Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Καὶ μὴν καὶ ἡ ἐπαναστροφὴ τὸ σχῆμα τῶν καλλωπιζόντων· [*](286) [*](2 γένοιντο VcBa; cf. l. 21 3 Dem. 19, 10 6 καὶ τὸ Ac | cf. 304, 21 8 τὸ om. V | τὴν τοιαύτην Pc 10 ὧιπερ Ac, (ὡς supr.) P; ὥσπερ VcBa | παραδείγματα? 11 Dem. 1, 11 13 συν- ανήλωσε Sc 14 Dem. 18, 198 15 ὃ P: οἷον V, m. po. Pc 16 Dem. 1, 4 17 τοῦ om. Ac 19 ἔχοι m.1Pc 20 pr. καὶ om. Vc Ba 21 | κόμμα m.po.] ] VcBa | λέγοιτο PBa; cf. l. 2 22 p. 316, 13 | Dem. 4, 27 23 ἐ⌊ι m.po.⌉ Pa | γρ ἐναργείας κάλλος P 24 κἀν τῆι ἐπαναφορᾶι κἀνταῦθα Vc 25 τὸ er. Pa)

304
γίνεται δέ, ὅταν τὸ τέλος τοῦ κώλου ἑτέρου κώλου τις ἀρχὴν ποιήσηται, οἷον «οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναιτʼ ἂν διώκειν δι᾿ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο». ἐκφανὲς δὲ τὸ τῆς ἐπιβουλῆς γίνεται καὶ τὸ τοῦ ἐπιτηδεύμιατος, ὅταν τις μίαν λέξιν μερίσας τὰς τελευταίας αὐτῆς συλλαβὰς ἀρχὴν τοῦ ἐπιφερομένου ποιήσηται κώλου, ὡς ὁ Θουκυδίδης ‘Σαμία μία ναῦς’ καὶ «αὐτίκα βοὴ ἦν», καὶ παρὰ τῷ ποιητῇ «Πρόθοος θοὸς ἡγεμόνευε». τὸ οὖν
  • «τοῦ δʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
  • εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ»
  • ἐπαναστροφὴ ὂν οὐκέθʼ ὅμοιον τοῖς προειρημένοις οὐδʼ [*](337) ὁμοίως ἐπιβεβουλεῦσθαι δοκεῖ, διότι μὴ συλλαβαῖς, ἀλλὰ μηδὲ λέξει, κόμματι δὲ ὅλῳ ἀνέστραπται.

    Ἔτι τῶν ἐπιφανῶς καλλωπιζόντων ἐστὶ μετὰ ἐναργείας καὶ τὸ κλιμακωτὸν καλούμενον σχῆμα, ὃ δὴ σπάνιον παρὰ τῷ ῥήτορι, μᾶλλον δὲ οὐδὲ σπάνιον, ἀλλʼ ἅπαξ ἢ δὶς εἰρημένον· ἔστι δὲ οὐδὲν ἄλλο ἢ πλεονάζουσα [*](287) ἀναστροφή, οἷον «οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δέ». εἰ δʼ αἱ ταχεῖαι τῶν μερισμῶν ἀποδόσεις καὶ αἱ βραχυκωλίαι πεποιήκασιν εἶναι καὶ γοργὸν τὸν λόγον ἢ εἰ διὰ τὰς πολλὰς ἀναιρέσεις γέγονέ πως καὶ εὐειδής, ἑτέρου λόγου. καίτοι [*](2 Dem. 18, 13 4 ἐμφανὲς Diae. f. 449r 5 δὲ PAc, Syr.; δὲ καὶ VcBa, cf. Diac. | τῆς ἐπιτηδεύσεως Syr. 8 cf. Thuc. 8, 16 | Thuc 3, 22 9 Hom. B 758 | cf. Π. μεθ δεῖν p. 437, 29 Sp. | τὸ γὀῦν Ba; om. Vc 10 Hom. Υ 371 | cf. Π. μεθ. δειν p. 433, 29 Sp. 12 οὐνἔθʼ Pc; οὐκ ἔσθʼ Pa V 14 ὅλ⌊ωι m.po.⌉ Pc | ἀντ- ἐστραπται Ac; ἀνέστρεψεν Pc 15 sq. cf. Demetr. De eloc. 270. Quint. IX 3, 55 10 Dem. 18, 179 21. 22 cf. 303, 4)

    305
    αιρέσεις γε αἱ αὐταί. ἀλλʼ εἰ καὶ μὴ ἦν ἴδιον, πολλάκις ἐμαρτυράμην, ὡς τῶν χαλεπωτάτων ἐστὶν εὑρεῖν ὁτιοῦν παρὰ τῷ ῥήτορι τοιοῦτον, οἷον ἐπὶ πολὺ μιᾶς ἰδέας εἶναι· ποικιλώτατος γὰρ ὁ ἀνὴρ ἁπάντων καὶ σχεδὸν ἐν ἅπαντι μέρει τῶν ἐκείνου πάντʼ ἂν εὕροις, οὕτω τῇ κράσει καὶ τῇ μίξει τῶν ἰδεῶν κάλλιστα κέχρηται· διήκουσι γὰρ διʼ ἀλλήλων σχεδὸν ἅπασαι παρά γε τούτῳ καὶ καθάπερ ἐκ συμφθάρσεως ἕν τι λόγου πεποιήκασιν εἶδος, τὸ κάλλιστον δὴ τοῦτο καὶ πολιτικὸν ὡς ἀληθῶς καὶ Δημοσθενικόν. περὶ δὲ πολιτικοῦ λόγου, πληρώσαντες τὸν περὶ ἰδεῶν γενικῶν λόγον, ἀκριβέστερον λέξομεν.

    Ἔτι κάλλους ποιητικοὶ καὶ οἱ κατὰ συζυγίαν μερισμοὶ διὰ τὰς ἰσοκωλίας, ὡς ἐν τῷ περὶ τῆς περιβολῆς ἐδείκνυμεν.

    Καὶ τὸ ὑπερβατὸν δέ, εἰ μὴ κατὰ παρένθεσιν γίνοιτο ἀλλὰ καθʼ ὑπέρθεσιν, κάλλος ποιεῖ. ἔστι δὲ τὸ μὲν καθʼ ὑπέρθεσιν ὑπερβατὸν τοιοῦτον, οἷον «τὴν τοῦ διαπράξασθαι ταῦθʼ, ἃ μηδεὶς πώποτε ἄλλος Μακεδόνων [*](338) βασιλεύς, δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος». τὸ δὲ κατὰ παρένθεσιν ἐξ ἐπεμβολῆς γίνεται, [*](288) οἷον «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι». τί δὲ ἐργάζεται ἡ ἐπεμβολή, εἰρήκαμεν ἐν [*](1 cf. 267, 8 | γε PAc; τε Ba; om. m1Vc | αἱ om. Ac | γε αἱ om. vulg. 2 cf. 216, 7 sq. 224, 10. 279, 21 sq. 4 εἶναι ἰδέας Pc | ὁ om. Ba, (ὁ ἀνὴρ m.2 ex ἁνὴρ) Vc 6 καὶ (om. τῇ) κράσει καὶ (om. τῇ) μίξει VcBa 7 γὰρ καὶ διʼ Ac 9. 10 cf. 221, 22 11 ἰδεῶν γενικῶν P (cf. p. 397, 29 Sp.); ἰδεῶν τῶν γε- νικῶν Ac; τῶν ἰδεῶν τὸν γενικὸν Ba, m1Vc 14 p. 291, 22 16 cf. 232, 1; Π. μεθ. δειν. p. 438, 4 Sp.; Theon II 82, 21 Sp. 16. 17 γένοιτο VcBa 17 κάλλος — 18 ὑπέρθεσιν m.po. suppl. Ba 18 Dem. 2, 15 22 Dem. 2, 5 | ἐκεῖνο Pa; (ν m.po. ex σ) Pc; ἐκεῖνο⌊I⌉ Ba | φλαῦρον Ac, cf. 295, 3. 308, 2 23 p. 295, 1)

    306
    τῷ περὶ περιβολῆς, ὅτι, βραχεῖα μὲν εἴπερ εἴη, γοργότητα, μακροτέρα δὲ εἰ γένοιτο, περιβολήν, εἰ δὲ πλεονάσειε, μεστότητα.

    Ἔτι σχήματα καλλωπίζει πως καὶ τὰ καινοπρεπῆ, οἷον «ὑμεῖς δʼ ὁ δῆμος καὶ πάλιν «καὶ εἰ μηδὲ διʼ ἓν ἄλλο» ἀντὶ τοῦ ‘εἰ καὶ διὰ μηδὲν ἄλλο’ καὶ πάλιν «Θετταλοὶ δὲ οὐδένα πώποτε ὅντινα οὔ».

    Καὶ μὴν καὶ αἱ διὰ δύο ἀποφάσεων γινόμεναι καταφάσεις κάλλους ἴδιον σχῆμα, οἷον «οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι» ἀντὶ τοῦ θέλοντα, καὶ ὁ ῥήτωρ «ἔστι δὲ οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης»· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι ‘δῆλόν ἐστιν’ ὃ δὲ «οὐκ ἄδηλον» ἔφη.

    Ἔτι κάλλους ἴδιον καὶ τὸ πολύπτωτον καλούμιενον σχῆμα, εἰ κατὰ κῶλον ἐκφέροιτο, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμια τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» καὶ τὰ ἑξῆς. κατὰ μέντοι κόμμα εἰ γένοιτο, πλέον ἔχει τὸ γοργόν, οὐ μὴν οὐδʼ οὕτως ἀπήλλακται τοῦ κάλλους, οἷον «οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθε, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε». Καὶ σχήματα μὲν καλλωπίζει τὸν λόγον τοσαῦτα.

    [*](289)

    Κῶλα δὲ κεκαλλωπισμένα φύσει μὲν τὰ μετρίως μακρότερα, εἰ τῇ συνθήκῃ μὴ διεστήκοι μηδʼ εἴη σύγκρουσίς [*](1 ποιεῖ m.po. add. post γοργότητα Ba 2 p. 292, 6 5 Dem. 3, 31 | Dem. 23, 195 (vix Dem. 19, 95, quem locun Alex. III 38, 12. 13 Sp., confusum cum Dem. 19, 281, indicare videtur) 6 εἰ καὶ μὴ διʼ ἓν ἄλλο schol Lucian. 239, 22 R. | καὶ μὴ διὰ μηδὲν Ba, (μὴ er.) Vc 7 Dem. 23, 112 | ὅντιναὀῦν Ac 9 Hom. Δ 224 10 Dem. 20, 1 14 Dem. 18, 188 16 τ⌊ο m.po.⌉ Pc | ἐπιστάντα PV 19 Dem. 19, 298 20 πείθεσθαι (ε supr. Ba) ὑπὸ δὲ VcBa 22 τὸν om. V)

    307
    τις ἐν αὐτοῖς φωνηέντων, ἀλλὰ συνέχοιτο πανταχόθεν τοῖς συμφώνοις, οἷά ἐστι καὶ τὰ Ἰσοκράτους, οὗ γε οὐ μόνον τὰ κῶλα συνέχεται τοῖς συμφώνοις, [*](339) ἀλλὰ καὶ πᾶς ὁ λόγος· τοσοῦτον αὐτῷ τῆς εὐφωνίας καὶ τοῦ κάλλους μεμέληκε. ταυτὶ μὲν οὖν ὅπερ ἔφην ὄντως καλλωπίζει τὰ κῶλα. δοκεῖ δέ πως κἀκεῖνα τὰ κῶλα ἐπιμέλειαν ἔχειν καί τινα κόσμον ὑφειμένον μὲν καὶ οὐ μάλα τι κωμμωτικόν, ὃμως γοῦν κοσμεῖ τὰ ἐξ ἐπιπλοκῆς βραχείας, ὅταν διʼ ἀλλήλων ὥσπερ ἐξ ἐπεμβολῆς λέγηται πεπλεγμένα, τῆς ὅλης διανοίας μὴ καθʼ ἕκαστον αὐτῶν πληρουμένης, διʼ ὅλων δὲ ὡς μιᾶς, οἷον «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ᾧ φιλοτιμίας ἕνεκα ἡ περὶ τῆς δωρεᾶς σπουδὴ γένοιτʼ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ παῤ ὑμῶν λαβεῖν τότε τὴν ἀτέλειαν» καὶ πάλιν «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθʼ, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· ὁρᾷς γάρ, ὅπως βραχέα ἐστὶν ἅπαντα πλὴν τῶν τελευταίων [*](290) ἐπʼ ἀμφοῖν τοῖν παραδειγμάτοιν τὰ κῶλα, καὶ ὡς αἱ ἐπεμβολαὶ οὐδʼ ἐπεμβολαὶ δοκοῦσί πως εἶναι καὶ ὥσπερ ἐξ ἀκολουθίας τινὸς ἐπεμβεβλημέναι, ἀλλʼ οὐ κατακόρως [*](1. 2 πανταχόθεν Pc; πάντοθεν Pa V 5 οὖν om. Ac 6 οὕ- τως Ac, m.2Vc 8 κομματικὸν Pc Ac | κόσμον, τὰ? | καὶ ante τὰ m.2 supr. Vc 11 γινομένης ἢ πληρουμένης Pc 12 Dem. 20, 41 | μόνον m.po. suppl. Vc 13 ἡ om. Pa | τὰς δωρεὰς Vc 15 ἡμᾶς V 17 Dem. 20, 1 | ὦ δικασταὶ Ac 19 τινὰς om. V 20 εὑ- ρομένους Pa; εὑραμένους Ac, (α m.2 ex ο) Vc 23 τῶν παρα- δειγμάτων VcBa 24 εἶναι λείως· καὶ Ac)
    308
    ἐκφερόμεναι· οὐ γὰρ ὅμοιον ἦν οὕτως εἰπεῖν «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι» ἢ ὡς ταῦτʼ ἔχει τὰ προειρημένα παραδείγματα. διόπερ ἐν ἐκείνῳ μὲν τὸ τῆς γοργότητος πλέον ἐστίν, εἰ καὶ ἐπιμελείας ἔχει τι, ἐνταῦθα δὲ ἀνάπαλιν τὸ τῆς ἐπιμελείας πλέον, εἰ καὶ γοργότητος ἔχει τι. τοῦ δὲ τοιούτου κάλλους καὶ τῆς ἐπιμελείας ταύτης πολλὰ μὲν καὶ ἄλλα ἔστι Δημοσθενικὰ παραδείγματα ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, ὅ γε μὴν Περὶ τῆς ἀτελείας σχεδὸν [*](340) ἅπας ἐστὶ τοιοῦτος· πολὺ γὰρ ἐν τούτῳ τὸ ἐπιμελὲς καὶ κεκοσμημένον· τὴν δὲ αἰτίαν, διʼ ἣν τοιοῦτος, αὐτὸν ἐξηγούμενοι τὸν λόγον εἰρήκαμεν.

    Ἐκ μέντοι τῶν προειρημένων δῆλον δὴ καί, συνθήκης ὁποίας δεῖ τῷ περικαλλεῖ λόγῳ, καὶ ὅτι μάλιστα μὲν τῆς ἄνευ συγκρούσεως τῶν φωνηέντων, ἔπειτα τῆς μὴ πόρρω μέτρου τινὸς οὔσης καὶ μέτρου γε τοῦ οἰκείου κατὰ τοὺς πόδας τῷ λόγῳ καὶ τῷ εἴδει τοῦ λόγου δηλονότι, ὃ ἂν ἐργαζώμεθα. ἄλλο μὲν γὰρ σεμνοῦ λόγου μέτρον οἰκεῖον, ὡς ἐν τῷ περὶ σεμνότητος ἐλέγομεν, ἄλλο δὲ ἄλλης ἰδέας, ὡς καθʼ ἑκάστην εἰρήκαμεν. εἴπερ δέ τινος ἄλλου, ὁ περικαλλὴς λόγος τῆς συνθήκης δεῖται· κατὰ γὰρ ταύτην τὸ πλεῖστον αὐτοῦ ἐκφαίνεται, καὶ ἡ ἐπιμέλεια καὶ ὁ κόσμος ἐνταῦθα ἐκπρεπής. διόπερ [*](291) δεῖ μάλιστα, καλὸν ὅτε ποιοῖμεν λόγον, μέτρου πλησίον εἶναι τὸν ῥυθμόν, μὴ μέντοι μέτρον ἄντικρυς· κακία γὰρ τοῦτό γε. διὰ πλειόνων δὲ μέλλων ἀκριβολογεῖσθαι [*](1 cf. 305, 22 5 ἐνταυθοῖ V 6 γοργότης Vc 7 ἐπ τῆς τοιαύ- της Sc 13 ἤδη Ac, m.2Vc 15 pr. τῆς om. VcBa 18 ὅτι ἂν Pa 19 p. 251, 23 sq. 20 καὶ ἄλλο δὲ VcBa 23 γρ ἐκπρέπει P 24 ποι- οῖμεν VcBa, Syriani V, (οῦ supr.) P; ποιοῦμεν Ac, Syriani S | cf. 233, 1 sq. 25 cf. Arist Rhet. Γ 8 p.1408 b 30. Dion De c. v. 25)

    309
    περὶ τούτων παραιτοῦμαι μηδένα δυσχερᾶναι τῇ λεπτολογίᾳ· τὸν γὰρ περὶ ῥυθμῶν τι λέξοντα καὶ ταῦτα τῶν κεκαλλωπισμένων ἀνάγκη πλείονι τῇ ἀκριβείᾳ τε καὶ λεπτότητι χρήσασθαι. Ἀλλʼ ὅθεν ἐξέβην, ἐπανιτέον. γίνεται γάρ, ὡς ἐλέγομεν, τοιοῦτος ὁ ῥυθμὸς κατὰ τὴν συνθήκην, οἷος ἐγγὺς εἶναι τοῦ καὶ ἔμμετρόν πως τὸν λόγον φαίνεσθαι καὶ ἦχόν τινα τοιοῦτον ἀποτελεῖν, εἰ πρῶτον μέν, ὅπερ ἔφην, μὴ συγκρούοι τὰ φωνήεντα· ἔπειτα εἰ οἷ πόδες, ἐξ ὧν σύγκειται ὁ ῥυθμός, οἰκείως ἔχοιεν πρὸς ἀλλήλους καὶ μὴ ἀναρμοστοῦντες τραχύτητα ποιοῖεν· τρίτον, ὃ καὶ μέγιστον, εἰ τὰ μέρη τοῦ λόγου, διʼ ὧν σύγκειται ὁ ῥυθμός, μὴ ἰσοσύλλαβα μηδὲ ἰσόχρονα μηδὲ ἰσότονα εἴη, ἀλλὰ τὰ μὲν ἐλαττόνων, τὰ δὲ πλειόνων καὶ συλλαβῶν καὶ [*](341) χρόνων, καὶ τὰ μὲν ὀξύτονα, τὰ δὲ μὴ τοιαῦτα, καὶ εἰ διʼ ἀλλήλων ποικίλως συντιθοῖτο ταῦτα, ὥστε μεταξὺ τῶν μακρῶν λέξεων τὰς μικρὰς καὶ τῶν μικρῶν τὰς μεγάλας κεῖσθαι· αὕτη γὰρ μάλιστα ἐπιμελής τε καὶ κεκοσμημένου λόγου συνθήκη.

    Ἀναπαύσεις δὲ λόγῳ περικαλλεῖ πρέπουσιν οὐχ αἱ βεβηκυῖαι· σεμνότερον γὰρ τοῦτό γε καὶ σεμνῷ κάλλει ἁρμόττει, οἷον «ἐκδεδυκέναι τὰς λειτουργίας»· σεμνὴ γὰρ ἡ ἀνάπαυσις καὶ βεβηκυῖα· ἐμέλησε γὰρ τῷ ῥήτορι τοῦ μὴ διόλου καλλωπίζειν δοκεῖν. τό γε μὴν ἐπιφερόμενον ἔχει τι τοῦ περικαλλοῦς, εἰ καὶ αὐτό πως βεβηκέναι δοκεῖ, «καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· [*](1 τούτου Pc 5 p. 308, 16 8. 9 συγκρούηι Pc; συγκρούοιτο Vc 9 οἱ om. Ac 10 cf. 259, 20 11 sq.: cf. Dion. De c. v. 12. II 1 p. 44, 6 sq. Us. 14 πλεόνων VcBa 10 συντίθοιντο Ac 17 γρ τὰς βραχείας Pa 18 ἐπιμελοῦς? cf. 291, 22 19 κεκοσμη- μένη V 21 cf. 253, 15 22 et 26 Dem. 20, 1)

    310
    [*](292) εἰς γὰρ βραχύτερόν τι μέρος τοῦ λόγου κατέληξε καὶ ἕνεκα μὲν τῆς ἐννοίας ἔστηκεν ὁ ῥυθμός — πεπλήρωται γάρ πως ἡ ἔννοια καὶ βέβηκε —, κατὰ δὲ τὴν λέξιν οὐχ ὡσαύτως καίτοι εἰς φωνῆεν τὸ ω καταλήγων, ὅπερ καὶ αὐτὸ σεμνοῦ ἦν ῥυθμοῦ. βεβηκὼς μὲν γὰρ τελέως γίνεται ῥυθμός, εἰ ἅμα τῇ ἐννοίᾳ πληρουμένῃ καὶ εἰς μέρος λόγου τι μακρὸν καὶ εἰς μακρὰν τὴν τελευταίαν καταλήγοι συλλαβήν, οἷον «ὥστʼ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι»· οὐ βεβηκὼς δὲ ῥυθμὸς ἀλλʼ οἷον κρεμάμενος καὶ ἀνηρτημένος ἐξ ἐναντίας τῶν προειρημένων, ὅτε τῆς ἐννοίας μὴ πεπληρωμένης πω, μεταξὺ δέ πως διαναπαυομένης ἡ κατάληξις εἰς βραχὺ μέρος γίνοιτο λόγου καὶ ἤτοι βραχεῖαν ἔχοι τὴν τελευταίαν ἢ πάντως βραχείᾳ παραληγομένην, οἷον «ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἔστίν, ἐάσω» καὶ πάλιν «ἔστι δʼ οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης καὶ πάλιν «κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ» καὶ πάλιν «δίκαιον μὲν οὐδὲν ἐρεῖ»· ταῦτα γὰρ πάντα ῥυθμοί τινές εἰσιν οὐ βεβηκότες ἀλλʼ ἀπηρτημένοι, ὡς εἴρηται, καὶ χρήσιμοί γε οὗτοι τῷ κεκοσμημένῳ λόγῳ· [*](342) [*](293) κατʼ αὐτὸ γὰρ τὸ μὴ βεβηκέναι καὶ εὐειδῆ ποιοῦσι [*](1 τοῦ om V, v.l.P 4 καταλῆγον V 5 cf. 247, 22 | μὲν om. VcBa 6 ὁ ῥυθμὸς V | καὶ PV; εἰς H Becker; unde καὶ εἰς scripsi 8 Dem. 1, 1 11 ὅτἂν VcBa 11. 12 μήπω πεπληρω- μένης μεταξὺ δὲ διαναπαυομένης VcBa 13 τι m.2 supr post βραχὺ Vc | ⌊circ. III⌉ λόγου Vc 14 ἔχει Pa 15 Dem. 20, 2 | κατ- ηγορούντων m.1Pc 16 ἐστίν: de clausula cf. H Becker, Her- mogenis de rhythmo oratorio doctrina, p. 3 ann. 17 Dem. 20, 1 | ὅ | fin. folii |, om. τι, Pc 20 ἀνηρτημένοι Ba, ?m.1Vc; cf. l. 10 22 μὴ om. Pa 23 καὶ ante τοιοῦτόν add. P 23 sq. cf. Demetr De eloc 245 | Dem. 20, 1)
    311
    τοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν»· ἡ μὲν γὰρ ἔννοια βέβηκεν, ὁ ῥυθμὸς δὲ οὔ οὐδὲ γὰρ τοῦτο ὁ ῥήτωρ ἐβούλετο, ἐπεὶ τοῦ χάριν οὐκ εἶπεν ‘ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνειπεῖν᾿; ἐγὼ μὲν γὰρ ἡγοῦμαι, ὅτι διὰ τὸ μὴ ὅμοιον ἂν γενέσθαι τὸν ἦχον, εἰς μακρὰς πάσας εἰ κατέληγεν, ὅ ἐστι τοῦ βεβηκότος ῥυθμοῦ. οὐ μὴν ἀλλʼ εἴτε βεβηκὼς εἴτε μὴ ὁ τοιοῦτος εἴη ῥυθμός, ἵνα μὴ πάντῃ τῷ Διονυσίῳ, ὃς δοκεῖ περὶ λέξεώς τι πεπραγματεῦσθαι, ἀντιλέγωμεν, δῆλον ὡς τοῦ κάλλους ἐστὶν ἴδιος. ἔτι δὲ μειζόνως τὸ ἐκπρεπὲς τῆς τοιαύτης ἀναπαύσεως τοῦ ῥυθμοῦ φανερὸν γίνεται, εἰ μονοσύλλαβον εἴη τὸ τελευταῖον μέρος τοῦ λόγου, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ» καὶ «Θετταλοὲ δὲ οὐδένα πώποτε ὅντινα οὔ». τεκμήριον δὲ ἐναργέστερον τούτου τὰ μέτρα καὶ τὰ ποιήματα· καὶ γὰρ τῶν ἐπῶν τὰ εἰς μονοσύλλαβόν τι μέρος λόγου ἱστάμενα εὐειδέστερά πως καὶ κρουστικώτερά εἰσιν, ἀλλʼ οὐ σεμνότερα, οἷον «ἔτι δʼ ἀμβροσίη νύξ» καὶ «κάρη τάμοι ἀλλότριος φώς καὶ «Ἀπόλλων Ἀρτέμιδι ξύν» καὶ ὅσα τοιαῦτα. Ταῦτα περὶ τοῦ ἐπιθέτου κάλλους ἐν λόγῳ.

    Ὁ δὲ λεγόμενος ὡραῖος λόγος καὶ ἡ ἀβρότης οὐ τούτου [*](294) τοῦ κάλλους, τοῦ δʼ ἐν γλυκύτητι μᾶλλον ἢ ἐν ἀφελείᾳ γινομένου ἐστίν· ἐν δὲ τῷ περὶ ἐκείνων φανεῖται σαφέστερον. νυνὶ δὲ ἤδη μετὰ τὸν περὶ κάλλους περὶ γοργότητος ἂν εἴη λέγειν.

    [*](1 συνειπεῖν (etiam mg. m.1 γρ συνειπεῖν!) ⌊ἐγὼ μὲν γὰρ ἡγοῦμαι del m.1⌉ ἡ μὲν γὰρ P 6 εἰ om. Ac 7 γρ ῥυθ- μός Pa 8 Syr. 1 p. 69 ad Dion. Hal. De c. v refert, cf. Usener ad cap. 17. II 1 p. 68, 21 sq. 9 τι περὶ λέξεως Syr. 12 ⌊I⌉μέρος Vc 13 Dem. 18, 1 14 Dem. 23, 112 16 του λόγου Pc 17 ἐστιν 18 ἔστι Va | ἀμφιλύκη Hom. H 433 (ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ vulg. ex Hom. δ 429. 574) Hom. E 214. π 102 19 Hom. ο 410 20 γὰρ περὶ V 23 cf. 339)