Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

1 Καλὸς μὲν οὖν ἅμα ὄγκῳ καὶ ἀξιώματι λόγος καὶ ἔτι σαφὴς ὅπως γίνεται, ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν. δεῖ δὲ τῷ τοιούτῳ λόγῳ πάντως καὶ γοργότητος, ἵνα μὴ ἀργὸν αὐτῷ καὶ σαφὲς μόνον τὸ μέγεθος ᾗ καὶ τὸ κάλλος, ἀλλὰ καὶ γοργόν· γοργότητι γὰρ ἐναντίον τὸ ἀνειμένον καὶ ὕπτιον.

Ἡ τοίνυν γοργότης θεωρεῖται μὲν καὶ ἐν λέξει καὶ ἐν μεθόδῳ καὶ ἐν τοῖς λοιποῖς πλὴν ἐννοίας, εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι· περὶ δὲ ὀξύτητος ἐν τῷ περὶ ἀφελείας τε καὶ δριμύτητος λέξομεν καὶ ἔτι ἐν τῷ περὶ δεινότητος. ἀλλʼ ἥ γε λέξις, ὁποία ποτʼ ἂν ᾖ, βραχέα συντελεῖ πρὸς γοργότητα. ἥ τʼ αὖ μέθοδος ἡ ποιοῦσα τὴν γοργότητα σχεδόν ἐστι μία ὡς ἐπὶ τὸ πλεῖστον, ἐπειδὴ διὰ τοῦ τμητικοῦ γίνεται τύπου· οὗτος δʼ ἐν σχήμασίν ἐστι καὶ κώλοις, ἐν οἷς θεωρεῖται, ἔτι μέντοι καὶ συνθήκῃ καὶ ἀναπαύσει καὶ τοῖς ῥυθμοῖς. ἔννοια δὲ ὅπερ ἔφην οὐκ ἔστιν οὐδεμία, [*](296) ἥτις καθʼ ἑαυτὴν ποιεῖ τὸν λόγον γοργόν, πλὴν εἰ τὴν ὀξύτητά τε καὶ δριμύτητα ὡς ἔλεγον γοργότητος ἰδίαν θήσεταί τις· περὶ δὲ ταύτης ὅπερ ἔφην ἔν τε τῷ περὶ [*](1 βιβλίον β΄ P; τόμος β΄ VcBaPπ; τόμος δ΄ περὶ ἰδεῶν (sic! cf. ann. 2) Ac 2 om. Ac | mg. ἰδέα δ΄ Pa 4 καὶ ἐν Ac 5 λόγω post πάντως Ac; om Sc 6 ἦι V; εἴη ἢ P 12 τε om. V | p. 328, 5 cf. 339 14 ἢ τὸ ἀνάπαλιν ἐναντιοῦται post γοργότητα add. V, m.po Pa; at 319, 11 | αὖ PAc; οὖν VcBa 15. 16 ὡς ἐπὶ om. VcBa 18 ἔτι μέντοι καὶ P; καὶ ἔτι μέντοι νὴ δία Ac; ἔτι μέντοι νη δία καὶ VcBa 19 sq. l. 10 sq. 20. 21 γρ πλὴν εἰ μὴ τὴν ὀξύτητά τε mg. P 21 τε om Ac | ἰδέαν VcBa 22 θήσεταί V, v.l.P; θήσαιτό P | τε om. VcBa)

313
ἀφελείας ἔν τε τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. νυνὶ δὲ περὶ μεθόδου τῆς ποιούσης γοργὸν τὸν λόγον [*](344) πρῶτον λέξομεν, σχεδὸν οὐ πόρρω τινὸς ὀξύτητός τε καὶ δριμύτητος οὐδὲ ταύτης οὔσης.

Μέθοδος τοίνυν ὅπερ ἔλεγον γοργότητος μία, τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις ταῖς τε ἀντιθέσεσιν ὡσαύτως, οἷον «τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθε ἂν αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλʼ ὑπῆρχεν ἅπασιν. ἀλλʼ ἐπὶ τὸν πόλεμον; ἀλλʼ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε» καὶ πάλιν «ναί, φησίν· ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν; καὶ νὴ Δία εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε· ἀλλʼ ὅμως δεῖ σῶς αὐτοὺς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· ταῦτα γάρ πώς εἰσι καὶ ὀξέα. — Περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως καὶ ὅσα εἴδη αὐτῆς καὶ ὡς δεῖ παραλαμβάνειν ἕκαστον, ἐν τῷ περὶ δεινότητος ἡμῖν ἀκριβῶς λελέξεται. [*](297) — Ἡ δὲ ἀποστροφὴ οἷον «παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν» δοκεῖ μέν πως εἶναι μέθοδός τις, οὐ μὴν ἔμοιγε φαίνεται, ἀλλʼ εἶναι μᾶλλον σχῆμα· εἴτε δὲ σχῆμα εἴτε μέθοδός τίς ἐστιν ἡ ἀποστοφή, τῶν ποιούντων ἐστὶ καὶ αὐτὸ γοργὸν τὸν [*](2 νῦν Vc 3 πρῶτον λέξομεν Pc; λέξωμεν πρῶτον Pa; πρῶ- τον ante 2 τῆς V 5 p. 312, 15 e cf. p. 20, 4 7 Dem. 18, 24 8 ἂν om Ba, (suppl. m.2) Vc | ἐπὶ τὴν om. Pc 10. 11 ναί φησιν Ac, Dem. 18, 251; om. Pc; ναί om. PaVcBa 14 κακο- δαιμονοῦσι γὰρ VcBa, Dem. 8, 16 14. 15 αὐτοὺς δεῖ σῶς V, Dem. 16 ἐστὶ V | εἴτε PVcAc: ἤτοι Ba, v.l.P 17. 18 cf. p. 379, 5; 452, 1 Sp. 19 Dem. 18, 82; cf. 262, 15 20 αὐτὸν P; αὐτῶι Ac 22 εἴτε δὲ σχῆμα om, εἴτʼ οὖν σχῆμα m.po. supr., Pa 23 αὐτ⌊ὴ⌉ Va)

314
λόγον, καὶ μάλιστα εἰ συνεχῶς γίνοιτο· ἡ γὰρ μετάβασις ἡ νῦν μὲν ἐπὶ τοὺς δικαστάς, νῦν δὲ ἐπὶ τὸν ἀντίδικον ἢ ὁντινοῦν κινεῖ πως καὶ γοργὸν ποιεῖ τὸν λόγον. Ἀλλὰ μέθοδος μὲν αὕτη γοργότητος ἢ καὶ μέθοδοι.

Σχήματα δὲ τὰ μὲν ὁμολογουμένως ἐστὶ φύσει γοργὰ καὶ τμητικὰ καὶ αὐτῆς γε εἵνεκα τῆς γοργότητος παραλαμβάνεται, τὰ δὲ τὴν συμβαίνουσαν τῷ λόγῳ πολλάκις διά τινας ἀνάγκας ὑπτιότητα ἐξαιρεῖσθαι πέφυκε. καὶ πρῶτόν γε περὶ τούτων λέξομεν.

Ἐξαιρεῖται τοίνυν ὑπτιότητα λόγου σχῆμα τὸ καθʼ [*](345) ὑποστροφὴν καὶ ἔστι σφόδρα χρήσιμον τοῦτο ἐν ταῖς ἀφηγήσεσιν, οἷον «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον», εἶθʼ ὑπέστρεψεν ἐξ ἐπεμβολῆς «ὡς τότε δημηγορῶν ἔφη», εἶτα πάλιν ἦλθεν ἐπὶ τὴν ἀφήγησιν «ἐπιβουλεύοντα τοῖς Ἕλλησι». τοιοῦτόν ἐστι καὶ τὸ «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου», εἴθʼ ἡ ὑποστροφὴ «οὐ διʼ ἐμέ· οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε», εἶτα πάλιν ἡ ἀφήγησις «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε», καὶ τὰ ἑξῆς δὲ τοιαῦτά ἐστι τοῦτο τὸ σχῆμα καὶ κατʼ ἐπιπλοκὴν τινὲς ὠνόμασαν. ἔτι ἐξαιρεῖται τῶν ἀφηγήσεων τὴν ὑπτιότητα καὶ τὸ ἐπιτρέχον λεγόμενον σχῆμα, οἶον [*](298) «ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ» καὶ τὰ ἐξῆς. [*](1 cf. 20, 4 2 ἐπ⌊ῒ m.2 ex ει⌉δὴ τὸν Pc 6 καὶ γοργὰ Pc 9 ἀνάγκας m.po. suppl. Pc 10 λέγομεν, ξο supr., Pc 12 χρήσιμον σφόδρα Pc 13 Dem. 19, 10 14. 15 εἶθʼ ὑστροφὴν (voluitne ὕστερον? cf. 292, 12)ὑπέστρεψεν ἐξ ἐπιπολῆς Pc 17 Dem. 18, 18 17. 18 πολέμου συστάντος V 18 ἡ om. VcBa 20 δὲ om. Pc 21 καὶ κατʼ ἐπιπλοκὴν Anon. III 139, 19 Sp.; κατὰ πλοκήν vel καταπλοκήν PV 22 τῶν ἀφηγήσεων om. Pc 24 Dem. 21, 13)

315
ταὐτὸ δὲ τοῦτο καὶ περιβάλλει, αἱ δὲ ὑποστροφαί, ἂν μὴ ὦσι μακραί, ἧττον περιβάλλουσι, καὶ εἰρήκαμεν τοῦτο κἀν τῷ περὶ περιβολῆς. — Ἀλλὰ ταυτὶ μὲν ὥσπερ ἰάματά ἐστιν ὑπτιότητος καὶ δύναται ταὐτόν, ὅπερ εὐκρίνεια ἐν σαφηνείᾳ· ἐκείνη τε γὰρ τὰ συγκεχυμένα διευκρινεῖ πρὸς σαφήνειαν, ὡς ἐδείκνυμεν ἐν τῷ περὶ σαφηνείας, ταῦτά τε τὰ σχήματα τὸν ὑπτιάζοντα λόγον ὀρθοῖ καὶ γοργὸν ποιεῖ. κατὰ τὰ αὐτὰ δὲ τοῖς περὶ σαφηνείας ἔχει καὶ τὰ μέλλοντα ῥηθήσεσθαι· ὥσπερ γὰρ ἐκεῖ ἡ μὲν καθαρότης καθʼ ἑαυτὴν ἐποίει τὸν σαφῆ λόγον, προσεδεῖτο δὲ τῆς εὐκρινείας, εἴ που συγχέοιτο ὁ λόγος, εἰς ἐπανόρθωσιν, οὕτω κἀνταῦθα πάλιν ἔστι μὲν τὸ ποιοῦν τὴν γοργότητα μάλιστα εἶδος λόγου τὸ τμητικόν, εἰ δέ ποτʼ ἐκπίπτοι κατʼ ἀνάγκην τινὰ εἰς ὑπτιότητα, δεῖ τῶν προειρημένων σχημάτων, ἃ δὴ πέφυκεν ὀρθοῦν καὶ διεγείρειν τὸν λόγον ἀπὸ τῆς ὑπτιότητος. τμητικὸς. δὲ λόγος καὶ γοργὸς μάλιστα ἐν τοῖς σχήμασι καὶ τοῖς ῥυθμοῖς θεωρεῖται. εἰδέναι δὲ χρή, [*](346) ὅτι ὁ λόγος ὁ τμητικὸς ποτὲ μὲν ἔστιν, οὐ μὴν δοκεῖ γε εἶναι τμητικός, ποτὲ δὲ δοκεῖ μὲν εἶναι τοιοῦτος, οὐ μὴν τέμνει γε ὡς ἀληθῶς τὰ πράγματα, ποτὲ δὲ ἀμφότερα, καὶ τέμνει καὶ δοκεῖ τέμνειν. κείσεται δὲ αὐτοῦ καὶ παραδείγματα καθʼ ἕκαστον τούτων ὀλίγον ὕστερον, ἔνθα καὶ σαφέστερόν τι περὶ τούτων ἐροῦμεν.

Νῦν δὲ πρῶτον περὶ τῶν σχημάτων λέξομεν, ἃ τμητικὰ [*](2. 3 p. 290, 13. 294, 11 sq. 3 περὶ om. Pa | τῆς περιβολῆς 4 δύνανται Pc, (alt. ν supr.) Pa 6 p. 239, 18 8 τὰ om Pc 9 εἰρήσεσθαι Ba | ὡς (om. περ) VcBs 10 ἑαυτὸν 10. 11 p. 235, 5: σαφῆ ποιεῖν τὸν λόγον 12. 13 πάλιν· ἔστι μὲν οὖν Ac 14 ἐκπίπτει Pc 17 ὁ λόγος Ac 18 εἰδέναι — 19 ἐστιν m.2 suppl. Vc 20 γε om. PcAc | τμητικὸς P; τοιοῦτος V 23 ὀλίγω P 24 p. 317, 14 | τι om. Ac 25 νυνὶ V)

316
ὄντα κατʼ ἀνάγκην ἐστὶ καὶ γοργά. σχήματα μὲν οὖν τοῦ εἴδους τάδε. τὸ ἀσύνδετον κομματικόν, οἷον [*](299) «προσῆλθε τῇ βουλῇ, προβούλευμα ἐγράφη». τὸ κατʼ ὄνομα κομματικόν, οἷον ‘Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Mεθώνην, Παγασάς’, καὶ αἱ πυκναὶ καὶ διʼ ἐλαχίστου ἐξαλλαγαί, οἷον «τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτίδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη» καὶ τὰ ἑξῆς, οἵ τε διʼ ἐλαχίστου μερισμοὶ τὴν ἀνταπόδοσιν ἔχοντες, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τούς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται». τὸ κατʼ ἐπαναφορὰν κομματικόν, οἷον «ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ σαυτὸν καλεῖς». τὸ κατʼ ἀντιστροφὴν κομματικὸν «ταξιάρχους παρʼ ὑμῶν, ἄρχοντας παρʼ ὑμῶν». αἱ ταχεῖαι καὶ διʼ ἐλαχίστου συμπλοκαί, οἷον «καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε, ἐφʼ ἃ παρελήλυθα», καὶ ὁ Θουκυδίδης «καὶ οἱ πατέρες ὑμῶν, ὦ Λακεδαιμόνιοι, καὶ ὑμῶν οἱ πρεσβύτεροι». εἰ δὲ πολλαὶ γένοιντο αἱ συμπλοκαὶ μὴ καθʼ ἑκάστην πληρουμένης τε καὶ ἱσταμένης τῆς διανοίας, ἀλλʼ εἰς μίαν ὡς περίοδόν τινα πασῶν ἐμπεριλαμβανομένων, τοῦ μὲν τμητικοῦ οὐδὲν ἧττον ἔμφασις [*](300) ἔσται, τοῦ δʼ αὖ γοργοῦ καὶ αὐτοῦ μὲν ἔμφασίς τις, μετρία δέ πως, περιβολὴ δὲ μᾶλλον γενήσεται ἢ γοργότης, [*](347) [*](3 Dem. 24, 11 4 cf. Dem. 1, 8 9; 18, 69 6 Dem. 1, 12 9 λόγου post ἐλαχίστου add P 10 Dem. 18, 169 12. 13 ἐπὶ τὴν δημοκρατίαν καλεῖς add. Aesch 3, 202; cf. Dion. De c. v. 9. II 1 p. 34, 8 Us. Demetr. De eloc 268 13. 14 οἷον ταξιάρχους Pc 13 Dem. 4, 27 14 ἄρχοντας PV; ἱππάρχους vulg., cf. 303, 23 15 Dem. 10, 1 15. 16 νομίζω VcBa 17 ἐφʼ ἃ παρ- ελήλυθα om. Dem., cf. p. 318, 26; fortasse rhetori obversabatur or. 5, 9 18 Thuc. 2, 11 19 αἱ om Pc | καὶ μὴ Syr. 21 ὡς om. Sc 22 ἧττον m.po. suppl. Vc)
317
οἷον «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεόν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «πότερον ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ;» Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον.

Σχήμιατα μὲν γοργότητος ταῦτα, καὶ νὴ Δία τοῦ τε φαινομένου μὲν τμητικοῦ, μὴ ὄντος δὲ τοιούτου λόγου καὶ τοῦ ἀμφότερα φαινομένου τε καὶ τέμνοντός γε ὡς ἀληθῶς ἐν βραχέσι τὰ πράγματα. τοῦ μέντοι τέμνοντος μέν, μὴ μέντοι γε δοκοῦντος τέμνειν οὐ ταῦτα, ἀλλʼ οἵ τε πλαγιασμοὶ καὶ τὰ κατὰ συστροφὴν καὶ ὅσα τοιαῦτα· πολλὰ γὰρ διʼ ἐλαχίστων ἐν ἐκείνοις λέγεται τοῖς σχήμασιν οὐ παραδηλούντων ἡμῶν, ὅτι τέμνομεν τὰ πράγματα. παραδείγματα δὲ αὐτῶν θήσομεν ἑκάστου, ἵνα καὶ σαφὴς ὁ λόγος ᾖ. — Τοῦ μὲν οὖν τέμνοντος τὰ πράγματα λόγου, οὐ μὴν δοκοῦντος τέμνειν παράδειγμα τὸ «πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν» καὶ τὰ ἑξῆς· τοῦτο μὲν οὖν ἐκ πλαγιασμοῦ τοιοῦτον ἐγένετο. τοῦ δʼ αὖ κατὰ συστροφὴν σχήματος ἐν τούτῳ τῷ εἴδει παράδειγμα τόδε «ὁ γὰρ Μεσήνην Λακεδαιμονίοις ἀφεῖναι κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδιδοὺς τῷ δίκαια νομίζειν ταῦτα εἶναι πεποιηκέναι σκήψαιτο;» πολλὰ γὰρ διʼ ὀλίγων ἐν ἀμφοτέροις εἴρηται, [*](301) [*](1 Dem. 18, 71 2 καὶ μεγάροις ἐπιχειρῶν post ἀττικὴν add Ac 3 καὶ κατασκάπτων πορθμιὸν post ὠρεὸν add Pc | πότε- ρον Ac, cf. 318, 7; πότερα PVcBa 5 ἰτέον 6 μὲν γὰρ AcBa 16 λόγου — τὸ om. VcBa (λόγου — παράδειγμα m.2 suppl. Vc) | οὐ μὴν P, m.2Vc; καὶ μὴ Ac | τὸ Ac; οἷον P; τόδε Sc 17 Dem. 9, 1 | λόγων ὦ ἀθηναῖοι Ac 20 τόδε P; οἷον Ac; om VoBa 21 Dem. 6, 13 | μεσσήνην VcBa | ἀφ- ιέναι Vc, (εῖ, m.1 ϊέ supr.) Ba; cf. p. 394, 12 Sp. 22. 23 παρα- δοὺς V 23 τῶ m.po.Pc; τὸ PV)

318
οὐ μὴν ἐμφαίνεταί γε τὸ τέμνεσθαι. παραδείγματα δὲ τοιαῦτα μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. — Τοῦ δʼ αὖ δοκοῦντος μὲν τέμνειν τὰ πράγματα, οὐ μὴν τέμνοντός γε ὡς ἀληθῶς, ἀλλὰ τοὐναντίον καὶ περιβάλλοντος λόγου παράδειγμα τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν [*](348) Ἀττικήν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «πότερον ταῦτα ποιῶν». ἐνταῦθα γὰρ δοκεῖ μὲν πολλὰ λέγειν καὶ νὴ Δία ταχέως ἀφʼ ἑκάστου αὐτῶν ἀπαλλάττεσθαι, διὸ καὶ γοργότητα ἔχει τινὰ ὁ λόγος καὶ τομὴν ἐμφαίνει, οὐ μὴν πολλά γε ὡς ἀληθῶς λέγει πράγματα οὐδὲ ταχέως ἀφʼ ἑκάστου αὐτῶν ἀπαλλάττεται, ἀλλὰ τοὐναντίον καὶ ἐπιμένει περιβάλλων· γένη γὰρ εἴδεσι καὶ ὅλα μέρεσι καὶ ἀόριστα ὡρισμένοις καὶ ἕτερα ἄττα περιβλητικὰ προσλαμβάνων περὶ ἑκάστου ὡς ἰδίαν ἔχοντος ὑπόστασιν ἐμφαίνει, παραδηλῶν ταῖς συμπλοκαῖς καὶ μεταβάσεις ποιούμενος ἀπὸ πραγμάτων ἐπὶ ἕτερα πράγματα. διὸ πολλὰ ἔδοξεν εἶναι δύο ὄντα σχεδὸν τὰ πάντα· ἔστι γὰρ ἣ τε Εὔβοια καὶ τὸ Βυζάντιον, εἰ δὲ βούλει, ἔστω καὶ πλείονα, οὐ μὴν τοσαῦτά γέ ἐστιν, ὅσα ἐμφαίνεται εἶναι διὰ τὰς συμπλοκάς. παραδείγματα δὲ καὶ τούτου τοῦ μὴ τέμνοντος μὲν τὰ πράγματα λόγου, δοκοῦντος δὲ λέγεσθαι τμητικῶς μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. — Τοῦ δʼ αὖ καὶ ὄντος τμητικοῦ λόγου καὶ δοκοῦντος εἶναι παράδειγμα τὸ «καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, [*](302) καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε· [*](2 τὰ παρὰ Ba 5 τὸ m.po. suppl. Vc; τόδε Pc | cf. 317, 1 9 ἐφʼ Ba | ἀπαλλάττεσθαι m.2 ex πολιτεύεσθαι Pc 10 τινα ἔχει Ac 13 παραβάλλων m.1Vc 15 προσλαμβάνων Pa; περι- βάλλων Pc 16 ταῖς πλοκαῖς Pc 20 καὶ P; om. V, v.l.P 21 δὲ om. V 25 παραδείγματα τὸ Pc | Dem. 10, 1 | νομίζω Ba, m.1Vc; cf. 316, 15. 16 ann. 26 βουλεύεσθε σκοπεῖσθαι VcBa, v.l.P)
319
σπάνιον δὲ τὸ τοιοῦτον παρά γε τῷ Δημοσθένει. — Τὰς μέντοι αἰτίας, διʼ ἃς νῦν μὲν οὕτως, νῦν δὲ ἐκείνως χρῆται τῷ λόγῳ τῷ τμητικῷ, καὶ ὡς δεῖ καὶ ἡμᾶς αὐτῷ χρῆσθαι, ἐν τῷ περὶ δεινότητος μεθόδου ἐροῦμεν· ἐκείνης γὰρ ἴδιον τὸ εἰδέναι, καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασιν εἴδεσι πότε καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς προσήκει χρῆσθαι. Ἀλλʼ ἐπὶ τὸν περὶ γοργότητος λόγον πάλιν ἐπανιτέον. μέθοδον μὲν γὰρ καὶ σχήματα, διʼ ὧν γοργὸς ὁ λόγος γίνεται, εἰρήκαμεν· ἀπὸ δὲ τῶν σχημάτων δῆλά πως καὶ τὰ ἑξῆς.

Λέξις μὲν γὰρ ὅπερ ἔφην βραχέα, ἥτις ἂν εἴη, τοιάδε [*](349) ἢ τοιάδε, συντελεῖ πρὸς γοργότητα, οὐ μὴν ἀλλʼ αἱ βραχεῖαί γε ἐπιτηδειότεραι.

Κῶλα μὴν τοῦ λόγου τοῦ γοργοῦ πάντως εἶναι βραχέα δεῖ.

Συνθήκη δὲ γοργότητος ἡ ὀλιγάκις ἢ μηδʼ ὅλως ἔχουσα σύγκρουσιν φωνηέντων· οὐ γὰρ δὴ κεχηνέναι δεῖ τόν γε ὡς ἀληθῶς γοργὸν λόγον, πλὴν εἰ τραχύνεσθαι δέοι. πλεονάζειν μέντοι πάντως ἐνταῦθα τοὺς τροχαίους καὶ τὰς τροχαϊκὰς συζυγίας προσήκει· καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας, ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ, τροχαϊκῶς συντεθέντα καὶ παρὰ τῷ Μενάνδρῳ. ὁ δὲ Ἀρχίλοχος αὐτὸ καὶ σαφέστερον ἐποίησε καὶ γοργότερον· οἱ γὰρ τετράμετροι αὐτῷ διὰ τοῦτʼ οἶμαι καὶ γοργότεροι καὶ λογοειδέστεροι τῶν ἄλλων εἶναι δοκοῦσι, διότι τροχαϊκῶς σύγκεινται· [*](4 μεθόδου δεινότητος Sc 4. 5 p. 396 Sp. 6 εἴδεσιν ἅπασιν Pc 7 πῶς καὶ ἐφʼ οἷς p. 396, 18 Sp. κεχρῆσθαι Pc 8 μέ- θοδοι Pc 11 βραχέα Ba (cf. 312, 14); βραχεῖα PAc, m.1Vc 14 〈γε〉 μὴν? 18 λόγον γοργὸν VcBa 21 ἐναργῆ om. Pa 23 αὐτῶι VcBa 25 αὐτοῦ H. Becker)

320
[*](303) τρέχει γὰρ ὡς ὄντως ἐν τούτοις ὁ ῥυθμός. εἰ δὲ μὴ ἀκριβεῖς οἱ τροχαῖοι παρὰ τῷ ῥήτορι ἐν ταῖς γοργότησιν εὑρίσκονται, πολλάκις διεμαρτυράμην, ὅτι ἓν οὐδὲν μονοειδὲς ἔστιν εὑρεῖν παῤ αὐτῷ, ἀλλὰ ποικίλλει νῦν μὲν ἐννοίαις σεμναῖς γοργὸν ἤ τινα ἄλλον ἐπιτιθεὶς ῥυθμὸν ἢ μέθοδον ἢ τι τῶν ἄλλων, νῦν δὲ τὸ ἀνάπαλιν. καίτοι τὸ «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται τάχʼ ἂν ἔχοι τι πλέον εἰς γοργότητα καὶ διὰ τὴν ἐπιβολὴν τοῦ ῥυθμοῦ τροχαϊκὴν οὖσαν εὐθὺς ἐξ ἀρχῆς.

Ἀνάπαυσις δὲ γοργὴ ἡ εἰς τροχαῖον φύσει καταληγουσα καὶ μὴ βεβηκυῖα· οὐ γὰρ δύναται ὁ ῥυθμὸς γοργὸς εἶναι βεβηκώς. περὶ δὲ βεβηκότων ῥυθμιῶν καὶ τῶν οἱονεὶ κρεμαμένων καὶ ἀνηρτημένων ἐν τῷ περὶ κάλλους ἀκριβέστερον εἴρηται.