Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Συνθήκη δὲ γοργότητος ἡ ὀλιγάκις ἢ μηδʼ ὅλως ἔχουσα σύγκρουσιν φωνηέντων· οὐ γὰρ δὴ κεχηνέναι δεῖ τόν γε ὡς ἀληθῶς γοργὸν λόγον, πλὴν εἰ τραχύνεσθαι δέοι. πλεονάζειν μέντοι πάντως ἐνταῦθα τοὺς τροχαίους καὶ τὰς τροχαϊκὰς συζυγίας προσήκει· καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας, ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ, τροχαϊκῶς συντεθέντα καὶ παρὰ τῷ Μενάνδρῳ. ὁ δὲ Ἀρχίλοχος αὐτὸ καὶ σαφέστερον ἐποίησε καὶ γοργότερον· οἱ γὰρ τετράμετροι αὐτῷ διὰ τοῦτʼ οἶμαι καὶ γοργότεροι καὶ λογοειδέστεροι τῶν ἄλλων εἶναι δοκοῦσι, διότι τροχαϊκῶς σύγκεινται· [*](4 μεθόδου δεινότητος Sc 4. 5 p. 396 Sp. 6 εἴδεσιν ἅπασιν Pc 7 πῶς καὶ ἐφʼ οἷς p. 396, 18 Sp. κεχρῆσθαι Pc 8 μέ- θοδοι Pc 11 βραχέα Ba (cf. 312, 14); βραχεῖα PAc, m.1Vc 14 〈γε〉 μὴν? 18 λόγον γοργὸν VcBa 21 ἐναργῆ om. Pa 23 αὐτῶι VcBa 25 αὐτοῦ H. Becker)

320
[*](303) τρέχει γὰρ ὡς ὄντως ἐν τούτοις ὁ ῥυθμός. εἰ δὲ μὴ ἀκριβεῖς οἱ τροχαῖοι παρὰ τῷ ῥήτορι ἐν ταῖς γοργότησιν εὑρίσκονται, πολλάκις διεμαρτυράμην, ὅτι ἓν οὐδὲν μονοειδὲς ἔστιν εὑρεῖν παῤ αὐτῷ, ἀλλὰ ποικίλλει νῦν μὲν ἐννοίαις σεμναῖς γοργὸν ἤ τινα ἄλλον ἐπιτιθεὶς ῥυθμὸν ἢ μέθοδον ἢ τι τῶν ἄλλων, νῦν δὲ τὸ ἀνάπαλιν. καίτοι τὸ «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται τάχʼ ἂν ἔχοι τι πλέον εἰς γοργότητα καὶ διὰ τὴν ἐπιβολὴν τοῦ ῥυθμοῦ τροχαϊκὴν οὖσαν εὐθὺς ἐξ ἀρχῆς.

Ἀνάπαυσις δὲ γοργὴ ἡ εἰς τροχαῖον φύσει καταληγουσα καὶ μὴ βεβηκυῖα· οὐ γὰρ δύναται ὁ ῥυθμὸς γοργὸς εἶναι βεβηκώς. περὶ δὲ βεβηκότων ῥυθμιῶν καὶ τῶν οἱονεὶ κρεμαμένων καὶ ἀνηρτημένων ἐν τῷ περὶ κάλλους ἀκριβέστερον εἴρηται.