Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Μέθοδος δὲ τραχύτητος μία τὸ ἀπαρακαλύπτως καὶ ψιλῶς κατʼ ἐπιτίμησιν, ἀλλὰ μὴ ἄλλως πως μηδὲ συμνπλέκοντα τοῖς λειαίνουσι τὴν τραχύτητα εἰσάγειν τὰς τοιαύτας τῶν ἐννοιῶν. παραδείγμιατα δὲ αὐτῆς αἱ μικρῷ πρότερον ῥηθεῖσαι καθαρῶς εἶναι τραχύτητες· τραχεῖαι γὰρ ἔννοιαι τραχέως ἐκεῖ καὶ μεθωδεύθησαν.

Λέξις δὲ τραχεῖα ἡ τετραμμένη καὶ ἡ ἀφʼἑαυτῆς σκληρά, οἷόν ἐστι καὶ τὸ «τκαταπεπατημένον φορεῖτε» καὶ τὸ ‘ἐκλέλυσθε, ὦ Ἀθηναῖοι, καὶ ἀναπεπτωκότες κάθησθεʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «κατεσθίων κατέφαγε» καὶ τὸ «διορωορυγμένοι κατὰ πόλεις» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα» καὶ ὅσα [*](300) τοιαῦτα. αὗται μὲν οὖν διὰ τὸ τετράφθαι εἰσὶ τραχεῖαι· ἀφʼ ἑαυτῶν δὲ σκληραὶ αἱ τοιαῦται, οἷον ‘ἀταρπόςʼ, [*](237) ‘ἔμαρπτενʼ, ‘ἔγναψεʼ καὶ ὅσαι τοιαῦται. ἔχει δέ τι τοιοῦτο καὶ τὸ ‘περικόπτωνʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ, εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προειρημέναι. Ἀλλὰ λέξεις μὲν αὗται τραχεῖαι.

Σχήματα δὲ τραχέα μάλιστα μὲν τὰ προστακτικά, οἷον «τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψψασθεx, ἔπειτα τὰ κατʼ ἐρώτησιν ἐλεγκτικά, οἷον «εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε»; καὶ [*](1 cf. 262, 4 5 p. 255, 27. 256, 21 6 καὶ om. Ac | ἐμεθο- δεύθησαν m.1Vc 7 alt. ἡ om. Syr | cf. 229, 9 sq. | ἐφʼ Syriani V, 〈Damascii〉 Προθεωρία (Rhein Museum 65,618 l. 19) 8 καὶ om Sf | Dem. 7, 45 9 Dem. 19, 224 | ὁ ἄνδρες ἀθηναῖοι Ac 10 pr. τὸ om. Ba | Dem. 3, 31 | Dem 25, 62 11 Dem 9, 2 διωρυγμένοι Vc 12 Dem. 9, 22 14.15 Hon. ξ 1 cet ; cf. p. 229, 10 15 Ξ 346 cet. | ἔγναμψε Ba; cf Hom. Ω 274 (v.l ) ὅσα τοιαῦτα Ba 16 l. 12 10 20 Dem Epist 3, 42 | ἀναμνησθέντες κρίσεως Ac Ba 20. 21 ἐγκαλύψασθε Pa ; αἰσχύνθητι Pc 21 ἐγ- κλητικά, mg m.1 ἐλεγκτικά, Ba 22 Dem 23, 109 23 φυλά- ἔαισθε Pa; φυλάξεσθε Pc)

259
πάλιν «οὐχ ὁρᾶτε, ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι;» καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ» καὶ τὰ ἑξῆς· εἰ γὰρ ἀφέλοι τις τῆς ἐννοίας ταύτης τὴν μέθοδον καὶ τὸ παράδειγμα εἶναι, προηγουμένως δὲ λέγειν αὐτό τις θείη τὸν Δημοσθένην ἤ τινα ἕτερον καὶ καθʼ ὑποκειμένου, ἀλλὰ μὴ ὡς εἰπόντος τινὸς ἀναμιμνῄσκοντα, σφόδρα ἔσται τραχεῖα καὶ διαφερόντως γε κατὰ τὰ σχήματα. Δέχεται μέντοι ἡ τραχύτης κατὰ δεύτερον καὶ τρίτον λόγον σχεδὸν ἅπαντα τὰ σχήματα, ὥσπερ οἶμαι καὶ αἱ ἄλλαι ἰδέαι· ἀλλὰ τά γε οἰκεῖα αὐτῆς ταῦτα.

Κῶλα δὲ τραχέα τὰ βραχύτερα καὶ ἃ μηδὲ κῶλα, [*](238) κόμματα δὲ καλεῖν ἄμεινον, οἷον «οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσούμεθα;» καὶ πάλιν «πότε οὖν, ὧ Ἀθηναῖοι, πότε ἃ χρὴ πράξομεν; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ; νῦν δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;

[*](301)

Συνθήκη δὲ τραχεῖα ἡ συγκρούσεις τε φωονηέντων ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτοῖς καὶ ἀνακολούθων ποδῶν συγκειμένη, ὡς μηδαμῇ προσβάλλειν τινὰ ἦχον μέτρου μηδʼ ἔχειν τινὰ ἡδονὴν κατʼ αὐτὴν τὴν συνθήκην μηδʼ ὅλως εὐρυθμίας ἔμφασιν, ἀλλʼ εἶναι μᾶλλον οἷον ἄρρυθμόν τινα καὶ δύσηχον, τραχύνουσαν τὴν ἀκοήν. ποιεῖ δὲ μάλιστα τοῦτο ἡ ἀνάπαυσις ἡ ποιά, [*](1 Dem. 19, 263 3 Dem. 8, 74 | ἆ ἄνδρες ἀθηναῖοι A 4 ἀφέλοιτό Vc Ba | ταύτην Ac 8 τραχεῖα Pe Sc; τραχέα PV 11 αἰ om Vc 13 14 γρ καὶ ἃ μηδὲ κῶλα καλεῖν ἄμεινον Pa, (om καὶ) Pc 14 Dem. 4, 44 | ἐκβησόμεθα Pc Ac Βa, Castor 16 Dem. 4, 10 17 νυνὶ Ac; νῦν, m.1 supr ., Pa 19 τε τῶν φωνηέντων Vc 20 ἐαυτ⌊ῆ⌉ ς Ba 22 ἡδονὴν post συνθήκην Ac 25 ἡ ποιά om. VcBa)

260
ὥσπερ κὰν ταῖς ἄλλαις ἰδέαις ἔφαμεν ὅτι ἡ ἀνάπαυσις ἡ ποιὰ μετὰ τῆς συνθήκης τῆς ποιᾶς τὸν ῥυθμὸν ἀπεργάζεται.

Ἡ οὖν ἀνάπαυσις ἡ ἐν τραχύτητι κατὰ τοὺς πόδας [*](239) ὥσπερ καὶ ἡ συνθήκη ἀνακόλουθος ἔστω, νῦν μὲν ἐπὶ τοῦδε, νῦν δὲ ἐπὶ τοῦδε τοῦ ποδὸς ἀναπαυομένου τοῦ κώλου.

Καὶ γίνεται οὕτω τραχὺς καὶ ὁ ῥυθμὸς καὶ δύσηχός τις ὅλος καὶ οἷον μηδὲ ῥυθμός τις ὤν. — Ταῦτα δὲ ποιεῖ καὶ τὸν ἐν σφοδρότητι ῥυθμόν. ἀλλʼ ἤδη γε περὶ πάσης σφοδρότητος λεκτέον, ἵνα καὶ ὅπῃ γε διαφέρει τῆς τραχύτητος ἐπιγνῶμεν. ἀντίκειται δὲ ταύτῃ πάντως μὲν καὶ ἡ γλυκύτης καθάπερ καὶ τῇ τραχύτητι, ἰδίως δὲ τῇ σφοδρότητι ἐναντίον ἡ ἐπιείκεια, περὶ ἧς καὶ αὐτῆς ἐν τῷ περὶ ἤθους λελέξεται.