Περὶ ἰδεῶν λόγου
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Λέξις δὲ τραχεῖα ἡ τετραμμένη καὶ ἡ ἀφʼἑαυτῆς σκληρά, οἷόν ἐστι καὶ τὸ «τκαταπεπατημένον φορεῖτε» καὶ τὸ ‘ἐκλέλυσθε, ὦ Ἀθηναῖοι, καὶ ἀναπεπτωκότες κάθησθεʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «κατεσθίων κατέφαγε» καὶ τὸ «διορωορυγμένοι κατὰ πόλεις» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα» καὶ ὅσα [*](300) τοιαῦτα. αὗται μὲν οὖν διὰ τὸ τετράφθαι εἰσὶ τραχεῖαι· ἀφʼ ἑαυτῶν δὲ σκληραὶ αἱ τοιαῦται, οἷον ‘ἀταρπόςʼ, [*](237) ‘ἔμαρπτενʼ, ‘ἔγναψεʼ καὶ ὅσαι τοιαῦται. ἔχει δέ τι τοιοῦτο καὶ τὸ ‘περικόπτωνʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ, εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προειρημέναι. Ἀλλὰ λέξεις μὲν αὗται τραχεῖαι.
Σχήματα δὲ τραχέα μάλιστα μὲν τὰ προστακτικά, οἷον «τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψψασθεx, ἔπειτα τὰ κατʼ ἐρώτησιν ἐλεγκτικά, οἷον «εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε»; καὶ [*](1 cf. 262, 4 5 p. 255, 27. 256, 21 6 καὶ om. Ac | ἐμεθο- δεύθησαν m.1Vc 7 alt. ἡ om. Syr | cf. 229, 9 sq. | ἐφʼ Syriani V, 〈Damascii〉 Προθεωρία (Rhein Museum 65,618 l. 19) 8 καὶ om Sf | Dem. 7, 45 9 Dem. 19, 224 | ὁ ἄνδρες ἀθηναῖοι Ac 10 pr. τὸ om. Ba | Dem. 3, 31 | Dem 25, 62 11 Dem 9, 2 διωρυγμένοι Vc 12 Dem. 9, 22 14.15 Hon. ξ 1 cet ; cf. p. 229, 10 15 Ξ 346 cet. | ἔγναμψε Ba; cf Hom. Ω 274 (v.l ) ὅσα τοιαῦτα Ba 16 l. 12 10 20 Dem Epist 3, 42 | ἀναμνησθέντες κρίσεως Ac Ba 20. 21 ἐγκαλύψασθε Pa ; αἰσχύνθητι Pc 21 ἐγ- κλητικά, mg m.1 ἐλεγκτικά, Ba 22 Dem 23, 109 23 φυλά- ἔαισθε Pa; φυλάξεσθε Pc)
Κῶλα δὲ τραχέα τὰ βραχύτερα καὶ ἃ μηδὲ κῶλα, [*](238) κόμματα δὲ καλεῖν ἄμεινον, οἷον «οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσούμεθα;» καὶ πάλιν «πότε οὖν, ὧ Ἀθηναῖοι, πότε ἃ χρὴ πράξομεν; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ; νῦν δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;
[*](301)Συνθήκη δὲ τραχεῖα ἡ συγκρούσεις τε φωονηέντων ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτοῖς καὶ ἀνακολούθων ποδῶν συγκειμένη, ὡς μηδαμῇ προσβάλλειν τινὰ ἦχον μέτρου μηδʼ ἔχειν τινὰ ἡδονὴν κατʼ αὐτὴν τὴν συνθήκην μηδʼ ὅλως εὐρυθμίας ἔμφασιν, ἀλλʼ εἶναι μᾶλλον οἷον ἄρρυθμόν τινα καὶ δύσηχον, τραχύνουσαν τὴν ἀκοήν. ποιεῖ δὲ μάλιστα τοῦτο ἡ ἀνάπαυσις ἡ ποιά, [*](1 Dem. 19, 263 3 Dem. 8, 74 | ἆ ἄνδρες ἀθηναῖοι A 4 ἀφέλοιτό Vc Ba | ταύτην Ac 8 τραχεῖα Pe Sc; τραχέα PV 11 αἰ om Vc 13 14 γρ καὶ ἃ μηδὲ κῶλα καλεῖν ἄμεινον Pa, (om καὶ) Pc 14 Dem. 4, 44 | ἐκβησόμεθα Pc Ac Βa, Castor 16 Dem. 4, 10 17 νυνὶ Ac; νῦν, m.1 supr ., Pa 19 τε τῶν φωνηέντων Vc 20 ἐαυτ⌊ῆ⌉ ς Ba 22 ἡδονὴν post συνθήκην Ac 25 ἡ ποιά om. VcBa)
Ἡ οὖν ἀνάπαυσις ἡ ἐν τραχύτητι κατὰ τοὺς πόδας [*](239) ὥσπερ καὶ ἡ συνθήκη ἀνακόλουθος ἔστω, νῦν μὲν ἐπὶ τοῦδε, νῦν δὲ ἐπὶ τοῦδε τοῦ ποδὸς ἀναπαυομένου τοῦ κώλου.
Καὶ γίνεται οὕτω τραχὺς καὶ ὁ ῥυθμὸς καὶ δύσηχός τις ὅλος καὶ οἷον μηδὲ ῥυθμός τις ὤν. — Ταῦτα δὲ ποιεῖ καὶ τὸν ἐν σφοδρότητι ῥυθμόν. ἀλλʼ ἤδη γε περὶ πάσης σφοδρότητος λεκτέον, ἵνα καὶ ὅπῃ γε διαφέρει τῆς τραχύτητος ἐπιγνῶμεν. ἀντίκειται δὲ ταύτῃ πάντως μὲν καὶ ἡ γλυκύτης καθάπερ καὶ τῇ τραχύτητι, ἰδίως δὲ τῇ σφοδρότητι ἐναντίον ἡ ἐπιείκεια, περὶ ἧς καὶ αὐτῆς ἐν τῷ περὶ ἤθους λελέξεται.
8 Ἡ δὲ σφοδρότης ἐννοίας μὲν ἔχει καὶ αὐτὴ τὰς ἐπιτιμητικὰς καὶ ἐλεγκτικὰς καθάπερ ἡ τραχύτης· ἀλλʼ ἡ μὲν τραχύτης κατὰ μειζόνων προσώπων καὶ αὐτῶν δὲ τῶν δικαστῶν ἢ ἐκκλησιαστῶν γίνεται, ὡς ἐδείξαμεν, ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων προσώπων, οἷον κατὰ τῶν ἀντιδίκων ἢ καθʼ ὧν ἂν καὶ οἱ ἀκούοντες δέξαιντο ἡδέως, οἷον εἰ κατὰ Φιλίππου λέγοι ὁ Δημοσθένης ὅτι [*](240) «βάρβαρος, ὄλεθρος Μακεδών», καὶ τῶν τοιούτων. καὶ [*](302) [*](1 p 218, 23 2 ἡ ποιὰ om Ac, v .l.P 8 γρ τραχύς τις καὶ ὁ ῥυθμός Pa 5 ὅλος Vc Ba: ὁ λόγος P Ac alt. τις om Pc 10 γε καὶ περὶ V 11 πάσης (γρ αὐτῆς) P | ὅπη V, (ως supr.) P γε om. V 13 cf 255, 20 14 τῆι Vc; καὶ τῆι Ac, (καὶ er.) Pc, (καὶ supr ) Pa; om Ba 15 p 369 Sp. 16 cf Aristid II 492 Sp. 18 ἀλλʼ — 19 τραχύτης om. Pc 20 τῶν om. Pc | p. 255, 25 sq. 23 κατὰ φιλίππου εἰ | λέγε Pa 24 Dem 9, 31)
Μέθοδος δὲ σφοδρότητος σχεδὸν ἡ αὐτή, ἥπερ καὶ τραχύτητος· τὸ γὰρ ἀπαρακαλύπτως καὶ φανερῶς ἔτι τε ψιλῶς ἀλλὰ μὴ συμπλέκοντά τισι τῶν ἀνειμένων ἐννοιῶν λέγειν τὰς τοιαύτας ἐννοίας μηδʼ ἄλλως πως σφοδροῦ λόγου. παραδείγματα δὲ αὐτοῦ τὰ προειρημένα [*](303) πάντα.
Καὶ μὴν καὶ λέξις σφοδρά, ἥπερ ἦν καὶ τραχεῖα. ἐνταῦθα δὲ καὶ ποιεῖν ὀνόματα ἴσως ἐγχωρεῖ τραχέα, ὥσπερ ὁ ῥήτωρ ἐποίησε τὸ ‘ἰαμβειοφάγοςʼ καὶ τὸ ‘γραμματοκύφωνʼ καὶ εἴ τι τοιοῦτο, ἐν τραχύτητι δὲ οὐχ εὗρον ὄνομια οὕτω πεποιημένον. καὶ ταύτῃ ἂν οὖν ἴσως διαφέροι ἡ σφοδρότης τραχύτητος.
Σχῆμα δὲ σφοδρὸν τὸ κατὰ ἀποστροφήν, οἷον « παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν»· καὶ ἡ ἐρώτησις δὲ ἡ τοῦ ὑποκειμένου προσώπου ἀποστροφή ἐστι καὶ ἔχει πρὸς τῇ σφοδρότητι καὶ ἐλεγκτικόν τι, διὸ καὶ τὰ τοιαῦτα σχήματα ἐπὶ τῶν οὐκ ἐνδεχομένων [*](242) ἀντίρρησιν παραλαμβάνεται, οἷον «ἀλλὰ τί ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὐτῷ κατασκευαζόμενον Φίλιππον;» [*](2 τοὺς λόγους 4 p. 258, 1 5 συμπλέκοντάς τι Vc, ?m.1 Ba, (τισι) Sc 6 mg. ἐν ἄλλοις τὸ ἐννοίας οὐ πρόσκειται P 11 Dem. 18,139 | ἰαμβιοφάγος Pc Ac, (ει m.po. ex ι) Pa; ἰαμ- βεὶφάγος Sf; ἰαμβοφάγος Vc, (ει m2 supr.) Ba; cf. 263, 4 ann. 12 Dem. 18, 209 13 οὕτω om. Sc; ἁυτῶ Sf 14 διαφέρει Pa Ba τῆς τραχύτητος Ac 15 cf Aristid. II 494, 13 Sp. | Dem. 18, 82; cf. p. 344, 18 Sp 16 κατέλυεν VcBa αὐτῶν VcBa: αὐ- τόν P; αὐτῶ Ac; mg. ἄλλοι καὶ σὺ προύξένης αὐτῶν οἷον σὺ ὁ προὐξ αὐτῶν· δηλονότι ὁ πρόξενος Pa, (om οἷον — αὐτῶν) Pc: cf p. 382, 2 Sp. 19. 20 οὐκ ἐ|πϊ m.po., ex ν?]δεχομένων Pa ; οὐ δεχομένων 20 Dem 18, 66, cf. 62)
Καὶ μὴν ἴσως καὶ κατὰ τὰ κῶλα διαφέρει· σφοδρὰ μὲν γὰρ καὶ τὰ μηδὲ κῶλα, κόμματα δέ, ἃ καὶ ἡ τραχύτης ἔχει, πλέον γε μὴν γίνεται τὸ σφοδρὸν ἐν ἐκείνοις, ἃ μηδὲ κόμματά ἐστιν, ἀλλʼ ὡς ἐπὶ τὸ πλεῖστον κατʼ ὄνομα ἀναπαύει τὸν λόγον, οἷον «ὁ φαρμακός, ὁ λοιμός» [*](304) καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα [*](243) ἀγορᾶς, ὄλεθρος γραμματεύς » καὶ ὅσα τοιαῦτα.
Περὶ δὲ συνθήκης σφοδρᾶς ἢ ἀναπαύσεως ἢ ῥυθμοῦ οὐδὲν δεῖ πάλιν διεξιέναι· δῆλα γὰρ τὰ τοιαῦτα πάντως μέν που καὶ ἀπὸ τῶν προειρημένων, οὐ μὴν ἀλλὰ κἀν τῷ περὶ τραχύτητος ἱκανῶς εἴρηται· τὰ αὐτὰ γὰρ περὶ τούτων κἀνταῦθα κἀκεῖ.
Ἕπεται τῷ περὶ τραχύτητος καὶ σφοδρότητος ὁ περὶ λαμπρότητος λόγος, ἡ πάλιν ἀντίκειται τρόπον μέν τινα [*](1 ἐχρῆν αἰσχίνη Sf, Dem. 18, 63 4 Dem. 18,139| ἰαμβιο- φάγος Pc Ac, (ει m.po. ex ι) Pa; ἰαμιβοφάγος Vc; ὁ ἰαμβειοφάγος Sc, (ο m.2 suppl. post ει) Ba; ἰαμβ|ει m.1 ex ι]ογράφος Sf (ἰαμι- βειογράφος Demosthenis Σ, ἰαμβογράφος Α) 5 Dem 18, 41 8 τὰ Sf. m po.Vc; om. P 10 κατὰ om. p. 261, 1. 262, 13 11 τὰ om. Vc Ba 12 τὰ οἷον μὴδὲ VcBa, (om. τὰ) Ac; γρ οἷον P | p 259, 13 14 τὸ Ac; om P Vc Ba | καὶ κατʼ vulg. 15 Dem. 25, 80 16 Dem. 18, 127 | ἐπίτριμμα Pc 18 ῥυθμῶν P 19 γὰρ V ; δὲ Pc, (γὰρ supr.) Pa 21 p. 259, 19)