Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

8 Ἡ δὲ σφοδρότης ἐννοίας μὲν ἔχει καὶ αὐτὴ τὰς ἐπιτιμητικὰς καὶ ἐλεγκτικὰς καθάπερ ἡ τραχύτης· ἀλλʼ ἡ μὲν τραχύτης κατὰ μειζόνων προσώπων καὶ αὐτῶν δὲ τῶν δικαστῶν ἢ ἐκκλησιαστῶν γίνεται, ὡς ἐδείξαμεν, ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων προσώπων, οἷον κατὰ τῶν ἀντιδίκων ἢ καθʼ ὧν ἂν καὶ οἱ ἀκούοντες δέξαιντο ἡδέως, οἷον εἰ κατὰ Φιλίππου λέγοι ὁ Δημοσθένης ὅτι [*](240) «βάρβαρος, ὄλεθρος Μακεδών», καὶ τῶν τοιούτων. καὶ [*](302) [*](1 p 218, 23 2 ἡ ποιὰ om Ac, v .l.P 8 γρ τραχύς τις καὶ ὁ ῥυθμός Pa 5 ὅλος Vc Ba: ὁ λόγος P Ac alt. τις om Pc 10 γε καὶ περὶ V 11 πάσης (γρ αὐτῆς) P | ὅπη V, (ως supr.) P γε om. V 13 cf 255, 20 14 τῆι Vc; καὶ τῆι Ac, (καὶ er.) Pc, (καὶ supr ) Pa; om Ba 15 p 369 Sp. 16 cf Aristid II 492 Sp. 18 ἀλλʼ — 19 τραχύτης om. Pc 20 τῶν om. Pc | p. 255, 25 sq. 23 κατὰ φιλίππου εἰ | λέγε Pa 24 Dem 9, 31)

261
ταύτῃ γε πρῶτον διαφέρει τραχύτητος ἡ σφοδρότης, κατʼ ἔννοιαν. διὸ καὶ φανερωτέρας ἔχει τὰς κατηγορίας αὕτη, σχεδὸν λοιδορίας οὔσας, ὥσπερ ἐν τῷ λεγομένῳ κοινῷ τόπῳ· ἐπιδέχεται γὰρ τὰ πρόσωπα ταῦτα τὸ τοιοῦτον εἶδος, ἐκεῖνα δὲ οὐκέτι, λέγω τὰ τῆς τραχύτητος. παράδειγμα σφοδρότητος σχεδὸν μὲν ἅπας ὁ Κατὰ Ἀριστογείτονος τοῦ Δημοσθένους λόγος, ἐπιφανέστερον δʼ αὐτοῦ τὸ «οὗτος οὖν αὐτὸν ἐξαιτήσεται; ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο;» πολλὰ δʼ ἄν τις καὶ ἀπὸ τῶν ἄλλων αὐτοῦ λόγων λάβοι τοιαῦτα, οἷον «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς» καὶ πάλιν «τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις; καὶ « σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί», καὶ ὅλως, ὅπερ ἔφην, μυρία τούτου καὶ ἐν δικανικοῖς καὶ ἐν συμβουλευτικοῖς ἔστι παραδείγματα Ἀλλʼ ἔννοιαι μὲν αὗται σφοδρότητος. εἰ δέ τις αὐτὰς καὶ τραχείας ὀνομάζειν βούλοιτο ἢ πάλιν τὰς τραχείας σφοδράς, οὐδὲν ἔμοιγε διοίσει· πλὴν ὅτι γε διαφέρουσιν ἀλλήλων καὶ ὅτι πλέον ἔχει τι ἡ σφοδρότης τῆς τραχύτητος καὶ ὡς οὐκ ἂν δύναιο σφοδρότητι χρῆσθαι ἐπὶ τοῦ μείζονος [*](241) ἢ κατὰ σὲ προσώπου, πλὴν εἰ οἱ ἀκούοντες ἡδέως δέχοιντο, [*](2 γρ σφοδροτέρας ἔχει P 6 παραδείγματα Vc Ba; παρά- δειγμια δὲ Sf | μὲν σχεδὸν V 8 αὐτοῦ τὸ scripsi; αὐτοῦ τοῦτο Pe, m po Ba; οὖ τοῦτο PV (δὲ τοῦτο, om. αὖ, Sf) | Dem. 25,80 9 οἰωνἢσετ᾿ (m 2 cr) Vc: οἰωνίσεται (m 2 cr) Ba | ἰδὼν μᾶλλον V: μᾶλλον om Pc 11 Dem 18, 209 12 Dem 18,127 14 Dem. 18, 121 15 Dem. 10, 73 17. 18 ἐν συμβ. ἔνεστι Ac 21 ὅτι P Ac: ὅ Vc Ba ἀλλήο Pc 22 τι om VcBa ὡς om Pc 23 ἐπί του? 24 εἰ μὴ Ac)
262
δῆλον ἐκ τούτων καὶ ὅτῳ μικρὸν αἰσθήσεως τῆς περὶ λόγους μέτεστι.

Μέθοδος δὲ σφοδρότητος σχεδὸν ἡ αὐτή, ἥπερ καὶ τραχύτητος· τὸ γὰρ ἀπαρακαλύπτως καὶ φανερῶς ἔτι τε ψιλῶς ἀλλὰ μὴ συμπλέκοντά τισι τῶν ἀνειμένων ἐννοιῶν λέγειν τὰς τοιαύτας ἐννοίας μηδʼ ἄλλως πως σφοδροῦ λόγου. παραδείγματα δὲ αὐτοῦ τὰ προειρημένα [*](303) πάντα.

Καὶ μὴν καὶ λέξις σφοδρά, ἥπερ ἦν καὶ τραχεῖα. ἐνταῦθα δὲ καὶ ποιεῖν ὀνόματα ἴσως ἐγχωρεῖ τραχέα, ὥσπερ ὁ ῥήτωρ ἐποίησε τὸ ‘ἰαμβειοφάγοςʼ καὶ τὸ ‘γραμματοκύφωνʼ καὶ εἴ τι τοιοῦτο, ἐν τραχύτητι δὲ οὐχ εὗρον ὄνομια οὕτω πεποιημένον. καὶ ταύτῃ ἂν οὖν ἴσως διαφέροι ἡ σφοδρότης τραχύτητος.

Σχῆμα δὲ σφοδρὸν τὸ κατὰ ἀποστροφήν, οἷον « παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν»· καὶ ἡ ἐρώτησις δὲ ἡ τοῦ ὑποκειμένου προσώπου ἀποστροφή ἐστι καὶ ἔχει πρὸς τῇ σφοδρότητι καὶ ἐλεγκτικόν τι, διὸ καὶ τὰ τοιαῦτα σχήματα ἐπὶ τῶν οὐκ ἐνδεχομένων [*](242) ἀντίρρησιν παραλαμβάνεται, οἷον «ἀλλὰ τί ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὐτῷ κατασκευαζόμενον Φίλιππον;» [*](2 τοὺς λόγους 4 p. 258, 1 5 συμπλέκοντάς τι Vc, ?m.1 Ba, (τισι) Sc 6 mg. ἐν ἄλλοις τὸ ἐννοίας οὐ πρόσκειται P 11 Dem. 18,139 | ἰαμβιοφάγος Pc Ac, (ει m.po. ex ι) Pa; ἰαμ- βεὶφάγος Sf; ἰαμβοφάγος Vc, (ει m2 supr.) Ba; cf. 263, 4 ann. 12 Dem. 18, 209 13 οὕτω om. Sc; ἁυτῶ Sf 14 διαφέρει Pa Ba τῆς τραχύτητος Ac 15 cf Aristid. II 494, 13 Sp. | Dem. 18, 82; cf. p. 344, 18 Sp 16 κατέλυεν VcBa αὐτῶν VcBa: αὐ- τόν P; αὐτῶ Ac; mg. ἄλλοι καὶ σὺ προύξένης αὐτῶν οἷον σὺ ὁ προὐξ αὐτῶν· δηλονότι ὁ πρόξενος Pa, (om οἷον — αὐτῶν) Pc: cf p. 382, 2 Sp. 19. 20 οὐκ ἐ|πϊ m.po., ex ν?]δεχομένων Pa ; οὐ δεχομένων 20 Dem 18, 66, cf. 62)

263
«πότερον αὐτήν, Αἰσχίνη, ἐχρῆν τὸ φρόνημʼ ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν καὶ Δολόπων τάξει καὶ τὰ ἑξῆς. — Σφοδρὸν σχῆμα καὶ τὸ δεικτικόν, οἷον «ὁ βάσκανος οὗτος ἰαμβειοφάγος» καὶ πάλιν ὁ γὰρ τὰ ψευδῆ δεῦρʼ ἀπαγγείλας» καὶ τάδε, φησί, καὶ τάδε ποιήσας. εἶτʼ ἐπήγαγε τὴν δεῖξιν «οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». — ἴανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ κατὰ 〈τὰ〉 σχήματα ἡ σφοδρότης διαφέρει τῆς τραχύτητος, οὐ μόνον κατὰ τὰς ἐννοίας καὶ κατὰ τὰς λέξεις, ὡς προείρηται.

Καὶ μὴν ἴσως καὶ κατὰ τὰ κῶλα διαφέρει· σφοδρὰ μὲν γὰρ καὶ τὰ μηδὲ κῶλα, κόμματα δέ, ἃ καὶ ἡ τραχύτης ἔχει, πλέον γε μὴν γίνεται τὸ σφοδρὸν ἐν ἐκείνοις, ἃ μηδὲ κόμματά ἐστιν, ἀλλʼ ὡς ἐπὶ τὸ πλεῖστον κατʼ ὄνομα ἀναπαύει τὸν λόγον, οἷον «ὁ φαρμακός, ὁ λοιμός» [*](304) καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα [*](243) ἀγορᾶς, ὄλεθρος γραμματεύς » καὶ ὅσα τοιαῦτα.

Περὶ δὲ συνθήκης σφοδρᾶς ἢ ἀναπαύσεως ἢ ῥυθμοῦ οὐδὲν δεῖ πάλιν διεξιέναι· δῆλα γὰρ τὰ τοιαῦτα πάντως μέν που καὶ ἀπὸ τῶν προειρημένων, οὐ μὴν ἀλλὰ κἀν τῷ περὶ τραχύτητος ἱκανῶς εἴρηται· τὰ αὐτὰ γὰρ περὶ τούτων κἀνταῦθα κἀκεῖ.

Ἕπεται τῷ περὶ τραχύτητος καὶ σφοδρότητος ὁ περὶ λαμπρότητος λόγος, ἡ πάλιν ἀντίκειται τρόπον μέν τινα [*](1 ἐχρῆν αἰσχίνη Sf, Dem. 18, 63 4 Dem. 18,139| ἰαμβιο- φάγος Pc Ac, (ει m.po. ex ι) Pa; ἰαμιβοφάγος Vc; ὁ ἰαμβειοφάγος Sc, (ο m.2 suppl. post ει) Ba; ἰαμβ|ει m.1 ex ι]ογράφος Sf (ἰαμι- βειογράφος Demosthenis Σ, ἰαμβογράφος Α) 5 Dem 18, 41 8 τὰ Sf. m po.Vc; om. P 10 κατὰ om. p. 261, 1. 262, 13 11 τὰ om. Vc Ba 12 τὰ οἷον μὴδὲ VcBa, (om. τὰ) Ac; γρ οἷον P | p 259, 13 14 τὸ Ac; om P Vc Ba | καὶ κατʼ vulg. 15 Dem. 25, 80 16 Dem. 18, 127 | ἐπίτριμμα Pc 18 ῥυθμῶν P 19 γὰρ V ; δὲ Pc, (γὰρ supr.) Pa 21 p. 259, 19)

264
καὶ πᾶς ὁ κατὰ γοργότητα προιὼν λόγος, ἰδίως δὲ εἰπεῖν λαμπρότητι ἐναντίον ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ ὅλως τὸ ἀγωνιστικὸν εἶδος τῶν λόγων. ἀλλὰ περί γε τῆς λαμπρότητος ἤδη λεκτέον.