἰαμβειοφάγος’ καὶ τὸ «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πᾶσαι αἱ τοιαῦται καιρὸν ἔσχον αὐτόθεν δόξασαι ἀπό τινος διαθέσεως λέγεσθαι. ἀλλ᾿ ἐπὶ μὲν τῶν ἐπιφορῶν ἰσχύουσιν ὅπερ ἔφην αἱ τραχεῖαι καὶ σφοδραὶ καὶ ποιοῦσί γε τὸν ἀληθῆ καὶ οἷον ἔμψυχον λόγον· οὐ μήν, [*](345) ἔνθα γε ἄλλο τι πάθος ψυχῆς παραδηλοῦμεν, ὁμοίως [*](2 μὴ (om. δ᾿) Ac 4 γ᾿ om. V, Syr | γοῦν om. VcBa 5 ⌊ὁ m. po. ex οὐ⌉δ᾿ Pc 8 ἔστι δὲ Pa V 10 cf. Dem. 21, 110 11 Dem. 18, 42 14 καὶ περὶ μεθόδων Vc Ba 16 alt. καὶ om. 19 Dem. 18, 139 | ἰαμβοφάγος P; ἰαμβιοφάγος Ac; cf. 262, 11 263, 4 19. 20 ἰαμβ καὶ τὸ γραμματοκύφων οἷον ἔπειτα V 20 Dem. 18, 209 25 τῆς ψυχῆς Ac | παραδηλοίημεν Vc Ba; παραδηλοί- οιμεν Ac)

360
ἔτι χρήσιμον ἂν εἴη τὸ τοιοῦτον, ἐν δέ γε ἐλεεινολογίᾳ καὶ παντάπασιν ἥκιστα ἐπιτήδειον. ἐνταῦθα γὰρ — ἐν τοῖς πάθεσι λέγω — καθαρότητος μᾶλλον δεῖ καὶ ἀφελείας καὶ γλυκύτητός τε καὶ ἡδονῆς· παράκειται γὰρ τῷ πάθει ταῦτα, ὥσπερ ὁ Ξενορῶν πεποίηκεν ἐν τῷ περὶ Ἀβραδάτην πάθει καὶ τὴν Πάνθειαν, ἔνθα ἔφη πρὸς τοῖς ἄλλοις καὶ τὸ «ἡ χεὶρ ἐπηκολούθησεν»· ἀπροαιρέτῳ γὰρ προαιρετικὸν περιθεὶς τῇ ἡδονῇ τὸ πάθος ηὔξησε. ποῦ δὲ καὶ τίσι πράγμασι τίνα ἁρμόττει λόγων εἴδη, πολλάκις διεμαρτυράμην, ὅτι ἐν τῷ περὶ μεθόδου δεινότητος λέγειν χρὴ καὶ ὅτι ἀκριβέστερον ἐκεῖ λέξομεν.

Σχήματά γε μὴν ἐνδιαθέτου κατʼ ἐπιφορὰν λόγου, ἅπερ ἦν καὶ τοῦ σφοδροῦ, αἵ τε ἀποστροφαί, οἷον «παρὰ [*](382) σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν», καὶ αἱ μετʼ ἐρωτήσεως ἀποστροφαὶ τά τε ἄλλα καὶ διὰ τὸ ἐλεγκτικὸν ἔχουσαι πλέον τὸ ἐνδιάθετον, οἷον «τί γὰρ δήποτ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστι σοί, καὶ πάλιν Θρασυβούλῳ πρώην τῷ Νικηράτου θείῳ» καὶ τὰ ἑξῆς. μυρία δὲ τοῦ σχήματος τούτου παραδείγματα. τὸ μέντοι «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ [*](346) δὲ ἀδελφὸς ὁ σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων ; καὶ τὰ ἑξῆς μετὰ βαρύτητος διὰ τὴν εἰρωνείαν εἰσαχθὲν ἔχει μὲν οὐκ ὀλίγον τοῦ ἐνδιαθέτου κατὰ τὸ τῆς λέξεως σχῆμα, τὸ δὲ ὅλον ἐστὶν ἠθικόν, βαρύτητος [*](1 γε om V 4 pr καὶ om. Ac 6 πανθίαν P Ac 7 χεὶρ τοῦ νεκροῦ Χen Cyr VII 3,8 8 προαιρετικόν τι Sc; cf 333, 17 10 cf 280, 14 319, 6 11 δεινότητος μεθόδου Pa; δεινότητος om Vc Ba ἀκριβέστερόν γε 13 καὶ κατʼ Syr. 14 cf. 262, 15 | 〈ἀπλαῖ〉 ἀποστροφαί | Dem 18, 82 15 αὐτόν P ; αὐτῶι Ac; γρ καὶ σὺ πρὸυξένης αὐτῶν Pa 16 cf. 262,17 17 Dem. 19, 290 21 τὰ παραδείγματα Vc Ba | Dem 18, 318 | σοὶ Vc Ba; καὶ σοὶ Ac 22 pr. δὲ om. Ac 28 cf. 272, 8 24 ὀλίγην Vc)

361
τῷ ἐνδιαθέτῳ μιχθείσης κατὰ τὴν μέθοδον τὴν περὶ τὴν ἔννοιαν. — Ἐνδιάθετον μέντοι σχῆμα καὶ τὸ δεικτικόν, διότι καὶ σφοδρόν, οἷον «οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». — Ἔτι ἐνδιάθετον ἔχει σχῆμα καὶ ἡ τοιαύτη διαπόρησις, οἷον «εἶτα, ὦ — τί ἄν εἰπών σέ τις ὀρθῶς προσείποι;» γέγονε δὲ τοιοῦτον διὰ τό, ὡς κἀν τοῖς περὶ μεθόδου τῆς ἰδέας ταύτης εἰρήκαμεν, λέγω τὸ μὴ προσημῆναι μέν, ὡς ἀπορεῖ, ἐνδείξασθαι δέ, ὃ ἔχει πάθος, αὐτῷ τῷ λόγῳ. τοῦτο δὲ εἴτε σχῆμα εἴτε μέθοδός ἐστιν, ὡς ἐλέγομεν, ἀλλʼ οὖν ἐν τῷ περὶ τῶν ἐνδιαθέτων σχημάτων κείσθω. — Καὶ ἡ ἀποσιώπησις δὲ ἐνδιαθέτου λόγου καὶ ὡς ἀληθῶς οἶον ἐμιψύχου. παραδείγματα ταύτης «ἀλλ’ ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου » καὶ ἐν τῷ ‘Υπὲρ Μεγαλοπολιτῶν «οὐ γὰρ περὶ τούτων· ἀλλʼ ἐάσω τό γʼ ἐπελθὸν εἰπεῖν μοι». — Καὶ μὴν καὶ αἱ ἐπικρίσεις τοιαῦται, οἷον [*](383) «πόθεν; πολλοῦ γε καὶ δεῖ», καὶ πάλιν σχετλιάσας εἶτα ηὔξησε τὸ ἐνδιάθετον τῇ ἐπικρίσει, οἷον «δεινὸν μέν, ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος». αἱ [*](347) δὲ ἐνδοιαστικαὶ ἐπικρίσεις ἦττον ἔχουσι τὸ ἐνδιάθετον, ἠθικαὶ μέντοι οὐδὲν ἧττόν εἰσι καὶ μᾶλλον προσήκουσι τῇ βαρύτητι, οἷον «μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον» καὶ τὰ ἐξῆς. ὃ λέγω δέ, αὐτίκα ἔσται φανερὸν ἐν τῷ περὶ βαρύτητος. [*](2 ἐνδιαθέτου Vc Ba 3 ⌊lI⌉σφοδρόν Pc | cf. 263, 4 | Dem.18 41 5 διατήρησις Ba | Dem. 18, 22 | εἶτα om. Pc 6 7 τοῦτο, οι m 2 supr, Vc 7 διʼ ἃ ὡς Ba, (τὸ m.po. supr.) Vc 8 p. 355, 22 λόγωι· Ac 13 οἷον om. Vc | παράδειγμα Ac | Dem. 18, 3 14 εἰπεῖν οὐδὲν Pc 16 Dem. 16, 18 17 αἱ etiam ante τοι- αῦται Ac, (αἰ er ) Pc 18 Dem. 18, 47 19 Dem 18, 139 21 cf 250, 12 21. 22 ἐνδιάθετον καὶ ἠθικαὶ Vc 23 Dem 18, 8 25 δὲ λέγω Ald. | p 367, 19 | τῶι P Ac; τοῖς VcBa)
362
τὴν δὲ ἐπίκρισιν ἴσως οὐδὲ σχῆμα ἀλλʼ ἔννοιάν τινα θετέον· ὃ μέντοι πέφυκε ποιεῖν, εἰρήκαμεν. — Ἔτι ἐνδιάθετον σχῆμα καὶ ἡ τοιαύτη ἐπιδιόρθωσις ἡ αὐξήσεως ἕνεκα παραλαμβανομένη, οἷον «ὀψὲ γάρ ποτε — ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην» καὶ πάλιν «ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων». — Πολὺ καὶ τοῦτο παρὰ τῷ ῥήτορι ἐνδιαθέτου λόγου σχῆμα καὶ ὁ ἀπόλυτος καλούμενος μερισμός· ἔστι δὲ σχεδὸν ταὐτὸν τῇ ἐπικρίσει, οἷον «εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον μισοῖσθʼ ἄν διὰ ταῦτα δικαίως ἢ σῴζοισθε;» εἶτά ἔστιν ὁ ἀπόλυτος μερισμός, οὐδὲν ἄλλʼ ἢ ἐπίκρισις ὤν, οἷον «ἐγὼ μὲν οἶμαι πολλῷ »· μὴ λύσας γὰρ τὸν μέν σύνδεσμον ἐπήγαγεν εὐθὺς «βιάσονται τοίνυν ἴσως μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες καὶ τὰ ἑξῆς. καὶ πολλὰ αὐτοῦ παρὰ τῷ ῥήτορί ἐστι τὰ παραδείγματα, λαμβάνεται μέντοι ἐπὶ τῶν φύσει ὁμολογουμένων πραγμάτων ἢ ἀποδεδειγμένων ἢ ἔμφασίν γε τοῦ ὡμολογῆσθαι [*](348) ἢ ἀποδεδεῖχθαι ἐχόντων καὶ ποιεῖ ἅμα τῷ ἐνδιαθέτῳ πλέον τὸ ἦθος διὰ τὴν ἔμφασιν. τοιοῦτον δʼ ἂν εἴη καὶ τὸ ἐν τῷ Κατὰ Τμοκράτους προοίμιον τὸ «τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος οὐδʼ ἂν αὐτὸν οἶμαι Τμοκράτην εἰπεῖν» καὶ τὰ ἑξῆς σύμπαντα [*](384) τοῦ προοιμίου· οὐδαμοῦ γὰρ ὁ σύνδεσμος οὖτος ἐλύθη, καὶ παρέσχε μυρία τοιαῦτα πράγματα ζητοῦσι περὶ [*](1 cf. 250,8 4 Dem 18, 130 5 Dem. 2, 2 7 λόγου post σχῆμα Ac Ba; om. Vc 8 μερισμὸς καλούμενος Vc Ba 9 Dem 19, 238 10 ταῦτα Ac Ba; τὰ Vc; τότε ταῦτα Pc, (τότε supr.) Pa 11 ἂν καὶ διὰ Vc Ba 14 ἴσως om Ac 18 19 ὁμολο- γεῖσθαι ὡμολογῆσθαι ἢ om Pa 21 Dem. 24, 1 22 δικασταί P ; ἀθηναῖοι Ac; om. Vc Ba | οὐδʼ — 23 εἰπεῖν om. V 2 οἶ- μαι αὐτὸν Pc 25 τοιαῦτα: exsp. τοῦτο | Sic VI 435, 17 W.:)
363
αὐτοῦ τοῖς ἰαλέμοις τούτοις, οἵ φασιν ἐξηγεῖσθαι τὸν ῥήτορα καὶ δὴ καὶ βιβλία καταλιπεῖν ἐτόλμησαν τῶν εἰς αὐτὸν ἐξηγήσεων, ἃ καὶ νῦν ἐξελίττοντες οἱ πολλοὶ τῶν διδασκάλων οἴονταί τινες εἶναι καὶ τοὺς συνόντας πείθουσιν, ὅμοιοι, φασίν, ὁμοίους. ποῦ γὰρ αὐτοῖς ἰδεῖν τι τοιοῦτον, ὅτι ἔλαβεν ὡς ὁμολογούμενον ὁ ῥήτωρ βουλόμενος τοῦτο ἐνδείξασθαι τὸ αὐτὸν αὐτῷ Τι. μοκράτην αἴτιον εἶναι τοῦ ἀγῶνος καὶ μὴ διʼ ἔχθραν ἰδίαν εἰσιέναι τὸν εἰσάγοντα αὐτὸν Διόδωρον; ὅπερ γὰρ εἴωθεν ὡς τὰ πολλὰ ποιεῖν ἐν προοιμίοις, τὸ τὰ ζητούμενα ὡς ὁμολογούμενα εἰσάγειν, τοῦτο κἀνταῦθα πεποίηκε διὰ τοῦ ἀπολύτου μερισμοῦ. ἔστι γὰρ τοῦ σχήματος ἡ χρῆσις αὕτη πολλὴ καὶ ἐν τῇ κοινῇ καλουμένῃ καὶ ἀνὰ χεῖρα ὁμιλίᾳ. διὰ δὲ τοῦτο καὶ πολιτικὸν τὸ σχῆμα, οἷον τούτου μὲν χάριν οὐδʼ ἄν αὐτὸς ἀντείποιʼ. Ἀλλὰ σχήματα μὲν ταῦτα τοῦ ἐνδιαθέτου λόγου.

Κῶλα δὲ καὶ συνθήκη ἀνάπαυσίς τε καὶ τὸ ἐκ τούτων οἱ ῥυθμοὶ καὶ πάντα ταῦτα παραπλήσια τοῖς ἐν σφοδρότητι, πλὴν ὅτε οἶκτον κινοίη τις ἐλεεινολογούμενος· [*](349) τότε γὰρ ἀφελεστέρων δεῖ τούτων ἀπάντων καὶ χρή γε τοῖς περὶ ἀφελείας ῥηθεῖσιν ἕπεσθαι ἐν τοῖς τοιούτοις. ἀκριβέστερον δὲ καὶ περὶ τούτων, ὅπερ ἐπηγγειλάμην πολλάκις, ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται.

[*](αἰνίττεται εἰς Διονύσιον καὶ Βασίλειον καὶ Μινουκιανόν, μᾶλλον δὲ Βασίλειον (de his dubito; de Basilico: Syr. 1 p 13, 1. 9; v supra 216, 23 ann.))[*](5 cf. Hom. ρ 218, Plat. Gorg. 510 B, al. 6 ὁμολογούμενον τὸ ζητούμενον Ac, Syr 10 γὰρ om. Vc Ba 12. 13 ἡ χρῆσις τοῦ σχήματος V 14 χεῖρας Sc, (ς m po.) Pc 15 ἀντείπηι P cf. Dem 20, 8 sim. 17 καὶ ἀνάπαυσίς 19 σφοδρότησι Vc, m.1Ba | cf 263, 11 21 cf 329, 14 23 cf 360, 10 cet.)