Περὶ ἰδεῶν λόγου
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Ὁ δʼ ‘Υπερίδης τὸ μὲν ἐπιμελὲς ἤκιστα ἔχει, διὸ καὶ ἧττον δυνατὸς εἶναι πως δοκεῖ· μέγεθος δὲ αὐτῷ ἐστιν ὑπέρογκον, σκληρὸν δὲ τοῦτο καὶ οὐ κεκραμένον, ὥστε μὴ σφόδρα εὗ τῷ ἠθικῷ τε καὶ καθαρῷ κεκράσθαι. κίνησις δὲ καὶ γοργότης σχημάτων πάνυ ὀλίγη παρὰ τούτῳ. δεινότης δὲ ἡ κατὰ μέθοδον ἔστι μὲν καὶ παρὰ πᾶσι τοῖς ἄλλοις ῥήτορσι καὶ παρὰ τούτῳ, ἔλαττον δὲ ἢ κατὰ τὴν παρὰ τῷ Αυσίᾳ τε καὶ σαίῳ καὶ ἔτι τῷ κορυφαίῳ αὐτῶν, λέγω τῷ Δημοσθένει. παρὰ δὲ ‘Υπερίδῃ κἀκείνην εὕροι τις ἂν τὴν δεινότητα, ἥ καὶ φαίνεται [*](1 οὗτοι om Vc Ba 2 ὕπεστι μετρίως Ac 4 μὲν om. Pc 11 καλλίστου λόγου τῶν πολιτικῶν P; δημοσθενικοῦ V, v.l.P 15 ὀλίγον Pc 19 εἶναι πως δυνατὸς Pc |αὐτοῦ Vc Ba 23 δει- νότητος m 1Vc 25 κατὰ τὴν suspect.)
Ἀλλʼ οὗτοι μὲν ταύτῃ διαφέρουσιν ἀλλήλων. λέγοιμεν δʼ ἄν ἤδη καὶ περὶ τῶν λοιπῶν, ἥπερ ἕκαστος αὐτῶν, ὁ αὐτὸς ὢν τοῖς ἄλίοις κατὰ τὸν πολιτικόν, ἕτερος αὐτῶν [*](412) ἰδίοις τισὶν ἑτέροις γίνεται, δηλαδὴ τῷ πλεονάζειν περί τι λόγων εἶδος ἢ τοὐναντίον ἐλάττονι χρῆσθαι τούτῳ ἢ καὶ μέσως πως. καὶ πρῶτόν γε περὶ τοῦ Ἰσοκράτους λεκτέον.
Ὁ τοίνυν σοκράτης ἕνεκα μὲν καθαρότητος καὶ [*](383) εὐκρινείας, αἵ δὴ τὸν σαφῆ ποιοῦσι λόγον ἰδέαι, πολιτικώτατός ἐστι πάντων, ἤθους δὲ καὶ ἀληθείας ἀμοιρῶν ἦττόν ἐστι πιθανός. ἐπιμελείᾳ μέντοι καὶ κόσμῳ περιττεύει, μεγέθει τε ὡσαύτως, πλὴν ὅτι τὴν σφοδρότητα ἢ τραχύτητα, εἴ που καὶ χρῷτο ταύταις, τῇ ἐπιμελείᾳ ἐκλύει· καὶ τὴν περιβολὴν δὲ ἠττον ἐν τοῖς περὶ τὴν λέξιν ποιεῖ καὶ τὴν μέθοδον, τοῖς κατʼ ἔννοιαν δὲ μάλιστα περιβάλλει· γοργότητος δὲ οὐδὲν ὅλως παρὰ τούτῳ. πλέον δέ, εἰ καὶ δυσχερὲς εἰπεῖν, τὸ ὕπτιόν τε καὶ ἀναβεβλημένον παρʼ αὐτῷ καὶ ὅλως τὸ πρεσβυτικὸν καὶ διδασκαλικόν. τῷ δὲ φύσει ἀληθείας ἀμοιρεῖν καὶ ταῖς ἐργασίαις περιττός ἐστιν, ὥσπερ ἐπίδειξιν εὑρέσεως ἐννοιῶν ποιούμενος καὶ πολλὰ οὐ χρησίμως λέγων· δῆλον [*](2 ἀφειδέστερόν πως Ba; γρ ἀφελέστερόν πως P 4 κεχρῆσθαι Vc Ba |Hyper. fr. 239 Blass 5 ἐκκοκύζειν PcAcBa 10 τὸ Ba 15 cf. 226, 14 |λόγον ποιοῦσιν Vc 19 ἢ (pro εἴ) Ba 20 ταῖς Vc Ba 23 τε om V 25 τὸ Ba, m.1Vc)
Ὀ δὲ Δείναρχος πολιτικὸς ὤν ὡς οἶα σαφὴς καὶ ἀληθὴς καὶ πιθανὸς πολὑ τὸ σφοδρὸν ἔχει καὶ τὸ τραχὑ κατά τε τὴν ἔννοιαν καὶ τὴν μέθοδον· κατὰ δὲ αὐτὴν τὴν λέξιν ἡττόν ἐστι σφοδρός, κατὰ μέντοι τὰ περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς, καὶ πάνυ σφοδρός τε καὶ τραχύς ἐστι· διὸ καὶ ἧττον ἐπιμελὴς ὁ λόγος αὐτῷ, γοργὺς μέντοι καὶ δεινὸς οὐ μετρίως· μιᾶλλον δὲ εἶναι δοκεῖ ἢ ἔστι δεινὸς διὰ τὸ τῆς τοιαύτης μᾶλλον μετέχειν δεινότητος. καθόλου τε ὁ ἀνὴρ ἐμφαινόμενον ἔχει πολύ τὸ Δημοσθενικὸν διὰ τὸ τραχὑ καὶ γοργὸν καὶ σφοδρόν, [*](3 τὰ om. 4. 5 πρώτου Portus 5 Dem 4, 1; cf. 284, 9—20 6 lsocr 6, 1 7 εἴ τι Ba, m.1 Vc 18 καὶ om. Ac |ταῦτα — 14 σοκράτους om. Vc Ba 15 περὶ δεινάρχου τοῦ λεγομένου xρι- θοδημοσθένους mg. P | ὡς om Vc Ba | οἷα Pc, (ον supr.) Pa; οἶον Vc Ba; οἷόν τε καὶ Ac 16 ἔχει τὸ σφοδρὸν Pc | alt. τὸ om. W 19 τὴν om Vc Ba 20 τε om Ac 23 τῆς τοιαύτης; sc. τῆς τρίτης, p 377, 10 sq. | μετέχειν μᾶλλον Vc Ba 25 βραχὺ m.1 VcBa |σ⌊φο⌉δρὸν Pc)
Ὁ δʼ Αἰσχίνης πολιτικὸς μέν ἐστιν εἴπερ ἕτερός τις, σοφιστικὸς δὲ καὶ γαῦρος καὶ τῷ μεγέθει μετὰ τοῦ κατὰ σχῆμα κάλλους πλεονάζων· οὐ γὰρ μετὰ τοῦ διὰ παντὸς ἐπιμελοῦς, ἐπεὶ τούτου γε αὐτῷ τοῦ κόσμου βραχύ τι μέτεστι. καὶ διʼ ὀλίγου μέν ἐστιν ἐπιμελής, [*](385) ἀμελέστερος δὲ καὶ ἀτονώτερός πως. τῷ δὲ ἠθικῷ τῷ κατʼ ἐπιείκειαν χρώμενος οὐκ ὀλίγῳ, τοῦ τύπου τοῦ ἀληθοῦς ἡττον μετέχει· διό, καίτοι πολλῇ τῇ σφοδρότητί τε καὶ τραχύτητι χρώμενος, ἔστιν οὗ τόνον οὐδένα ἔχει διὰ τὸ μὴ πεποιθότως μηδὲ ἀληθινῶς προφέρεσθαι τὸν λόγον. ταὐτὸ δὲ αἴτίον καὶ τοῦ μὴ πάνυ γοργὸν μηδὲ εὐκίνητον εἶναι. δεινότης δὲ ἡ κατὰ μεθοδον [*](414) μέν ἐστιν οὐκ ὀλίγη παρʼ αὐτῷ, ἡ δὲ φαινομένη τε ὁμοῦ καὶ οὖσα ἀναγκαίως ἐκ τῶν προειρημένων.
Περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι, καθάπερ ἄλλοι τέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἴ σοφιστεύσαντες, ὡν καὶ λόγον ἀνάγκη ποιήσασθαι· ὧν εἶς [*](1 αὐτῶ Ac 2 ἀχαρίστως δεινότητος m .1Pc 4 πολι- τικὸς m .po. suppl. Pc 4 5 τις ἕτερος Ac 6. 7 μετὰ τοῦ διὰ Sc, v.l. Vk; διὰ τοῦ μετὰ PAc SfVk; διὰ τὸ μετὰ VcBa: δη τοῦ δια Οg 8 ἐπιμελὴς FAc; ἀμελὴς m.1VcBa, v lV 10 δλίγὃ Ba 11 καίτοι οὐδὲ πολλἦ Ba. (δʹʼ punctis del .) Vc 13 πεποι- θότως Pc, (ι ex ν) PaVcBa, cf 355, 25; πεπονθότως Ac 14 τὸ (pro τοῦ) VeBs 16 οὐκ ὀλίγη vix san. 17 ὁμοῦ om Pc 18 Dieis, Die Ρagmmente der Vorsοὲνatλer 587 τοῦ ἀντιφῶντος Ac 10 Didym. p 310 Schmidt 20 τῆς ἱστορίας Vc Ba 21 μὲν γὰρ Ac)