Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Πάντα μὲν οὖν εἴδη λόγων ἐν τούτοις τεθεώρηται καὶ διὰ τούτων γίνεται, ἐννοίας, μεθόδου, λέξεως, σχήματος, κώλου, συνθήκης, ἀναπαύσεως, ῥυθμοῦ. ἔγὼ δʼ, ὅτι μὲν καὶ τούτοις ἐπὶ τοῖς προειρημένοις δεῖ σαφηνείας τινός, οὐκ ἀγνοῶ, οὐδʼ ὡς οἴονται τινὲς γενέσθαι ἂν ἴσως ταῦτα σαφῆ διὰ τῶν παραδειγμιάτων, εἰ προτεθείη· οὐ μὴν ἀλλὰ τὸ μὲν δεῖν παραδειγμάτων αὐτοῖς [*](196) ὁμολογῶ, τὸ δέ, εἰ τεθεῖεν νυνὶ παραδείγματα, γενέσθαι ἂν σαφές, περὶ οὗ ὁ λόγος, οὐκέτʼ ἂν συγχωρήσαιμι· ἐπεὶ τοὐναντίον, εἰ νῦν καὶ ἐνταῦθα καὶ καθʼ ἕκαστον τῶν προειρημένων τεθείη τὰ παραδείγματα, μηκύνοιτό τε ἂν διʼ αὐτὸ μᾶλλον ὁ λόγος καὶ ταραχή τις ἂν πλείων εἰκότως γίνοιτο· ἔπειτα μέντοι καὶ τὸ παρὸν οὐ περὶ γλυκύτητος προὔκειτο λέγειν — ὕστερον γὰρ ἀκριβέστερον καὶ περὶ ταύτης ἐροῦμεν —, ἀλλʼ ὅσον ἐμφῆναι, διὰ τίνων γένοιτʼ ἄν ἀκριβὲς ἕν αὐτὸ ἕκαστον λόγων εἶδος, ἵν’ ἀπὸ τούτων, ὅπερ ἔφην, εὐμαθέστερον ἔχοντες ῥᾳδίως ἑποίμεθα τοῖς ἐφεξῆς. οὐκοῦν ἐκεῖσε ἐπάνειμι.

Ἐχόντων γὰρ τούτων ταύτῃ καὶ πάσης ἰδέας λόγων συνισταμένης διὰ τῶν προειρημένων, ἀκριβῶς μὲν διὰ [*](1 τῶν Vaδ, v l.Dox.; ἢ τῶν PcV, (ἢ er ) Pa πως om Ba 2 συνεκτεθέντων Ba 8 ἐπὶ V, v .l.P καὶ P 9 γενέσθαι Pa 10 αὐτὰ V 10 11 παρατεθείη v .l.P; προστεθείη Ld 12 τεθ⌊εῖ m2 ⌉εν Ba; τεθείη Ac νῦν Ac 15 τὰ er Pa; om. Ac 16 alt. ἂν om Ac 17 γίνοιτο Ac, (ε supr.) Pa; γένοιτο Pc Vc Ba 18 προὔκειται sic Vc Ba 19 καὶ om Ac 20 γένοιτο, om ἂν, v 21 p 218, 15 2 l. 6)

221
[*](271) πάντων ἑνὸς εἴδους οἰκεῖον εἰργασμένον λόγον, οἷον ἐννοίας, μεθόδου, λέξεως καὶ τῶν λοιπῶν, σφόδρα χαλεπὸν μᾶλλον δὲ ἀδύνατον εὑρεῖν παρά τινι τῶν ἀρχαίων, τῷ δὲ πλεονάζειν τοῖς οἰκείοις ἑκάστης ἰδέας τὸ τοιόνδε ἢ τοιόνδε ἕκαστον αὐτῶν εἶναι συμβέβηκεν. ἐξαιρῶ μέντοι τοῦ λόγου τὸν ῥήτορα· οὐ γὰρ κατὰ ταὐτὰ ἐκείνοις μιᾷ τινι τῶν προειρημένων πλεονάσας ἰδέᾳ καὶ αὐτός, ἀλλὰ μέρει μέν τινι μᾶλλον δὲ εἴδει μιᾶς πλείονι χρησάμενος τῶν λοιπῶν, λέγω τῇ περιβολῇ (διότι δὲ τοῦτο πεποίηκεν, ἐν τῷ περὶ μεγέθους ἡμῖν καὶ τῆς περιβολῆς αὐτῆς ἀκριβῶς λελέξεται), ἀλλʼ ὅπερ ἔλεγον, τούτῳ γάρ, ὃ δὴ πολλοστόν ἐστι μέρος ἢ εἶδος ἰδέας μιᾶς, πλείονι χρησάμενος τῶν λοιπῶν, τοῖς δὲ ἄλλοις ἅποσιν ἑκάστῳ τὸ κατʼ ἀξίαν νείμας καὶ τὰ μὲν ὑψηλὰ σφόδρα καὶ λαμπρὰ τῶν νοημάτων μεθόδοις τισὶν ἢ σχήμασιν [*](197) ἤ τινι τῶν ἄλλων καθαιρῶν, τὰ δʼ αὖ λεπτὰ καὶ μικρὰ διὰ τῶν αὐτῶν τούτων ἐγείρων τε καὶ ὀρθῶν καὶ ἕκαστα τῶν ἄλλων κατὰ ταὐτὰ μιγνὺς τοῖς οὐκ οἰκείοις οὐδὲ ἰδίοις αὐτῶν μέρεσι καὶ καταποικίλλων, οὕτω τὸν λόγον αὐτοῦ πάντα πεποίηκεν ἁρμόττειν αὐτοῖς καὶ τὸ ὅλον ἓν εἶναι πασῶν αὐτῷ διʼ ἀλλήλων ἡκουσῶν τῶν ἰδεῶν, ὥστʼ ἐξ ἀπάντων τῶν καλῶν ἕν τοῦτο κάλλιστον εἶδος ἀπειργάσθαι λόγων τὸ Δημοσθενικόν.

[*](1 πάντων τῶν Pe |οἰκεῖον Pa Ac, (ίων m.2) Pc Ba, (mg τῶν οἰκείων, m. 2?) Vc; om. Syr. 2 μεθόδων Vc Ba λέξεων V 4 τὸ Vc Ba | ἰδίοις Ac 7 p. 217, 23 8 πλέονι V 9 λέγω δὴ Pa διὰ τί Vc Ba 10 p. 324, 28 Sp. 11 τοῦτο Vc, (m 2, ex τούτω) Ba 12. 13 πλέονι V, (ει supr.) Pa 14 15 ὑψηλὰ καὶ σφόδρα λαμπρὰ Ac 17 τε er Pa; om. Vc Ba | διορθῶν Vc Ba καὶ (ante ἕκαστα) Pc; om. Pa 18 κατὰ ταὐτὰ Pc, (m po καὶ ταῦτα) Pa; κατὰ ταῦτα Vc, (m.po καὶ) Ba; κατὰ ταῦτα καὶ Ac; γρ καὶ ταῦτα μιγνύς· καὶ οὕτως καὶ ἕκαστα τῶν ἄλλων κατα τὰυτὰ καὶ μιγνύς Pa, (ult καὶ om.) Po 20 ὑποστικτέον εἰς τὸ αὐτοῦ Dox. 21 ἓν m po. suppl. Vc Ba | αὐτῶν Vc Ba 22 εἶ-)
222

Ἀκριβῶς μὲν οὖν, ὅπερ εἶπον, οὐκ ἦν εὑρεῖν παρʼ οὐδενὶ τῶν ἀρχαίων τὸ τοιοῦτον, ὅτι καὶ φύσει δήπουθεν ἁμάρτημά ἐστι τὸ μονοειδῆ καὶ μὴ ποικίλον ἐργάζεσθαι λόγον· πλεονάζειν δʼ ἔφην ἄλλον κατ’ ἄλλο τι καὶ ταύτῃ συμβαίνειν τὸ τοιόνδε ἢ τοιόνδε αὐτῶν ἑκάστῳ τὸν λόγον γίνεσθαι. τό γε μὴν πλεονάζειν λέγω οὐ τὸ τοῖς πλείοσι χρῆσθαι τῶν εὖ ποιούντων ἰδέαν ἑκάστην, οἷον μεθόδῳ, σχήματι, συνθήκῃ, ἀναπαύσει καὶ τοῖς τοιούτοις· τάχα μὲν γὰρ καὶ τοῦτο ἂν εἴη τι, ἀλλʼ ὅ γε λέγω, τοιοῦτόν ἐστιν τὸ τοῖς κυριωτάτοις ἰδέας ἑκάαστη [*](272) μάλιστα χρῆσθαι· τοῦτο γὰρ καὶ τὴν ἰδέαν ὡς ἐπὶ [*](198) τὸ πλεῖστον ποιεῖ καὶ τὸ πλεονάζειν τοῦτ’ ἦν τὸ τοῖς κρατίστοις χρῆσθαι τοῦ εἴδους. ἔστι δʼ ὅτε, εἰ ταῦτα παραλείπει τις τοῖς ἄλλοις χρώμενος ἅποσιν, εἰ καὶ πλεονάζει κατ’ ἐκεῖνα, ἀλλὰ γοῦν ἧττον ἂν τυγχάνοι τοῦ εἴδους ὁ λόγος ἐκείνου, οὗπερ ἦν οἰκεῖα, οἷς ἐχρήσατο. περὶ τοίνυν τῆς δυνάμεως λεκτέον ἂν εἴη τῶν ποιούντων ὡς ἔφαμεν τὰ εἴδη τοῦ λόγου.

Ἔστιν οὖν πρῶτον μὲν καὶ ἰσχυρότατον ἁπανταχοῦ ἡ ἔννοια, μετὰ δὲ ταύτην ἡ λέξις, τὸ σχῆμα δὲ τρίτον, λέγω τὸ τῆς λέξεως, ἐπεὶ τό γε τῆς ἐννοίας, ὅπερ ἦν μέθοδος, τέταρτον λέγω — οὐ κατὰ δύναμιν τῶν ἐν δεινότητι· [*](δος ante 23 λόγων Pa 23 ἀπειργάσθαι; ἀπεργάσασθαι Pc; ἀπειργάσασθαι Pa | cf p. 337, 23 Sp.) [*](1 p 220,24 4 τὸν ante λόγον add. Ba, (supr.) Ac | p. 221, 4 5 συμβαίνει V | τὸ etiam post ἢ add. Vc Ba 6 τῶν λόγων Ac 7 εὖ V: ἐ⌊μ m po.⌉ Pa; er. Pc; om. Ld: cf l. 13 κρατίστοις ? 9 pr. καὶ om. Vc Ba 14 παραλ είπ P: παραλείπει Vc; παραλείποι Ac Ba | εἰ ⌊δὲ er⌉ καὶ Vc 15 πλεονάζ Pa τυγχάνηι Vc Ba 16 οὐκ add. ante ἦν Pe, post ἦν Ld, m.po. supr post οἷς Vc; οἷς ⌊lII.—IV⌉ Pa 18 p. 220, 5 19 ἔστιν ⌊cr III⌉ δῦν Vc: ἔστι ⌊l⌉ μὲν οὖν Ba: ἔστι τοίνυν Vδ 21 22 ἦν ἡ μέθοδος V | cf. 218, 19. 219, 6)

233
ἐκεῖ γὰρ κινδυνεύει τὰ πρῶτα ἀποφέρεσθαι, ὡς ἐν τῷ περὶ δεινότητος ἔσται φανερώτερον U+00AF· συνθήκη δὲ καὶ ἀνάπαυσις ἔστω τελευταῖα, γένοιτο δʼ ἂν ἴσως ποτὲ καὶ οὐ τελευταῖα καὶ μάλιστα ἐν τῇ ποιήσει· χωρὶς μὲν γὰρ θατέρου θάτερον μικρὰ ἂν ἢ οὐδὲν πρὸς εἶδος λόγου συμβάλλοιτο, μετʼ ἀλλήλων μέντοι καὶ τοῦ ῥυθμοῦ πολλὰ καὶ οὐ μικρά. καὶ τάχα ἂν ἡμῖν παῖδες μουσικῶν ἀμφισβητήσειαν, εἰ καὶ πρὸ τῆς ἐννοίας θετέον αὐτά· δύνασθαι γὰρ φήσουσι τὸν ῥυθμὸν καὶ καθʼ ἑαυτὸν χωρὶς ὅλως ἐνάρθρου φωνῆς, ἡλίκα οὐδεμία λόγων ἰδέα· καὶ γὰρ ἡδίους ποιῆσαι τὰς ψυχὰς ὑπὲρ ἄπαντα πανηγυρικὸν λόγον εἶναί φασι τοὺς ῥυθμοὺς [*](199) ἐπιτηδείους καὶ τοὐναντίον αὗ λυπηράς, ὡς οὐδεμία ἐλεεινολογία, δύνασθαι δὲ καὶ θυμὸν κινῆσαι μειζόνως ἢ πάντα σφοδρὸν καὶ καταφορικὸν λόγον· ὅλως δὲ περὶ πάντων ἐφεξῆς οὕτως ἡμῖν ἴσως ἂν ἐρεσχελήσωσιν. ἡμεῖς δὲ οὐ διοισόμεθα πρὸς αὐτούς, ἀλλʼ ἔστω μέν, εἰ βούλοιτό τις, πρῶτον, εἰ δὲ βούλοιτο, τελευταῖον ἢ μέσον τῇ δυνάμει τῶν προειρημένων ὁ ῥυθμός. ἐγὼ δέ, ὁποῖοί [*](273) τινές εἰσιν ἑκάστης ἰδέας οἰκεῖοι, καθʼ ὅσον ἐγχωρεῖ λέξει πεζῇ χωρὶς τοῦ περιᾴδειν προσαρμόσαι τινὰ ῥυθμόν, τοῦτο δείξειν φημί· καὶ εἴ γε δύναιντο κἀνταῦθα οἱ ῥυθμοί, ὅσα κἀν τῇ ἄλλῃ μουσικῇ, κείσθωσαν πρῶτοι, εἰ δὲ μὴ τοσοῦτον δύναιντο, τετάξονται ἡμῖν, ὅπως ἂν οἶμαι καὶ δυνάμεως ἔχωσι. φημὶ γάρ· ἔστι μὲν οὗ καὶ ὁ ῥυθμὸς πολὺ συνεισήνεγκε τῷ τοιόνδε γίνεσθαι τὸν [*](2 ἐν τοῖς Ve δεινότητος μεθόδων Syr. φανερώτατον Pc 6 συμβάλοιτο V 8 μὴ post εἰ supr. m2Pe 11 τὰς om. P Ac 16 πάντ|ων m po ex α] Vc Ba | ἂν ἐρεσχελήσουσιν Radermacher ad Demetr. p. 68, (om. ἂν) Syr. 28 ὅση Ba, m 1 Vc 25 γὰρ ὡς ἔστι Sc, ὡς m po add. Vc μὲν οὖν οὗ Pa 26 συνήνεγκε Pe τὸ Ba, (ex τῶ) Vc, (ῶ supr ) Ac γίνεσθαι τοιόνδε VcBa)
224
λόγον, ἀλλὰ μὴ τοιόνδε, οὐ μὴν τοσοῦτόν γε, ὁπόσον ἐκεῖνοί φασι.

Μικρὰ δὲ ἀναλαβόντες περὶ ἀπάντων τῶν προειρημένων ὡς ἐν κεφαλαίῳ, ἐπʼ αὐτὸν ἤδή τὸν περὶ τῶν ἰδεῶν λόγον χωρήσομεν. τίνα μὲν γάρ ἐστι τὰ τὰς ἰδέας ποιοῦντα τοῦ λόγου, καὶ ποία τις ἡ τούτων δύναμις, κἀκ τίνων ὁ Δημοσθενικὸς λόγος συνέστηκε, καὶ διʼ ἣν αἰτίαν τοῦτον προχειρίσασθαι δεῖν τὸν ἄνδρα κρίνομεν, εἴρηται. ἐπεὶ δὲ χωρὶς μὲν αὐτὴν καθʼ αὐτὴν οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐξειργασμένην ἰδέαν διαρκῶς U+00AF πλὴν εἰ τὸ ἑκάστου ἔργον ἰδέαν λέγοι τις οἷον Πλατωνικὴν ἢ Δημοσθενικήν U+00AF, ἀλλʼ ἐπειδὴ αὐτὴν μὲν καθʼ ἑαυτὴν ὅπερ ἔφην σεμνότητα ἢ τι τῶν ἄλλων [*](200) ἀδύνατον παρά τινι τῶν ἀρχαίων εὑρεῖν ἦν διηνεκῶς, μῖξιν δὲ οὔτε λόγου οὔτε ἄλλου τινὸς τῶν πάντων οἷόν τέ ἐστι γνῶναι καλῶς ἤτοι ποιήσασθαι μὴ πρότερον αὐτὰ ἕκαστα, ἐξ ὧν ἡ κρᾶσις γέγονεν ἢ γένοιτο ἄν, ἐπιγνόντα U+00AF οἷον λευκοῦ καὶ μέλανος φύσιν, ἐξ ὧν τὸ φαιόν, εἰ κραθείη, γίνεσθαι πέφυκεν U+00AF· ἐπειδὴ οὖν τοῦθʼ οὕτως ἔχει, ἀνάγκη πάντων τούτων ἀπαλλαγέντας U+00AFτῶν κατʼ ἄνδρα λέγω, Πλάτωνος, Δημοσθένους, Ξενοφῶντος, τῶν ἄλλων ἀπάντων U+00AF ἐπὶ τὰ ἐξ ἀρχῆς ἰέναι οἱονεὶ στοιχεῖα λόγου καὶ περὶ ἑκάστου χωορὶς διαλαβεῖν. ῥᾴδιον [*](1 ἀλλὰ μὴ Pa V ἢ Pc |ὅσον V 4 ὡς om. Vc κεφαλαίοις Ac 5 χωρήσωμεν c, (ομεν cr ) Pc τ|ὰ m po , ex ῆ]ς Pa Ba 5 sq. p.218,18sq. 7 τίνος Vc Ba p 217,21 8 p. 215,19 9 ἐκρί- ναμεν Syr καὶ καθʼ Ve Ba 11 |l] εἰ |μὴ m po.l τὸ Pa 12 ἢ Ac; καὶ Pa Vc Ba: ἢ καὶ Pc 14 ἦν om. Ac 10 ἤτοι Pc Ac, (ἢ m. po. supr ) Pa, (cr. m.po ) Ba, (ex ἢ τῶι cr. m.1) Vc 18 cf e. g. Plat Tim 68 C 19 ἐπεὶ Ac 20 ἔχει Ac, v l P; om. P ἔχοι Vc Ba πάντων post τούτων Ac; om. Pc 20 21 λέγω δὴ τῶν κατʼ ἄνδρα Pc 22 οἱονεὶ P Ac; οἷον Vδ; om. Ba, (m.1 suppl οἷον) Vc)

225
γὰρ τοῖς γε ἐντεῦθεν ὁρμωμένοις καὶ περὶ τῶν καθʼ ἕνα καὶ γνῶναι καὶ εἰπεῖν, τὰς ἀκριβεστάτας μίξεις αὐτῶν καταθεωμένοις, ἐάν τέ τις τοὺς ἀρχαίους ἐάν τε [*](274) καὶ τῶν νεωτέρων τινὰς ἐξετάζειν καὶ ζηλοῦν βούληται.

Οὐκοῦν ἐφʼ ἃ προὐθέμεθα ἐξ ἀρχῆς ἐλθόντες λέγωμεν τὰς ἰδέας, ἐξ ὧν ἔφην τὸν Δημοσθενικὸν συγκεῖσθαι λόγον· τὰς δὲ ὑποβεβηκυίας αὐταῖς ἢ καὶ συμπληρούσας αὐτὰς ἰδέας ἰδόντες εὐκρινές τι ἂν περὶ ἑκάστης λέγοιμεν. ἦσαν δὲ δήπουθεν αἵδε· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. περὶ τοίνυν τούτων λεκτέον καὶ πρῶτόν γε περὶ σαφηνείας καὶ τῶν ἰδεῶν, αἵ ποιοῦσιν αὐτήν. θαυμάζειν δὲ οὐ χρή, ἐάν τινες ἰδέαι κοινωνοῦσαι κατά τι ἑτέραις εὑρίσκωνται, οἷον ἢ κατʼ ἔννοιαν ἢ κατὰ λέξιν ἢ τι ἕτερον, ὥσπερ ἡ καθαρότης τῇ ἀφελείᾳ κατά τε ἄλλα τινὰ καὶ κατὰ τὸ τῆς ὀρθότητος σχῆμα κεκοινώνηκεν, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων»· καὶ γὰρ [*](201) καθαρὸν τοῦτο καὶ ἀφελές. καὶ πάλιν ἡ τραχύτης καὶ ἡ ἀκμὴ κοινὰς ἔχουσι τὰς ἐννοίας· αἰ γὰρ ἐπιτιμήσεις οὖσαι τραχύτητος ἴδιαι ποιοῦσι τὴν ἀκμήν, ὅτε κώλῳ καὶ σχήματι μακρῷ ἐξαγγελθεῖεν. οὕτω δὲ δήπουθεν καὶ λαμπρότητι ἡ ἀκμὴ κοινωνοῦσα εὑρίσκεται. ἀλλʼ οὐ χρὴ τοῦτο θαυμάζειν· τῷ μὲν γὰρ ὅλῳ ἑκάστη ἰδέα ἑτέρα τῶν ἄλλων εὑρίσκεται, μέρη δέ τινα οἷον [*](1 p. 213, 6 sq. 2 pr. καὶ supr. Pa, om. Va ἀκριβεστέρας V; ἀκριβεστάτους Pc 4 ἐξετάζειν 〈ἢ〉 ? 5 λέγομεν V, (ω supr ) Pa 6 p. 2217, 23 7 αὐτ|αῖ m.po.]s Ba 9 p. 217, 23 ann. 10. 11 τούτων τοίνυν Vc Ba 11 περὶ Vc Ba; om. Pa Ac, (m2 suppl.) Pe 13 τι om. Vc Ba ἕτερον Pa Ac Ba, (αις m 2 supr ) Pc, (mg m 2 τι ἑτέροις) Vc: cf 218, 6. 8 εὑρίσκονται Ba, m 1 Ve 14 οἷον om. Vδ 15 τὸ suppl. m 2 Pc; om. Va 16 οἷον om. Ba Dem 21, 58 ἔστι om Pa 21 ἐξαγγελθείη Vc Ba, (εν supr ) Pa)

226
διαφορὰς οὐσίας τινὰς ἔχειν ἑτέραις τὰ αὐτὰ ἰδέαν ἡντιναοῦν οὐ κεκώλυται, ὥσπερ ὁ ἄνθρωπος τῷ μὲν ὅλῳ ἕτερόν ἐστι τῶν ἄλλων ζῴων, τῷ δʼ εἷναι θνητὸν πολλοῖς κοινωνεῖ, καὶ τῇ τοῦ λογικοῦ δὲ διαφορᾷ κοινωνεῖ δήπου τοῖς θεοῖς. καὶ τοῦτο κατʼ ἀρχὰς εὐθὺς διωρίσαμεν, ὡς εἰσὶ τῶν ἰδεῶν τινες, αἳ κατά τι κεκοινωνήκασιν ἑτέραις.

Ἀλλὰ περὶ μὲν τούτων ἅλις, ἐπὶ δὲ τὸν περὶ σαφηνείας ἤδη λόγον ἰτέον, ἣν δὴ καὶ πρώτην ἐθέμεθα, διότι καὶ παντὶ λόγῳ τούτου δεῖ μάλιστα, τῆςνείας, ᾗπερ ἐναντίον ἐστὶ δήπουθεν ἡ ἀσάφεια, ᾖ ὑποβέβηκε τὸ καθαρὸν καὶ εὐκρινές.

[*](202)[*](275)

2 Σαφήνειαν τοίνυν λόγου ποιεῖ εὐκρίνεια καὶ καθαρότης. γίνεται δὲ καθαρὸς μὲν λόγος ἅπασι σχεδὸν τοῖς προειρημένοις, ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς· εὐκρίνεια δὲ τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον, τάχα δʼ ἄν τι καὶ τῶν ἄλλων εὐκρίνειαν ποιοίη.