Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

2 Σαφὴς μὲν δὴ καὶ ἀξιωματικὸς καὶ ἔτι αὖ καλός τε καὶ γοργὸς ὅπως γίνεται λόγος, ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται· ἕποιτο δʼ ἂν ἐκείνοις ὁ περὶ ἤθους ἀναγκαίως. χρησιμώτατον γὰρ εἴπερ ἄλλο τι καὶ τοῦτο δὴ τὸ ἠθικὸν εἶδος τοῦ λόγου εἰδέναι τε ὅπως γίνεται καὶ ποιεῖν δυνάμενον τοτὲ μὲν ὅλῳ τῷ λόγῳ ἀποδιδόναι τὸ τοιόνδε ἦθος, εἰ τοῦτο δέοι, τοτὲ δʼ αὖ καταμιγνύναι τοῖς προειρημένοις εἴδεσιν ἅπασιν, οἷον σφοδρότητι ἤ [*](304) σεμνότητι ἢ κάλλει καὶ τοῖς λοιποῖς. λέγω γὰρ ἦθος [*](3 cf. 305, 1 ann. | ὅτι om. Pc 5 ἐπιθεὶς P 7 Dem. 18, 169 8 εἴληπται Pc 9 τάχα δʼ ἂν Pa | ἔχηι VaBa | καὶ om. Ba 12 μὴ m.po. suppl. Pa 13 καὶ post εἶναι add Ma 15 p. 310, 5 sq. 16 mg. ἰδέα ε΄ P 23 τοῦτο P; τούτου V | δέοιτο Ac 25 δὲ (pro γὰρ) Ac)

321
νῦν οὐχ ἁπλῶς τοῦτο μόνον τὸ διʼ ὅλου τοῦ λόγου ἀναγκαίως ἔχον ἐμφαίνεσθαι καθαπερεὶ σώματος χρῶμα, ἀλλὰ καὶ τὸ ἐγκαταμίγνυσθαι πεφυκὸς πανταχοῦ, καὶ ἐν σφοδρότητι καὶ ἐν τραχύτητι καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. ἐκεῖνο μὲν γὰρ γένοιτʼ ἄν, εἰ τοῖς ὑποκειμένοις προσώποις οἰκείους καὶ πρέποντας τοὺς λόγους περιάπτοι τις, οἷον στρατηγοῖς ἢ ῥήτορσιν, ἢ τοῖς ἰδίως ὀνομασθεῖσιν ἠθικοῖς, οἷον λίχνοις ἢ δειλοῖς ἢ φιλαργύροις ἢ τοῖς τοιούτοις· καὶ μαθησόμεθά γε τοῦτο, οἷά τινα εἴδη τίσιν ἁρμόττει προσώποις, ἐν τῷ περὶ δεινότητος· τοῦτο δέ, περὶ οὗ νυνὶ λέγομεν, αὐτό τε καὶ τὰ εἴδη αὐτοῦ, δύναται μὲν καὶ διʼ ὅλου ποτὲ λόγου παραλαμβάνεσθαι ὥσπερ καὶ ταῦτα, οἷον σεμνότης, τραχύτης καὶ τὰ λοιπά, δύναται δὲ καὶ κατὰ τὰ αὐτὰ καθάπερ κἀκεῖναι καὶ μερικῶς που γίνεσθαι χρήσιμα, ὥσπερ ἔστι πολλάκις εὑρεῖν παρὰ τῷ ῥήτορι. σαφὲς δὲ ὃ λέγω μᾶλλον γενήσεται ἐπισκεψαμένοις τὸν λόγον τὸν περὶ αὐτοῦ.

Ἦθος τοίνυν ἐν λόγῳ ποιεῖ ἐπιείκεια καὶ ἀφέλεια, καὶ πρὸς τούτοις τὸ κατʼ αὐτὸν ἐμφαινόμενον ἀληθὲς καὶ ἐνδιάθετον. ἡ δὲ βαρύτης ὑπόκειται μὲν ὑπὸ τὸν ἠθικὸν λόγον, οὐ μὴν συμπληροῖ γε αὐτόν, ὥσπερ ἥ [*](351) τε ἀφέλεια καὶ ἡ ἐπιείκεια, τό τε ἀληθὲς καὶ τὸ ἐνδιάθετον, οὐδέ γε καθʼ ἑαυτὴν δύναται θεωρεῖσθαι, ὥσπερ ἐκείνων τῶν ἰδεῶν ἑκάστη, ἀλλὰ δεῖ αὐτῇ ἀφελείας [*](2 p. 296, 20: καθάπερ ἐν σώματι 4 σφοδρότησι . . τραχύ- τησι AcBa 5 γὰρ om. Pc | γίνοιτο 7 ἢ καὶ τοῖς 8 γε- ωργοῖς post οἷον m.2 supr. Pc 9 οἶον Syr. 10 cf. p 396 Sp. 11 νῦν Ac | τε V; γε P 14 alt. καὶ om. AcBa supr. m.1Pa | τὰ om. Ba 15 κἀκεῖναι Pa; κἀκεῖνα Ac χρήσιμον 16 εὑ- ρεῖν πολλάκις Pc 22 γε om. Syr. 23 τὸ om. Sc)

322
ἐπιεικείας ἤ τινος τῶν ἄλλων ἠθικῶν τι πάντως προσεῖναι. σαφέστερον δὲ καὶ τοῦτο περὶ ἑκάστης αὐτῶν λέγοντες ἐνδειξόμεθα. καὶ πρῶτόν γε περὶ ἀφελείας.