Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἐπιεικὴς καὶ ἠθικὸς λόγος γίνεται κατʼ ἔννοιαν μέν, ἤτοι ὅταν ἑκόντα τις αὑτὸν μειονεκτοῦντα δεικνύῃ, ὡς ἐν τῷ Κατὰ Κόνωνος, ὅτι παρὸν αὐτῷ καὶ λωποδυσίου καὶ ὕβρεως δίκας λαβεῖν ὅμως αἰκίας δικάζεται· ἢ ὅταν εἰς ἴσον ἑαυτόν τις ἄγῃ τοῖς πολλοῖς καίπερ οὐκ ὢν τῶν [*](329) πολλῶν εἷς, σχεδὸν δὲ καὶ τοῦτο ταὐτόν ἐστι τῷ προειρημένῳ· καθόλου γὰρ ἡ ἐπιείκεια παρατεθραυσμένον ἔχει τὸ δίκαιον διὰ φιλανθρωπίαν, ὡς ἔφη Πλάτων, καὶ τὸ μὴ ὄντα οὖν τῶν πολλῶν ἕνα ἑαυτὸν ἐν τοῖς πολλοῖς ἀριθμεῖν οὐδὲν ἄλλʼ ἢ ἑκόντα μειονεκτεῖν ἐστιν· ὅμως δὲ κείσθω καὶ κατʼ εἶδος ἕκαστον, δεύτερον οὖν εἶδος τῆς ἐπιεικείας τὸ τοῖς πολλοῖς ἑαυτὸν συναριθμεῖν. πολὺ τὸ τοιοῦτον ἐν τῷ Κατὰ Μειδίου καὶ πρῶτόν γε τὸ «ἐγὼ δʼ, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα». εἰ δὲ καὶ δεινῶς ἐνταῦθα, ἑτέρου λόγου τοῦτο γὰρ φύσει τῆς δεινότητος ἴδιον τὸ εἰς δέον εἰδέναι χρῆσθαι [*](370) τοῖς τε ἄλλοις καὶ τοῖς εἴδεσι τοῦ λόγου, ὥσπερ ἐνταῦθα εἰς δέον κέχρηται τῇ ἐπιεικείᾳ καὶ τῷ ἤθει, ἐπεὶ καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ ἑκόντα ἐπιεικές. [*](1 δεικνύει Ba, -⌊η⌉ Pa 8 Dem. 54, 1. 24 13 φησι VcBa | cf. Plat. Leg. VI 757 E 15 ἀλλʼ PAc; om. Ba, (supr. m. 2) Vc; γρ οὐδὲν ἄλλο ἢ mg. P 16 καὶ om. VcBa | ἕκαστα Ba 17 τῆς om. V 18 καὶ πολὺ τὸ Ac 19 Dem. 21, 1 21. 22 γὰρ καὶ φύσει 22 cf. 368, 24 sq. 25 διαδιδόναι mg. m.1Ba | ἑκόντα om. Pc)

346
ἀλλʼ ὅρα, μεθʼ ὅσης δεινότητος ὁ ῥήτωρ τοῦτο ποιεῖ· τῷ γοῦν Χαριδήμῳ δίδωσι τὸ ὡς πολίτῃ ἐξετάζεσθαι, ἵνα μᾶλλον οὕτω παράνομον ἐξελέγξῃ τὸ ψήφισμα· τὰ γὰρ κατὰ τοὺς νόμους τοῖς πολίταις διώρισται· καὶ σκόπει, πῶς ἐπισημαίνεται τὸ τῆς ἐπιεικείας ἐν τῷ «καὶ θεάσασθε», φησίν, «ὦ Ἀθηναῖοι, ὡς ἐπιεικῶς καὶ ἁπλῶς χρήσομαι τῷ λόγῳ, ὅς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν πλείστης ἂν τυγχάνοι τιμῆς καὶ τὰ ἑξῆς. — Ἔτι ἐπιεικοῦς λόγου καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται καὶ ὡς ἀναγκάσαντος τοῦ ἐχθροῦ εἰς [*](330) δικαστήριον ἥκει δέον ἐπὶ τῶν φίλων καὶ τῶν ἐπιτηδείων διακεκρίσθαι, οἷον «εἰ μὲν ἐβούλετο Ἄφοβος τὰ δίκαια ποιεῖν» καὶ τὰ ἑξῆς ἐπιεικείας συστατικά, καὶ τὸ «οὐδένα πώποτε τῶν πολιτῶν οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας» καὶ τὰ ἑξῆς, καὶ τὸ «ἐπειδὴ γὰρ οὐχὶ τῶν πεπολιτευμένων οὐδὲ τῶν ἐνοχλούντων ὑμᾶς ὢν πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον» καὶ τὰ ἑξῆς. — Καὶ τὸ φάσκειν δὲ ἀπείρως ἔχοντα λόγων εἰς δικαστήριον εἰσιέναι δύναται μέν τι καὶ ἄλλο ἐμφαίνειν καὶ μὴν καὶ τὸ ἐπιεικὲς ἢ ὅλως τό γε ἠθικὸν τῷ ἠναγκάσθαι λέγειν· τὸ γὰρ μὴ βουλόμενον ἥκειν ἅμα συνεμφαίνεται. καθόλου τε, ὅπερ ἔφην ἀρχόμενος τοῦ περὶ ἐπιεικείας λόγου, πάντα, ὅσα ἐστὶ προσώπου συστατικὰ ὡς ἑκόντος μειονεκτοῦντος, ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐπιεικῆ κατὰ τὴν ἔννοιαν. [*](2 Dem. 23, 20 sq. 3 ἐλέγξηι Ac 5 ἐν τῷ om. Ac 6 φησίν om. Ald. | ὦ ἄνδρες ἀθηναῖοι Ac; om. Dem. 23, 24 8 τυγχανηι Pa 11 ἥκειν Vc 12 Dem. 27, 1 14 Aesch. 1, 1 | πολιτευο- μένων Vc Ba 16 Dem. 23, 4 | πολιτευομένων V 18 πεπραγ- μένον om. Ba, m.1Vc 19 cf. Dem. 59, 14. 41, 2. 58, 2 cet. | εἰσ- ιέναι εἰς δικαστήριον V 20 μέντ|ϊ ex οι⌉ Ba | ult. καὶ om. Pc 21 τὸ ἠναγκάσθαι VcBa 23 p. 345, 7 24 προσώπου ἐστὶ Pc)
347
— Τούτοις δὲ ἅπασι τοῖς εἰρημένοις καὶ ὅτε φεύγοι τις δύναται χρῆσθαι ἀναστρέψας, οἷον ὡς παρὸν [*](371) αὐτῷ διώκειν ὃ δὲ φεύγει καὶ ὅτι διὰ τοῦτο καταφρονηθείη, ὅτι χρηστός ἐστιν ἢ τῶν πολλῶν εἷς, καὶ ὡς οὐδένα μέντοι πώποτε ἐδίωξεν αὐτὸς καὶ ὡς ἄκων ἥκοι· καὶ ὅλως, ὅπερ ἔφην, ἅπασι τοῖς προειρημένοις καὶ εἰ φεύγει τις χρῆσθαι δύναται. πολλὰ τῶν τοιούτων [*](331) ἐν ἰδιωτικοῖς τὰ παραδείγματα καὶ πλείονά γε παρὰ τῷ Λυσίᾳ καὶ τῷ Ὑπερίδῃ· φύσει γὰρ οἱ ἄνδρες ἠθικώτεροι, ταῖς δὲ μεθόδοις καὶ μᾶλλον.

Μέθοδος δʼ ἐπιεικείας πρῶτον μὲν ἡ σφόδρα ἐοικυῖα ταῖς ἐννοίαις ταῖς ἐπιεικέσι τὸ ἑκόντα ἐλαττοῦν τὰ ἑαυτοῦ χρηστὰ ἤ, ὅσα ἔχει κατὰ τοῦ ἐχθροῦ σφοδρά, ταῦτα ἑκόντα μειοῦν καὶ μὴ λέγειν σφοδρῶς. καὶ τὰ μὲν ἑαυτοῦ ἐλαττοῖ ὁ Δημοσθένης κατὰ μέθοδον οὑτωσί· παρὸν αὐτῷ λέγειν ἀξιωματικῶς, οἷον «μετὰ ταῦτα δὲ τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθʼ οὓς Χερρόνησος ἐσώθη καὶ τὸ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι», ὃ δὲ εἶπεν ὡς ἑτέρως, οἷον «τῆς μέντοι διακονίας τῆς ἐφʼ ἑκάστῳ τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι». ὁρᾷς, ὡς ἐν ἀμφοτέροις μὲν ταὐτόν ἐστι πρᾶγμα δηλούμενον, ὅτι ‘ἐγὼ συμβεβούλευκα καὶ ἐγὼ ἔγραψα’, ὅσον δὲ τοῦτο ἐκείνου ἐπιεικέστερον εἴρηται καὶ ταπεινότερον; ἀλλʼ οὗτος μὲν εἰς δέον ἑκατέρῳ [*](1 πᾶσι Ac | προειρημένοις Pc, cf. l. 6 3. 4 καὶ καταφρονη- θείη Ac 5 cf. 346, 14; reus dicit ‘οὐδένα μέντοι πώποτε ἐδίωξα αὐτός’ 7 φεύγοι δύναται χρῆσθαι Pc 12 ταῖς ἐπιεικέσιν ἐννοίαις Syr. 14 μὲν: cf. 349, 2 15 κατὰ μέθοδον ὁ δημο- σθένης PcAc | οὑτωσὶ Ac; οὑτωσὶ ⌊εἰ er.⌉ Vc; οὕτως εἰ P, (εἰ er.) Ba 16 Dem. 18, 80 17 ἀπέσταλκα ἄπαντας Pc 18 ἰσώ- θη Pc 19 ὡς om. VcBa | Dem. 18, 206)

348
χρῆται, οὐ κατʼ ἐπιείκειαν ἀλλὰ δεινότητα, ἐκεῖνο μὲν ἐλαττώσας, τουτὶ δὲ αὐξήσας. βουλόμενος μέντοι τις ἐπιεικῆ ποιεῖν λόγον καὶ ἠθικὸν οὕτως ἂν οἶμαι μεθοδεύσειε. σπάνια δὲ τῆς τοιᾶσδε μεθόδου τὰ παραδείγματα· οὔκουν ἔγωγε ἐδυνήθην ἐκ τοῦ παραχρῆμα λαβεῖν τι παρὰ τοῦ ῥήτορος ἢ ἄλλου του τοιαύτης μεθόδου παράδειγμα. αἱ γὰρ εἰρωνεῖαι οὔκ εἰσιν ἐπιείκειαι, ἀλλʼ ἠθικὸς μὲν ὁ λόγος, βαρύς δὲ καὶ οὐκ [*](332) ἐπιεικής, οἷον «μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν [*](372) τι ποιεῖν καὶ πάλιν «βούλει ἐμαυτὸν μέν, ὃν ἂν σὺ λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάταλον», καὶ πολλὰ ἔστι τοιαῦτα· ταῦτα δὲ καὶ τὰ τοιαῦτα βαρέα μὲν καὶ διὰ τοῦτο ἠθικά, οὐ μὴν ἐπιεικῆ γε οὐδʼ ἐπιεικὲς τὸ ἦθος ἔχει. σπάνια οὖν ὅπερ ἔφην τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα, καὶ παρασχέσθαι μέν τι τοιοῦτον ἐγώ σοι νῦν ὅπερ ἔφην οὐ δεδύνημαι, «ἐπεὶ πόνος ἄλλος ἤπειγεν» ὡς ἀληθῶς· ἐνδείξασθαι μέντοι σαφῶς τὴν φύσιν αὐτοῦ δεδυνῆσθαι νομίζω, ὥστε τάχα οὐ χαλεπῶς καὶ παραδείγματα ἴδια τοῦ εἴδους εὕροι τις ἂν ζητῶν, εἰ φροντίσειεν. εἴη δʼ ἂν οὐκ ὀλίγα παρὰ τῷ Πλάτωνι, ἔνθα ἂν ὁ Σωκράτης ἔχῃ τι λέγειν περὶ αὑτοῦ, καὶ οἶμαί γε εἶναί τι τοιοῦτον ἐν τῷ Χαρμίδῃ καὶ ἐν τῷ Συμποσίῳ μετὰ τοὺς [*](1 κέχρηται | δεινότητα Pa; δεινότητ⌊ι er.⌉ Pc; δεινότητι 2 τουτὶ Pa; ταυτὶ Pc; τοῦτο V | exsp. αὐξήσας . . ἐλαττώσας 3 τὸν λόγον PaAc 4 τοιαύτης 5 ἠδυνήθην V 7 παρα- δείγματα P 9 Dem. 21, 69 10 Dem. 18, 180 12 ἐστι τὰ τ. VcBa | mg.: εὕρηται καὶ οὕτως· ταῦτα δὲ καὶ τὰ τοιαῦτα τὸ τὰ ἀξιωματικὰ τῶν νοημάτων ἑτέρως καὶ ἐπιεικέστερον λέγειν βαρέα (βραχέα Pa)· καὶ δια τοῦτο ἠθικά P; τὸ τὰ — λέγειν mg. (m. 1 ?) Ac 13 καὶ διὰ τοῦτο καὶ 16 τι PcAc; τοι PaVcBa ἔγωγέ V 17 Hom. λ 54 (ἔπειγεν) 18 σαφῶς om. Ac 19 τάχʼ ἂν οὐ V 22 τι γε εἶναι Pc 23 Plat. Charm. 175 A; Symp. 222 C; cf. [Dion.] lI 1 p. 335, 4 sq. Us. | τούς τʼ Ba, (τʼ er.) Vc)
349
Ἀλκιβιάδου λόγους καὶ πολλαχοῦ μέντοι. — Ἀλλὰ τὰ μὲν καθʼ ἑαυτὸν οὕτως ἄν τις ἐλάττω ποιοίη τῷ ἐπιεικεῖ κατὰ μέθοδον λόγῳ· τῶν δὲ δεόντων ῥηθῆναι κατὰ τοῦ ἐχθροῦ σφοδρῶς ἐλάττωσις ἐκ μεθόδου κατὰ δύο γίνεται τρόπους. ἢ γὰρ ἐνδείκνυται ὁ ποιῶν τοῦτο, ὅτι ἑκὼν ἐπιεικέστερον λέγει, ἢ ἄνευ ἐνδείξεως αὐτὸ ποιεῖ. καὶ ὅτε μὲν ἐνδείκνυται, ἔχει τι τῆς σφοδρότητος, εἰ καὶ βραχύ, ἀλλʼ οὖν ἔχει γε ὁ λόγος, οἷον «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον» καὶ πάλιν «τὸ δὲ τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλα [*](333) ἔγωγε οὐκ οἶδα οὐδὲ λέγω φλαῦρον οὐδὲν οὐδὲ σύνοιδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω τούτου πολὺ κεχωρισμένον» καὶ τὰ ἑξῆς. ὅτε δὲ μηδὲν ἐνδείκνυται, παντάπασιν ἐπιεικὴς κατά γε τοῦτο ὁ λόγος γίνεται, οἷον «τίνος οὖν ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους; [*](373) ὁρᾷς, πῶς ἔχων εἴπερ ἐβούλετο εἰπεῖν σφοδρῶς οἷον ‘τίνος ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τὴν αὐτὴν ἀτιμίαν ὑμῶν τε κατέγνω κἀκείνων; ὁμοίως γὰρ ἀμφοῖν ἀφαιρεῖται τὴν μὲν ἀτέλειαν ἐκείνων, ὑμῶν δὲ τὴν ἐξουσίαν τοῦ διδόναι, ὅτῳ ἂν βούλησθε’, ὃ δʼ ἐπιεικῶς σφόδρα καὶ ἠθικῶς ἔφη «τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους»; τοιοῦτο δʼ ἐστὶ καὶ τὸ ἐν συμβουλευτικοῖς «δοκοῦσι δέ μοι Λακεδαιμόνιοι δεινῶν ἔργον ἀνθρώπων ποιεῖν»· [*](2 ποιῆ Ac; ποιεῖ Ba; ποι⌊οίη m. 2⌉ Vc | ἐν τῶι V 3 δεόν- των (om. δὲ) Ba; (δὲ m. po. supr.) δ⌊εό⌉ντων Vc; δὲ ὄντων Va 7 ἐνδεικνύοιτο VcBa 8 ὁ λόγος PV; γρ ὅλως P 9 Dem. 20, 102 10 Dem. 20, 13 | τὸ δὲ om. Ac 12 πολὺ τούτου 13 ἐν- δεικνύοιτο VcBa 14 γίνεται V, v.l.Pa; δείκνυται P 15 Dem. 20, 2 | εἵνεκα Ba 16 ἡμᾶς VcBa 18 εἵνεκα Ba | εἰ τὰ μάλιστα om. Pc 22 ὅτω ἂν P; ἄν τωι V, v. I.P βούλεσθε m.1Vc 24 (συμ add. m.2) βουλευτικοῖς Pc | Dem. 16,16)
350
τό τε γὰρ ἐνδοιάσαι καὶ μὴ ἀποφήνασθαι, ὅτι δεινοὶ Λακεδαιμόνιοι, ἀλλὰ «δοκοῦσί μοι» εἰπεῖν τό τε μὴ καθάπαξ δοκεῖν αὐτοὺς εἶναι δεινοὺς εἰπεῖν αὐτὸν ἀλλὰ [*](334) δεινοῖς ἐοικότας ἁπλῶς, ἔργον δέ τι δεινῶν ἀνθρώπων διαπράττεσθαι, σφόδρα ὑφιέντος ἦν τὸ ἐπιφορικὸν καὶ σφοδρόν, ἠθικὸν δὲ καὶ ἐπιεικῆ λόγον παρεχομένου. δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν Κατὰ Φιλίππου ῥηθέντων ἐναντίως τῇ ἰδέα ταύτῃ λέγοντος ἐκεῖ τοῦ ῥήτορος, οἷον «μὴ πανοῦργος ὢν καὶ δεινὸς ἄνθρωπος»· πρῶτον μὲν γὰρ ‘πανοῦργος’ φησίν, ἀλλʼ οὐχ ἁπλῶς ‘δεινός’. σφοδρότερον δὲ τὸ ‘πανοῦργος’ ὄνομα τοῦ ‘δεινός’ δήπουθεν· επειτα οὐδὲ δοκεῖν αὐτῷ πανοῦργον εἶναι τὸν Φίλιππον ἔφη οὐδὲ ἐνεδοίασεν ὥσπερ ἐκεῖ, ἀλλʼ ἀπεφήνατο· ἔπειτα οὐκ ἐοικέναι πανούργοις ἢ δεινοῖς, ὥσπερ τοὺς Λακεδαιμονίους ἔλεγεν, ἀλλʼ αὐτὸν εἶναι τὸν Φίλιππον καὶ δεινὸν καὶ πανοῦργον. οὐκοῦν ταῦτα μὲν καὶ σφοδρὰ καὶ τραχέα, ἐκεῖνα δὲ ἠθικὰ καὶ ἐπιεικῆ καὶ σαφῶς ὑφιέντος τῆς σφοδρότητος τοῦ ῥήτορος εὕροις δʼ ἄν οὐκ ὀλίγα παραδείγματα τῆς τοιαύτης μεθόδου, καθʼ ἣν τὰ κατὰ τῶν ὑποκειμένων προσώπων ῥηθέντα ἂν ἐλαττώσειέ τις (οὐ γὰρ τῆς ἑτέρας λέγω. καθʼ ἣν τὰ ἴδιά τις ἂν ἀγαθὰ μειώσειεν), ὡς ἔν τε συμβουλευτικοῖς κἀν τῷ Πρὸς Λεπτίνην· καίπερ γὰρ ὢν ἀγωνιστικὸς οὗτος ὁ λόγος ὅμως πολὺ τὸ ἦθος ἐν [*](374) τοῖς περὶ τὸ πρόσωπον ἔχει καὶ κατὰ τὴν μέθοδον καὶ ἴσως καὶ τὰ λοιπά, ὥσπερ καὶ οἱ συμβουλευτικοί.

Ἀλλʼ ἐκεῖσε ἐπανιτέον. μέθοδος γὰρ ἐπιεικείας πρώτη [*](3 ἀλλ⌊ὰ m. po., ex οὐ⌉ Vc; ἀλλὰ μὴδε Sc 7 δήπου τοῦτο VcBa 9 Dem. 1, 3 11 τοῦ (pro τὸ) Pc 15 cf. p. 349, 25 17 pr. καὶ om. V 19 ἄρʼ, ν supr. m.2, Vc 21 γε λέγω 22 cf. 348, 4 | ὡς om. VcBa 23 κἀν Pa V; καὶ Pc 24 οὗτος om. Pc 25 pr. καὶ om. Ac | τὴν om. Pc 26 καὶ κατὰ τὰ Ac)

351
μὲν ἡ προειρημένη, μετὰ δὲ ταύτην ἡ ἐκ παραλείψεως· δοκεῖ γάρ πως ἐπιεικὲς εἶναι τὸ ἑκόντα παραλείπειν, ὅσα τις εἰπεῖν ἔχει κατὰ τοῦ ἐχθροῦ ἢ καὶ ὑπὲρ [*](335) ἑαυτοῦ. καὶ πολύ γε τὸ ἀξιόπιστον διὰ τὴν ἐμφαινομένην ἐπιείκειαν αἱ παραλείψεις ἔχουσι· γίνονται δὲ ὡς ἔφην ἐπʼ ἀμφοῖν, καὶ ἐν τοῖς καθʼ ἡμῶν καὶ ἐν τοῖς ὑπὲρ ἡμῶν, καὶ γίνονταί γε διχῶς, καθάπερ καὶ τὴν μείωσιν τῶν κατὰ τοῦ ἐχθροῦ ἐλέγομεν γίνεσθαι διχῶς· ἢ γὰρ ἄντικρυς παραλείπει ἢ εἰπὼν οὐδὲν προστίθησιν, ἐνδείκνυται δὲ μόνον καὶ ὥσπερ τινὰ πρόσληψιν ἀορίστου ποιεῖται, οἷον «καὶ περὶ ὧν μὲν ἕστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως είρηκεν, ἐάσω καὶ πάλιν ‘παραλείπω τὰ πολλὰ διὰ τόδε’, φησί, ‘καὶ τόδε’. — Ἤτοι οὖν οὕτως ἢ τῇ μεθόδῳ μόνῃ χρῆται παραλειπτικῇ, τὰ πράγματα δὲ οὐδὲν ἧττον λέγει, οἷον «καὶ οὐδὲν ἂν εἰποιμι τούτων, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι πενομένοις θυγατέρας συνεξέδωκα» καὶ πάλιν «Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ» καὶ τὰ ἑξῆς. τούτων τοίνυν ἡ μὲν καὶ λέγουσα τὰ πράγματα παράλειψις, οἷον «Ὄλυνθον μὲν δή» καὶ τὰ ἑξῆς, ἀξιοπιστίαν μόνον μετὰ τοῦ ἤθους ποιεῖ, ἡ δὲ οὐδὲν ἔχουσα τοιοῦτον, οἷον «καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω», μετὰ τῆς ἀξιοπιστίας καὶ τοῦ ἤθους [*](336) [*](4 τὴν ἐπαινουμένην Pc 8 τῶν P; τὴν V | p. 349, 5 | δι- χῶς γίνεσθαι Pc 10 ἀόριστον ex ἀορίστου Pc 11 Dem. 18, 131 13 καὶ παραλείπω V | cf. Dem. 10, 10. 18, 258 sim. 16 Dem. 18, 268 17 τισι Pa; τι⌊σιν m.2⌉ Pc | πενομένοι Pa; πενομέ- ν⌊οις m.2] Pc 18 συνεκδέδωκα | καὶ πάλιν καὶ Pc | Dem. 9 26 19 pr. καὶ om. VcBa 20. 21 γρ ἡ μὲν λέγουσα P 23 l. 11 25 εἰρήκαμεν Pc)
352
ἔτι καὶ περιβολὴν ποιεῖ διὰ τὴν τοῦ ἀορίστου πρόσληψιν· τὰ γὰρ τοιαῦτα οὐδὲν ἄλλʼ ἢ ἀορίστου ἤ τινος [*](375) τοιούτου προσλήψεις εἰσὶ κατὰ παράλειψιν μεθοδευθεῖσαι.

Τρίτη δὲ ἐπιεικείας μέθοδος ἡ τὸν καθαρὸν ποιοῦσα λόγον, διότι ἡ αὐτὴ καὶ τὸν ἀφελῆ· ὅτι γὰρ τὸν ἐπιεικῆ δόξαντα ἂν εἶναι λέγειν πολὺ τὸ ἀφελὲς ἐμφαινόμενον ἔχειν δεῖ, καὶ ὁ κατὰ μικρὸν λόγου θεωρίας ἐπαΐων συναίσθοιτʼ ἄν.

Καὶ μὴν καὶ ἡ λέξις τοῦ ἐπιεικοῦς λόγου ἡ καθαρὰ καὶ ἀφελὴς σχήματά τε καὶ κῶλα καὶ συνθήκη κατὰ ταὐτὰ αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ ὡσαύτως, εἰ δή τι καὶ ταῦτα δύναται συλλαμβάνειν πρὸς ἐπιεικοῦς λόγου ἔμφασιν.