Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

9 Μετὰ τὸν περὶ σεμνότητός τε καὶ τραχύτητος λόγον ἔτι τε σφοδρότητος ἀναγκαῖον εἰπεῖν περὶ λαμπρότητος. τῶν γὰρ ποιουσῶν τὸ μέγεθός τε καὶ τὸ ἀξίωμα τῷ λόγῳ ἰδεῶν ἐν τοῖς μάλιστά ἐστιν ἡ λαμπρότης. τά τε ἄλλα γὰρ ἀναγκαία ἡ ἰδέα τῷ ἀξιωματικῷ λόγῳ καὶ ὅτι δεῖ τῷ σεμνῷ τε καὶ τραχεῖ καὶ σφοδρῷ προσεἰναί τι πάντως καὶ φαιδρότητος, ἵνα μὴ πάντῃ αὐστηρὸς ᾖ· φαιδρότητος δὲ οὐ τῆς ἐν ὡραισμῷ, ἣ δὴ [*](244) γλυκύτητός τε καὶ ἀφελείας ἐστίν, οὐδὲ τῆς κατʼ ἐπιμέλειαν συνθήκης κάλλος ἐχούσης τι — καίπερ γὰρ ὄν κομμωτικὸν τὸ τοιοῦτο καὶ πλεονάζον παρὰ τῷ ῥήτορι ὅμως λεπτόν ἐστι καὶ οὐκ ἔχει δίαρμα οὐδὲ μέγεθος —, οὔκουν ταύτης δεῖ τῆς φαιδρότητος τῷ μεγέθει ὡς καθʼ αὐτό, ἀλλὰ τῆς ἀξιωματικῆς· ταύτην δὲ ποιεῖ ἡ λαμπρότης, περὶ ἧς ῥητέον. περὶ γὰρ τοῦ ἐναντίου εἴδους τῇ λαμπρότητι κἀν τῷ περὶ σφοδρότητος εἰρήκαμεν, [*](305) ὅτι ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ ὄντως ἀγωνιστικὸν εἶδος τοῦ λόγου καὶ ὅλως τὸ γοργόν.

[*](2 λαμπρότητι V, (ος supr.) Pa; λαμπρότητος (ι supr.) Pc κομμ⌊ω m 2 ex α⌉τικὸν Pc 8 εἶδος etiam post διαλεκτικὸν Ba, (er) Vc | cf l. 23 1 ═ I. 7 γε περὶ V 9 τοῦ λόγου P 12 ⌊φαι ⌉δρότητος Pa; σφοδρότητος Sc 18 φαιδρό- τητος ex ἡ φαιδρότης P Vc Ba | δὴ om Ac 14 τε om. Syr. 15 κάλλ|ου ex ο⌉ς Vc 16 κομματικὸν Ac, (ω m 2 ex α) Pc, (α m po ex ω) Ba 20 δὲ pro γὰρ ? 21 l. 2 22 κομμ|ω m.2 ex α⌉ τικὸν Pc 22. 23 οὕτως Ac)
265

Γίνεται τοίνυν λόγος λαμπρὸς κατὰ ἔννοιαν μέν, ὅταν πεποίθησιν ἔχῃ τινὰ ὁ λέγων, ἐφʼ οἷς ἄν λέγῃ, ἢ διὰ τὸ ἔνδοξα εἶναι ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι αὐτῷ ἢ διὰ τὸ χαίρειν τοῖς λεγομένοις τούς ἀκούοντας ἢ καὶ διὰ πάντα ταῦτα· ὅλως τε ἐπὶ τοῖς διαπρεπέσι τῶν ἔργων καὶ ἐφʼ οἷς ἔστι λαμπρύνεσθαι ὡς ἀληθῶς, ὅπερ φησὶν Ἡρόδοτος ἐλλάμψασθαι, ἐπὶ τούτοις ἐστὶ καὶ ἡ λαμπρότης· οἶον «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδʼ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλʼ ἐὰν βούλῃ τὸν ἐμὸν τειχισμόν» καὶ τὰ ἑξῆς, καὶ πάλιν «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν [*](245) ὥσπερ νέφος», καὶ πάλιν «ταῦτα ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦθʼ ὑμῶν οἱ πρεσβύτεροι, οἲ Λακεδαιμονίους καὶ τὰ ἐξῆς, καὶ πάλιν «ὑμεῖς τοίνυν, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «ἐξήλθετε εἰς Ἁλίαρτον». πολλὰ δὲ καὶ τοῦ τοιούτου παραδείγματα ἐν τῶ Περὶ τοῦ στεφάνου διὰ τὸ φύσει ἀξιωματικὸν τοῦ λόγου καὶ λαμπρόν. Ἀλλʼ ἔννοιαι μὲν αὗται καὶ αἰ τοιαῦται λαμπραί.

[*](2 τινὰ ἔχη Ac 2 ἢ add. Sf ἔνδοξον V, (α supr ) Pc 4 αὐ- Pc 5 καὶ om. Vc Ba | δὲ (pro τε) Ac 7 Her 1, 80 cet. 8 Dem 18, 299 11 em. 18, 188 13 καὶ ἀπιστίαν om. Vc Ba 14 τόν τε Pc 15 ἐπιστάντα P 16 Dem 18, 98 ἡμέτεροι Pc Ac 18 Dem 18, 96 22 δὲ om V 28 καὶ om. Spengel | λό- γου post τοιούτου add. P Ac παραδείγματος Vc | ὑπὲρ (pro περὶ) Ac)
266

Μεθοδεύσεις δὲ λαμπρῶς, ὅταν προηγουμένως εἰσάγῃς τὰς ἐννοίας, ὅταν ὡς θἁρρῶν μετὰ ἀξιώματος ἀλλὰ μὴ ἐνδοιάζων, ὅταν ἀφηγούμενος καὶ μὴ διακόπτων [*](306) τὰς ἀφηγήσεις, εἴ σοι τούτου μέλοι, τῆς διαρκοῦς λέγω λαμπρότητος· ἐπεὶ τὸ «σαυτῇ τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» τοῦτο λαμπρὸν ἅπαν ὄν, εἶτα διακοπὲν καὶ μεταξὺ τῶν δύο κώλων προσλαβὸν [*](246) τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων» ἐνεποδίσθη κατὰ τὴν μέθοδον πρὸς τὸ ἄγαν εἶναι λαμπρόν· οὐ γὰρ ὅμοιον δήπουθεν ἦν ἀπολελυμένως εἰπεῖν, ὥσπερ καὶ τὸ παράδειγμα ἐθήκαμεν, ἢ διακόψαντα ἐκείνως οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ ἀπιστίαν καὶ μῖσος τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμια» καὶ τὰ ἐξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισίν, ἀλλὰ πᾶσι»· διέκοψε γὰρ καὶ οὐκ εἴασε φανῆναι τοῦ λόγου τὸ ἄγαν λαμπρὸν τῇ διακοπῇ καὶ ὑποστροφῇ. — Ἐτι μεθόδου λαμπρᾶς καὶ τὸ τὰ ἔνδοξα ἐνδοξοτέρως λέγειν, ὥσπερ ἐκεῖνο εἴρηται τὸ «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἐξῆς. τοῦτο γὰρ παράδειγμα μὲν ἔνδοξον, οἶον [*](4 μέλει Ac 5 p. 265,11 7 παραστάντα Ac 9 cf. 399, 7 Sp. 9 10 προσλαβὼν Ba 13 cf 251,6 | γρ ἢ ἀπολελυμιένως P 17 καὶ μῖσος καὶ ἀπιστίαν V | ὑπηγμένων τῶν πόλεων Pc 18. 19 τοιοῦτόν ἐστι om Pc 10 Dem. 18, 61 23 ἔτι δὲ V 24 Dem. 18, 208)

267
‘ὀρθῶς συνεβούλευσα ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων κινδυνεύειν· οὕτω γὰρ ἐποίουν καὶ οἴ ἐν Μαραθῶνι προκινδυνεύσαντεςʼ· ὃ δὲ εἰς ὅρκον αὐτὸ ἀναγαγὼν ἐνδοξότερον αὐτὸ ἐποίησε καὶ λαμπρὸν ‘οὐχ ἥμαρτον [*](247) ταῦτα συμβουλεύσας, οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσανταςʼ καὶ τὰ ἑξῆς.

[*](307)

Λέξεις δὲ λαμπραί, αἵπερ ἐλέγοντο εἶναι καὶ σεμναί. Σχήματα δὲ λαμπρά, ὅσα καὶ εὐειδῆ, οἷον αἱ ἀναιρέσεις, ὡς τὸ «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδὲ ἐπὶ τούτοις» καὶ τὰ ἑξῆς· καὶ πάλιν αἱ ἀποστάσεις, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχή καὶ τὰ ἑξῆς. ὅλως δὲ τὰ ἀσυνδέτως εἰσαγόμενα, εἰ μακρὰ εἴη τὰ κῶλα, ποιεῖ λαμπρὸν τὸν λόγον, ταῖς ἐννοίαις κὰν ἀκμαῖος ᾖ· καὶ γὰρ ἡ ἀκμή, περὶ ἧς αὐτίκα λέξομεν, τοῖς τῆς λαμπρότητος σχήμασί τε καὶ κώλοις γίνεται, μεθʼ ὅσων ἄλλων πέφυκε γίνεσθαι. εἰδέναι μέντοι χρή, ὅτι, ἐὰν μετὰ καταστάσεως εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον ὀρθώσας, κἂν ἀποστήσῃς, ἧττον γίνεται λαμπρός, εἰ μὴ πλαγιάσας εὐθὺς ἤ τι ἕτερον σχῆμα περιβλητικὸν ἐπαγαγὼν κατʼ ἀνάγκην μακρὰν ἀποτείνῃς ῥῆσιν, οὐκ ἐχούσης ἀνάπαυσιν τῆς ἐννοίας καὶ κατὰ τοῦτο γινομένου πως τοῦ λόγου λαμπροῦ, οἷον «ὑμεῖς τοίνυν, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων» καὶ τὰ ἑξῆς· εἰ γὰρ μὴ ἐπλαγίασεν εὐθύς ἐν τῷ « Λακεδαιμονίων γῆς [*](1 συνεβούλευσα Reiske; οὖν ἐβούλευσα P 2 καὶ om. Vc Ba 3 τῶν ἐλλήνων προκινδυνεύσαντες Ac, v l V | ἀγαγὼν Ba 4 αὐ- τὸ om. Ac 5 6 προκινδυνεύσαντας om V 7 p. 247, 12 9 p 265 8; Dem. 18, 299 11 οἷον om. Vc Ba | p 265, 11 Dem 18, 188 12 ἀρχὴ καὶ κατάστασις πρώτη· ὅλως Sf 14 ταῖς ἐννοίαις suppl m 2 Vc 10 cf 270, 13. 272,12 18 ἀναγάγῃς Sf; ἀνενέγκῃς Sy- riani V (ἐνέγκεις S) 21 ἀνάγκην τινὰ μακρὰν ἀποτείνεις Sf 28 p 265, 18; Dem 18,96)

268
καὶ θαλάττης ἀρχόντων» καὶ κατʼ ἀνάγκην περιέβαλεν ἀπὸ τοῦ πλαγιασμοῦ, ἐπέμεινε δὲ τῇ ὀρθώσει, καθαρὸς [*](248) ἂν μᾶλλον ἐγένετο ὁ λόγος καὶ οὐ λαμπρός. τεκμήριον δὲ τούτου τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ »· καίπερ γὰρ ἀσυνδέτως εἰσαχθὲν ὅμως διὰ τὸ ἐπιμεῖναι τῇ ὀρθότητι καθαρὸν μὲν καὶ ἀπλοῦν ἔμεινε, λαμπρὸν δὲ οὐδαμῶς. ἔτι καὶ ταύτῃ διαφέρει τὰ τοιαῦτα τῶν λαμπρῶν, ὅτι αἰ μὲν λαμπρότητες οὐ μᾶλλον πραγμάτων εἰσὶν ἀφηγήσεις ἢ ποιότητές τε πραγμάτων καὶ αὐξήσεις, ὁ δὲ καθαρὸς λόγος σχεδὸν ἐναντίος ὢν τῷ λαμπρῷ ὅμως ταῖς μὲν ἀποστάσεσι καθάπερ ἐκεῖνος εἰσάγεται, μετὰ μέντοι ὀρθότητος διαρκοῦς, καὶ πραγμιάτων [*](308) τινῶν ἀφήγησιν ἔχει, ἀλλʼ οὐκ αὔξησίν τινα τού τῶν οὐδὲ ποιότητα, ὅπερ ἐστὶ τῆς λαμπρότητος. τοιοῦτόν ἐστι καὶ τὸ « Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων» καὶ τὸ «λέγεταί ποτε ἐπεὶ τῆς παλαιᾶς ἐκείνης εὐδαιμονίας Ἀλκιβιάδης» καὶ τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι» καὶ ὅσα τοιαῦτα. Ἀλλὰ σχήματα μὲν ταῦτα λαμπρότητος.

Κῶλα δὲ τὰ μέλλοντα ποιήσειν τὸν λόγον λαμπρὸν μακρότερα εἶναι δεῖ· καὶ τούτου παραδείγματα πάντα, ὅσα κἀν τῷ περὶ ἐννοιῶν λαμπρότητος εἰρήκαμιεν. Συνθῆκαι δὲ λαμπραὶ μάλιστα μὲν αἱ σεμναί, περὶ ὧν εἴρηται, χρῆσθαι μὴν ἔστιν ὅτε οἷόν τε καὶ τροχαικαῖς συνθήκαις, καὶ οὐδέν γε βλάπτεται ὁ λαμπρὸς λόγος [*](2 |δι del ὀρθώσει Pa 1 Dem 20,11 5 πειραιεῖ καὶ τὰ ἐξῆς V, v P 6 γὰρ om Ac 11 ἐναντί⌊ο ex ω⌉ς Pc 14 ἀφή- γησιν τινῶν Pc 10 Dem 21, 58 17 Dem 21, 143 18 ἀλκι- βιάδης γενέσθαι Ma 19 Dem. 20, 11 | χρήματα om. Pc 20 ἀλλὰ om. Pc 25 p 251, 21 | μὲν Vc Ba 26 συνθήκαις P; ἀναπαύ- σεσιν ; γρ ἀνάπαυσιν (sic) Pa)

269
τῇ συνθήκῃ ταύτῃ, μόνον εἰ ἡ ἀνάπαυσις γένοιτο σεμνή· τὸν γὰρ ῥυθμὸν αἰ τοιαῦται ἀναπαύσεις μακρῶν τῶν κώλων γινομένων ποιοῦσι σεμνόν τε καὶ λαμπρόν, κἂν ἐκ τροχαίωον συγκείμενος ᾖ.

Ἀλλὰ περὶ μὲν λαμπρότητος τοσαῦτα. περὶ δὲ ἀκμῆς ἂν εἴη λέγειν ἑπόμενον, ᾗ πάλιν ἐναντίον εἶδος δηλαδὴ κατὰ μὲν τὰς ἐννοίας, ὅσαι σφοδρότητί τε καὶ τραχύτητι ἐναντιοῦνται, κατὰ δὲ τὰ λοιπά, ὅσα τῇ λαμπρότητι.

Ὅπως μὲν ἡ σεμνότης καὶ μετʼ ἐκείνην ἡ τραχύτης 10 ἢ τε σφοδρότης καὶ ἔτι λαμπρότης αὐταὶ καθʼ ἑαυτὰς γίνονται καὶ τῷ λόγῳ μέγεθος σὺν ἀξιώματι καὶ ὄγκῳ προστιθέασιν, ἱκανῶς ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἰρημιένοις μετὰ τὸν περὶ σαφηνείας δέδεικται λόγον. ἕποιτο δʼ ἄν τῷ περὶ τραχύτητός τε καὶ σφοδρότητος καὶ ἔτι [*](309) τῷ τῆς λαμπρότητος ἀναγκαίως ὁ περὶ ἀκμῆς λόγος, κατὰ μὲν τὰς ἐννοίας ἐναντιοῦται πάλιν, ὅσα τῇ τε σφοδρότητι καὶ τραχύτητι, κατὰ δὲ τὰ λοιπά, ὅσα καὶ λαμπρότητι. λέγειν δὲ περὶ ἀκμῆς ἕπεται μετὰ τὰ προειρημένα ἀναγκαίως τά τε ἄλλα καὶ ὅτι διὰ τούτων πως γίνεσθαι πέφυκεν ἡ ἀκμή, ὡς ἐνεδειξάμεθα καὶ τοῦτο κατʼ ὀλίγον μέν πως καὶ ἐν τῷ περὶ τραχύτητος, [*](250) δείξομεν δὲ καταφανέστερον ἐνταῦθα ἀναγκαίως ἐν τῷ περὶ αὐτῆς λόγῳ τῆς ἀκμῆς, μᾶλλον δὲ εὐθύς ἐξ ἀρχῆς φανερὸν ἔσται.

[*](3 γενομένων V 4 τροχαίων Sic. VI 278, 30 W. τροχαϊκῶν PV 6 ἐστὶ δηλαδὴ V 7 ὅσαι P Ac α Ba; ⌊ὅσα⌉ Vc; fort. ὅσα . ἐναντιοῦται, cf l. 18 8 ὅσα Vc Ba; ὅσαι P Ac 12 ἡ ante λαμπρότης supr. m. 2 Ba 10 ⌊lI⌉ τῶι Vc; ⌊τῶι m po ⌉ Ba καὶʹ ⌊ἔ add. m 2⌉τι ⌊τῶ m.2 supr.] Ba 17 ἀναγκαῖος Ba 22 πέ- φυκε γίνεσθαι Ac |p 255, 4 23 βραχύτητος Ac)
270

Ἔννοιαι μὲν γὰρ ἀκμῆς καὶ ἔτι μέθοδοι αἱ αὐταί, αἵπερ ἦσαν τῆς τε τραχύτητος καὶ τῆς σφοδρότητος.

Λέξεις δὲ αἵ τε αὐτῶν τούτων τῶν ἰδεῶν καὶ ἔτι αἱ τῆς λαμπρότητος μεμιγμέναι, οἷον «τνόσημα γάρ, Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπὸν καὶ πολλῆς τινος εὐτυχίας καὶ τῆς παρʼ ὑμῶν ἐπιμελείας δεόμενον»· ἡ γὰρ τροπὴ τραχέος οὖσα καὶ σφοδροῦ λόγου ἡ «νόσημα γάρ» ἑτέρως πως διῆρται ὡς ἐν λαμπρότητι καὶ οὐ μᾶλλον τραχύτητα ἐνταῦθα ἐμφαίνει ἢ λαμπρότητα. περὶ δὲ τῶν τοιούτων ὀνοἱκανῶς οἶμαι ἐν τῷ περὶ σεμνότητος ἡμῖν εἰρῆσθαι.

Καὶ μὴν καὶ σχήματα ἀκμιαστικά, ὅσα καὶ ἐν λαμπρότητι καὶ σφοδρότητι. κατὰ μὲν γὰρ λαμπρότητος σχῆμα ἀκμὴ γέγονεν ἐν τῷ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς τάξεως, ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον» καὶ πάλιν «πλεονέκτημα, ὧ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ»· [*](251) ἐξ ἀποστάσεως γὰρ εἰσῆκται. κἀκεῖνα δὲ τοιαῦτα· «μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς, ὃν ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα βούληται καὶ τὸ «πολλὰ ἂν εἰπεῖν ἑχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο» καὶ «ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην [*](310) καὶ πάντα ἄνδρα ἐξῆς προθύμους εἶναι, [*](2 τε om Ac 4 Dem 19, 259 6 ἡμῶν Ba 8 v l διήρηται Syr., qui utramque interpretatur; cf. 232, 13 9 τραχύτητι m.1 Vc, ? Ba 10 λαμπρότητι m.1Vc | p 248,17 sq 14 γὰρ PV; in ras. Sf; οὖν Syr 15 Dem. 10, 46 17 Dem 18. 61 18 cf. 267, 11 19 Dem. 19, 296 μηδεὶς ἂν Sc, (ἐὰν) Sf 20 τὸ supr. Pa; om. V | Dem. 9, 68 | ἂν om Pc 20.21 ἔχοιεν εἰπεῖν P cf 271, 13 21 οἱ ὁλύνθιοι Ac προΐδοντο m.1 22 Dem. 9, 69 24 ἐξῆς Pa Ac: ἐξῆν Pc εὐθὺς VcBa)

271
ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». ταῦτα δὲ καὶ πλέον ἔχει τι· οὐδὲ γὰρ ἐξ ἀποστάσεως εἰσῆκται ὥσπερ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ καὶ τὸ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς τάξεως», ἀλλʼ ἀπροσδοκήτως ἐξ ἐπεμβολῆς. διὸ καὶ μειζόνως ἐκλάμπει καὶ πλέον ἔχει τὸ φαιδρὸν ἡ ἀκμή· κυρίως γὰρ τοῦτʼ ἂν ἀπόστασις εἴη, ἐὰν δὲ καταστήσας εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον, ἧττον ἐμφαίνεται τὸ ἀποστατικόν, οἷον τοσοῦτον ὑπειπὼν «πλεονέκτημα, ὦ Ἀθηναῖοι» καὶ τὰ ἐξῆς· προσδοκήσασι γὰρ ἡμῖν ἐνταῦθα ἡ ἀπόστασις ὤφθη· ἐκεῖ δὲ οὐ πάνυ τι τὸ ἀποστατικόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι καὶ τὰ ἐξῆς. — Ἀλλʼ ὅπερ ἐλέγομεν, κατὰ μὲν λαμπρότητος σχήματα οὕτως ἀκμὴ γίνεται· κατὰ δʼ αὖ σφοδρότητος αἱ ἀποστροφαὶ δηλονότι καὶ οἱ ἔλεγχοι ποιοῖεν ἂν τὴν ἀκμήν, οἷον τὸ «πότερον αὐτὴν [*](252) ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν» καὶ τὰ ἐξῆς, καὶ πάλιν «οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα». οὐ δεῖ δὲ θαυμάζειν, εἴ πού τις ἀποστροφή, καίτοι λεγόντων ἡμῶν σφοδρότητος εἶναι τὸ σχῆμα, ὅμως καὶ ἦθος ἔχει τι, ὥσπερ τὸ «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον»· μεθωδεύθη γὰρ οὕτως, ὥστε μὴ δόξαι [*](3 p 270, 17. 15 | μέγα ὦ ἀθηναῖοι Pc 8 ἀναγάγῃς Ac (cf. 267, 18) 11 οὐ Pc Ac, (del Vc Ba καὶ m po. ex οὐ Pa | πάν- τι⌊II⌉ τὸ Vc 12 Dem. 9, 68 15 ἡ ἀκμὴ Ac 10 σφοδρότγ |α er.] Pa; σφοδρότητος Pc 17 ἂν om Vc Ba | Dem. 18, 63 20 Dem 19, 255 22 καὶ ἦθος ἔχει etian post ἀποστροφὴ Ac 23 τὸ om Pa | cf p. 372, 22 Sp | ἤθους Sc 2 Dem 20, 102 25 ἐμεθωδεύθη Ac)
272
πικρῶς λέγεσθαι διὰ τὴν ὑπόληψιν τοῦ προσώπου τοῦ Λεπτίνου καὶ μηδέν γε ἧττον ἔχειν τὴν σφοδρότητα. ἐμφαίνεται γὰρ καὶ ἐν τῷ ἤθει. ὅτι δὲ καὶ ἦθος ποιεῖν σφοδρότητα οὐδὲν κωλύει, αἱ εἰρωνεῖαι δηλοῦσι πᾶσαι, [*](311) οἷον «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;» καὶ πάλιν «τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε καὶ μυρία ἄλλα. κἀκεῖνα μέντοι ἠθικῶς ἅμα καὶ σφοδρῶς εἴρηται τὸ «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ δὲ ἀδελφὸς ὁ σός; ἀλλὰ πρὸς τοὺς ζῶντας, ὧ χρηστέ καὶ τὰ ἐξῆς.

Ἀλλὰ σχήματα μὲν ἀκμῆς ταῦτα· τὰ δὲ ἄλλα πάντα ἀπλῶς τὰ αὐτὰ ἔχει τῇ λαμπρότητι, οἷον κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς. Καὶ περὶ μὲν ἀκμῆς τοσαῦτα.

Ἀπορήσειε δʼ ἄν τις ἐκ τούτων εἰκότωος, ποῖόν τί [*](253) ἐστι τὸ «μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου καὶ τὰ ἐξῆς, καὶ τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ τὰ ἑξῆς, καὶ ὅσα τοιαῦτα, πότερον ἀκμαστικὰ ἢ λαμπρὰ ἢ τὸ συναμφότερόν ἐστιν, ὃ καὶ μᾶλλον· φαίημεν οὖν ἄν, ὅτι, καθάπερ ἐδιδά. ξαμεν ἔν τε τῷ περὶ λαμπρότητος καὶ ἐνταῦθα πάλιν ἐν τῷ περὶ ἀκμῆς, πάντως τῇ ἀκμῇ λαμπρότητος ἴδια [*](3 ποιεῖ Pc 5 Dem 3, 27 6 Dem 18, 129 9 ante ἀλλὰ add Sf: ἄλλος δέ τις τῶν νῦν ῥητόρων· ἐγὼ μὲν οὔ φημι, cf Ba mg. m po. (. . φημί τινα), Dem. 18, 318 10 Dem. 18, 48 17 Dem. 18, 71 τὸ om Vc Ba 18 ἐκείνην Vc Ba 19 καὶ τὰ ἐξῆς om. Vc Ba 20 τοῦ συναμφοτέρου Ac; συναμφότερον P γρ ἡ τοῦ συναμφοτέρου εἰσίν Pa | ἐστιν om. Sf 21 ⌊ὃ⌉ Vc Ba τίθεμαι post μᾶλλον add. Sf; ᾧ καὶ μᾶλλον τίθεμαι? vix ⌊ὅ καὶ μᾶλλον⌉, coll. 66, 17 ann ⌊φαίη μὲν οὖν ἄν τις V, v P (cf. 273, 15) 22 τε om. Vc Ba |p 267,15 23 l. 12)

273
πολλὰ πρόσεστιν, οἷον τὰ κῶλα μακρὰ ὄντα καὶ οἱ ῥυθμοὶ καὶ τὰ ἑξῆς τούτων, πολλαχοῦ δὲ καὶ τὴν λέξιν ἔφαμεν καὶ τὸ μέγιστον τὰ ἀποστατικὰ τῶν σχημάτων· ὥστʼ, εἰ λέγοιμεν ταῦτα μεμῖχθαι ἐξ ἀμφοῖν, ἔκ τε λαμπρότητος καὶ ἀκμῆς, τὸ «τμέχρι τούτου Λασθένης» καὶ τὰ τοιαῦτα εἰς ταὐτὸν ἐμπίπτειν καὶ μηδὲν ἧττον ἐμφαίνεσθαι αὐτὰ ἀκμαστικά, εἴ γε πάντως ἔχει ἡ ἀκμὴ πολλὰ τῶν ἰδίων λαμπρότητος· αἵ τε γὰρ ἔννοιαι τούτων, οἷον τὸ «τμέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου» καὶ πάλιν τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ ὅσα τοιαῦτα σφοδρά πως εἶναι [*](312) δοκεῖ κατὰ προσώπων λεγόμενα, ὅπερ ἴδιον ἀκμῆς, τά τε σχήματα αὐτὰ καὶ τὰ κῶλα ὄντα λαμπρὰ μετʼ ἐκείνων τῶν ἐννοιῶν τὴν ἀκμὴν ποιεῖ. ὥστε καὶ φαίη [*](254) τις ἄν· τί χρὴ λέγειν, ὅτι μέμικται λαμπρότης ἐνταῦθα καὶ ἀκμή, φύσει δέον ἀεὶ ταῦτα μεμῖχθαι, ὅτε ἀκμαῖος ὁ λόγος εἴη; ἀλλʼ εἰδέναι χρή, ὅτι πρῶτον μὲν ἐνταῦθά φαμεν ἀκμὴν καὶ λαμπρότητα συνεληλυθέναι, οὐχί γε τραχύτητα ἢ σφοδρότητα ὁμοῦ λαμπρότητι γεγενῆσθαι, ἃ ποιεῖ τὴν ἀκμήν· οὐ γὰρ ἀκμὴ καὶ λαμπρότης συνελθοῦσαι ἀκμὴν ποιοῦσιν, ἀλλʼ ἔννοιαι τραχεῖαι καὶ σφοδραὶ καὶ μέθοδοι τοιαῦται λέξει καὶ κώλοις λαμπρότητος καὶ εἴ τινι ἑτέρῳ κραθεῖσαι ποιοῦσι τὴν ἀκμήν. διὸ οὐδὲ ἀντακολουθοῦσιν ἀλλήλαις, ἀλλʼ ἡ [*](1 μακρὰ V; λαμπρὰ P | p. 268, 21 3 p. 270, 14. 267, 11 7 ἀποφαίνεσθαι V | ἀκμαστικὰ 〈ἢ λαμπρά〉 ? | ἡ ἀκμὴ post γε V 9 10 p. 272, 17. 16 12 σφοδραί Syr 13 δοκοῦσι V, Syr. 15 ἐν- νοιῶν V, v.l.P; τῆς τραχύτητος ἐννοιῶν P | τὴν om Vc Ba | καὶ om. Syr. 17 (καὶ om.) ἀκμῇ Syr 19 γε PV; δὲ Ma; om Sc 20 τραχύτητιο Pa; τραχύτηται Pc | σφοδρότητα P | λαμπρότητα Pc, (ϊ supr.) Pa 21. 22 συνελθοῦσα P)
274
μὲν ἀκμὴ πάντως ἔχει τι καὶ λαμπρότητος, οὐ μὴν ἥ γε λαμπρότης ἔχει τι ἀκμῆς, εἰ μή τις ἐρίζων βιαίως λέγοι ταῦτα, ἃ ἦν ἴδια λαμπρότητος, τὴν μακροκωλίαν λέγω καὶ τὰ ἀποστατικὰ σχήματα καὶ εἴ τι ἕτερον, διὰ τὸ ἐπʼ ἀμφοῖν εὑρίσκεσθαι ἰσάζειν καὶ μηδὲν μᾶλλον ἐντεῦθεν ἐκεῖ ἢ ἐκεῖθεν ἐνθάδε μετενηνέχθαι. ἀλλὰ ταῦτα μέν ἐστι σαφὴς λῆρος· φανερὰ γὰρ ταῦτά γε καὶ τῇ αἰσθήσει ψιλῇ, ὡς ἴδια μέν ἐστι λαμπρότητος, ἀκμὴ δʼ οὐδὲ ἔχει γενέσεως ὑπόστασιν καθʼ ἑαυτήν, ἀλλʼ ἡ μῖξις τῶν ἀπὸ τῆς τραχύτητος ἢ σφοδρότητος καὶ τῶν ἀπὸ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμήν. διό, καθάπερ ἔφην, οὐδὲ ἀντακολουθοῦσιν· ὅπερ μὲν γὰρ ἂν ἀκμαῖον ᾖ, πάντως καὶ λαμπρόν ἐστι καὶ ἤτοι [*](255) σφοδρόν γε ἢ τραχὺ ἢ τὸ συναμφότερον· οὐ μὴν ὅ τι ἂν ᾖ τραχύ γε ἢ σφοδρὸν ἢ καὶ λαμπρόν, ἀνάγκη αὐτὸ καὶ ἀκμαῖον εἶναι· ἔχει γὰρ ταῦτα καὶ καθʼ ἑαυτὰ ὑπόστασιν καὶ χωρὶς τῶν ἑτέρων. δύναται μέντοι τις οὕτω λέγειν, ὅτι οἷόν τέ ἐστιν ἀπὸ ταύτης τῆς ἐννοίας οἷον τῆς τραχείας ἢ σφοδρᾶς ἀκμὴν ποιῆσαι ἢ πάλιν ἀπὸ τούτου τοῦ κώλου οἷον τοῦ λαμπροῦ ὁμοίως ἀκμὴν [*](313) ποιῆσαι, οὐ μὴν ἴδιά γε ταῦτα ἀκμῆς. πρὸς οὖν τοὺς ταῦτα τιθεμένους ἀκμὴν εἶναι, ἐπείπερ ἔφην ἄμφω συνεληλυθέναι, ἀκμὴν καὶ λαμπρότητα, πρῶτον μέν, ὅπερ εἶπον, ὑποληπτέον, ὅτι οὐκ ἐξ ἀκμῆς καὶ λαμπρότητος ἡ ἀκμὴ γίνεται, ἀλλʼ ἐξ ὧν εἴρηται· ἔπειτα ὅτι ταῦτα, τὸ «τμέχρι τούτου Λασθένης» λέγω καὶ τὸ [*](8 ἃ P; δʼ V | p. 268, 22. 267, 11 5 καὶ om. Pc 6 ἐνθάδε Pa V; ἐντεῦθεν Pc 8 ἐστι λαμπρότητος V, (τῆς λαμπ.) v.l.P; ἐστιν ἡ λαμπρότης P 9 οὐδὲν VcBa 10 p. 273, 23 13 ἂν om V | εἴη Ac 16 alt. καὶ om. Ac 20 ὁμοίως om VcBa 22. 28 p. 273, 19 sq. 26 p. 272, 16 sq.)
275
«ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος» καὶ τὰ τούτων ἐξῆς ὅσα τε αὐτοῖς ἐστιν ὅμοια, μεμῖχθαι λέγω διόλου ἀρξάμενα ἀπὸ τῶν ἐννοιῶν· καὶ γὰρ λαμπραί εἰσι καὶ σφοδραὶ ἔννοιαι καὶ μᾶλλόν γε λαμπραί, εἴ τις σὺν ἐπιστήμῃ αὐτὰς θεωροίη. σκεψώμεθα δέ, ποίας ἐννοίας ἔφαμεν εἶναι λαμπράς. αἷς πέποιθεν ὁ λέγων δηλονότι. οὐκοῦν ἐνταῦθα βουλόμενος συστῆσαι ὁ ῥήτωρ, ὅτι, εἰ τῆς Φιλίππου μερίδος ἡ πόλις ἐγένετο, οὐκ ἂν συνήνεγκεν, ἐπιστώσατο μὲν αὐτὸ καὶ κατὰ ἔθνη καὶ κατὰ πόλεις, ἐκ Θετταλῶν τετραδαρχουμένων καὶ ἐκ τῶν ἄλλων, οἷον «καὶ γὰρ εἰ μὲν ὡς ἐκράτησε Φίλιππος ᾤχετο εὐθέως ἀπιὼν καὶ μετὰ ταῦτα ἦγεν ἡσυχίαν, μηδένα μήτε τῶν ἑαυτοῦ συμμάχων μήτε τῶν ἄλλων Ἑλλήνων ἀδικῶν, ὅμως ἦν ἄν τις κατὰ τῶν [*](256) ἐναντιωθέντων, οἷς ἔπραττεν ἐκεῖνος, μέμψις καὶ κατηγορία· εἰ δὲ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν» καὶ τὰ ἑξῆς. συνέστησε μὲν οὖν αὐτὸ καὶ κατὰ πόλεις, ὥσπερ ἔφην, καὶ κατὰ ἔθνη. συνιστὰς δὲ αὐτὸ καὶ ἀπὸ τῶν κατʼ ἄνδρα «τοὐδείς», φησί, «τὸ τοῦ προδιδόντος συμφέρον ζητῶν χρήματα ἀναλίσκει». εἶτʼ αὖ πάλιν τοῦτο συστῆσαι θέλων ἔχει παραδείγματα σαφῆ καὶ πολλὰ καὶ γνώριμα πᾶσι. διὸ καὶ πεποιθήσει λέγων ἐλλαμπρύνεται τῷ λόγῳ. καὶ οὐκ οἶδά γε, εἴ τι παράδειγμα τούτου λαμπρότερον ἔχομεν τοῦ «μέχρι τούτου [*](314) Λασθένης φίλος ὠνομάζετο Φιλίππου» καὶ τὰ ἑξῆς, εἰς τοσοῦτον μῆκος τῶν κώλων προελθόντων, ἅτε τῇ ἐννοίᾳ [*](2 λέγουσι v.l.P 4 αἱ ἔννοιαι Ma 5 δέ· ποίας γὰρ V c Ba 6. 7 p. 265, 2 8 ἐγίνετο V c Ba 9 συνεισήνεγκεν Ac 9. 10 ad- didi coll. l. 18 11 Dem. 18, 65 17 τε καὶ Ac | αὐτ⌊ὸ⌉ VcBa 18 ὥσπερ ἔφην om. Ac | l. 9 | φησὶ etiam post αὐτὸ Ba, (er.) Vc 19 Dem. 18, 47 21 Dem. 18, 48 | πω ante σαφῆ add. Ba, (er.) Vc 23 p. 265, 6 25 τὰ P (cf. 246, 19); τῶν V 26 τε μῆκος V)
276
πεποιθότως χρωμένου τοῦ ῥήτορος, καὶ τῶν ἐπαναφορῶν διὰ τὸ κατὰ συζυγίαν ἐξενεχθῆναι θαυμαστὸν κάλλος ἐργασαμένων· ἀκριβέστερον δὲ καὶ περὶ τούτου ἐν τῷ περὶ κάλλους ἡμῖν λελέξεται. Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι λαμπρὰ μὲν διὰ ταῦτα ἡ ἔννοια· οὐ γὰρ Εὐθυκράτους καὶ Λασθένους καὶ τῶν ἄλλων προδοτῶν προὔκειτο δήπουθεν αὐτῷ κατηγορεῖν, ἀλλὰ συστῆσαι τὸ προειρημένον. λαμπρὰ μὲν οὖν διὰ ταῦτα. σφοδρά γε μὴν δηλονότι διὰ τοῦτο, ὅτι κατὰ προσώπων δοκεῖ λέγεσθαι τῶν προδοτῶν. καίτοι οὐχὶ τοιοῦτον [*](257) ἁπλῶς εἶναι δεῖ τὸν κατὰ προδότου λόγον, ἀφηγηματικὸν καὶ ἧττον ἔχοντα τὸ σφοδρόν· ὅμως γε μὴν ἔχει τι τῆς σφοδρότητος καὶ οὕτως. — Καὶ αἱ μὲν ἔννοιαι τοιαῦται, καθʼ ἃς καὶ μόνας τάχα ἄν τις ἐνταῦθα φαίη μεμῖχθαι τὴν λαμπρότητα καὶ τὴν ἀκμήν. τὰ δὲ ἑξῆς δῆλα μὲν ὡς πάντως ἐστὶν ἴδια λαμπρότητος καὶ ὡς, εἴπερ λαμπρὰ ἡ ἔννοια, ὥσπερ καὶ ἔστι λαμπρά, καθάπερ καὶ ἐδείκνυμεν, ἐκείνης ἂν εἴη καὶ ταῦτα, μέθοδον λέγω καὶ σχήματα καὶ τἆλλα πάντα· διὰ δὲ τὸ καὶ τὴν ἀκμὴν ἀπὸ τούτων συνίστασθαι ἀνάγκη φάσκειν ἐνταῦθα κοινὰ αὐτῶν γεγενῆσθαι καὶ τὰ τοιαῦτα. — Τοιοῦτον δὲ καὶ τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος»· τοῦ γὰρ ὅτι τὴν εἰρήνην λέλυκε Φίλ-. ιππος τὰ λεγόμενα πάντα συστάσεις εἰσὶ καὶ πίστεις, αἷς πεποιθὼς ὡς γνωρίμοις καὶ φανεραῖς ἐλλαμπρύνεται. [*](1—3 ταῖς ἐπαναφοραῖς . . ἐργασαμένου v.lP 3 ἐργασαμένου Ba, m.1VcAc | καὶ om V | τούτων VoBa 4 p. 302, 10 7 δῆ- θεν Pc 8 προειρημένον V, v.l.Pa; προκείμενον P 18 τι ⌊III⌉ σφ. Vc | οὗτος P 16 ὡς post ἐστὶν Ac; om VcBa 18 pr. καὶ supr Pa; om. V | p. 275, 4 sq. 19 σχῆμα P Ac 20 τὸ καὶ Pc; καὶ τὸ Pa V | ἐκ (pro ἀπὸ) Sc 22 τὰ τοιαῦτα P; ταῦτα V | p. 272, 17 23 ἐκεῖνος σφετεριζόμενος Sf 25 γνωρίμοιςαι Pa; γνωρί- μοις VcBa)
277
ἀλλʼ ὅμως ἐνταῦθα πλέον τὸ ἀκμαῖόν ἐστιν, ὥσπερ ἐκεῖ πλέον ἦν τὸ λαμπρόν· φανερῶς γὰρ ἐνταῦθα λέγει κατὰ προσώπου καὶ οὐχ ὡς ἐκεῖ ἀφηγεῖται καὶ οὐ κατηγορεῖ. ἔτι μέντοι καὶ διὰ τοῦτο πλεονάζειν τῇ ἀκμῇ δοκεῖ, ὅτι σχήματι κέχρηται ἐλεγκτικῷ πρὸς τὸν Αἰσχίνην, λέγω τῇ ἐρωτήσει, ὅπερ ὄν σφοδρότητος [*](315) ἡ μὲν ἀκμὴ δέχεται, ἡ λαμπρότης δὲ οὔ. καὶ μὴν καὶ τὸ μὴ ἁπλῶς εἰς μῆκος ἀπολελύσθαι τὰ κῶλα, ἀλλʼ εἶναι μὲν τὸ ὅλον ἕν, δοκεῖν δὲ διακεκόφθαι ταῖς συμιπλοκαῖς καὶ γεγενῆσθαι κομματικόν, οὔτε λαμπρότητος ὂν οὔτε ἀκμῆς σφοδρότητος δὲ μᾶλλον, [*](258) τῷ τὴν σφοδρότητα τῆς μὲν λαμπρότητος ἀπηλλάχθαι πάντῃ, τῇ δὲ ἀκμῇ κατά τι κοινωνεῖν ἀκμαιότερον μᾶλλον ἢ λαμιπρότερον πεποίηκε φαίνεσθαι τὸν λόγον. — Εἰ δὲ καὶ περιβεβλημένως, μᾶλλον δὲ μεστῶς προήχθη, τοῦτο πάλιν ἑτέρου λόγου.

Ταῦτα περὶ ἀκμῆς. ἕποιτο δʼ ἂν εἰπεῖν ἤδη καὶ περὶ τῆς περιβολῆς· αὕτη γὰρ λοιπὴ τῶν ποιουσῶν τὸ μέγεθος ἰδέα καταλείπεται, ᾗπερ ὅτι ἐναντία ἦν ἡ καθαρότης, ἐν τῷ περὶ σαφηνείας εἰρήκαμεν.