Περὶ στάσεων
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Τὸ συμφέρον διττόν ἐστιν, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον, οἷον χρήσιμον προσλαβεῖν Ὀλυνθίους, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας ὁ Φίλιππος ἑλὼν ἐκείνους γένηται καθʼ ἡμῶν᾿ . τοῦτο δὲ διχῶς ἐξετάσεις, τί ποιοῦσιν ἡμῖν τόδε τι πρᾶγμα, περὶ οὗ ἡ βουλή, συμβήσεται καὶ τί μὴ ποιοῦσιν, ἑκάτερον δὲ αὐτῶν πάλιν τετραχῶς, οἷον εἰ μὲν ἑλοίμεθα αὐτό, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παραμενεῖ καὶ τὰ οὐκ ὄντα [*](65) προσέσται, τὰ δʼ αὖ ὑπάρχοντα φαῦλα ἀποτριψόμεθα καὶ τὰ οὐκ ὄντα οὐ προσληψόμεθα· εἰ δὲ μὴ ἑλοίμεθα, τὰ μὲν ὑπάρχοντα ἀγαθὰ ἀπολεῖται, τὰ δʼ οὐκ ὄντα μὲν προσγενησόμενα δʼ ἂν οὐ προσέσται, καὶ πάλιν τὰ μὲν ὑπάρχοντα φαῦλα παραμενεῖ, τὰ δὲ οὐκ ὄντα [*](50) προσέσταιʼ.
Τὸ δʼ αὖ δυνατὸν ὑποδιαιρήσεις, πρῶτον μὲν ὅτι οὐ χαλεπὸν δεικνύς, ἐνστάσει χρώμενος· εἶτα ἀντιπαραστάσει, [*](2 p. 49, 1 3 τὸ δὲ Ph, Nilus | δικολογικῶν m. 1VcBa 4 γε om. Py e διπλοῦν Py | alt ὅτι om. Py 7 ὅτι post οἷον Py, supr. m. 2Vc | οἶον ὅτι χρήσιμον προσλαβεῖν ὄλυνθον Py, v.l Pa, (ὀλυνθίους) v.l Pc | προλαβεῖν Ac | ὄλυνθον VPhy 8 μέγας, m. po. μέγα φρονῶν, Vc | ὁ om. P 8. 9 λαβὼν αὐτοὺς Py | cf Demosth 1,12 10 τὸ (pro τι) AcPy 11 γενήσεται Ac 12 ἤδη πάλιν Ph οἷον om Py | cf Anaxim p. 14, 6 Sp. -H. Aristid II 503, 29 Sp 13 περιέσται (pro παραμενεῖ) Ph | τὰ δὲ (pro καὶ τὰ) Phy 14 ἀποτρεψόμεθα Py; cf. Dem. 1, 11 17 προσγενό- μενα ? cf. 79, 5 20 δὲ, om αὖ, Py, Sop. | διαιρήσεις Sop. 20— p.78, 1 cf. Anaxim p. 13, 12 Sp .-H. 21 τῆ ἐνστάσει AcPy 21—p. 78, 1 δεικνύς· εἶτα ἐκτάσει χρώμενος ὁτι, om. cet., mg. *ἀντιπαρα, Ph | τῆ ἀντιπαραστάσει AC)
Τὸ ἔνδοξον ὁμοίως τῷ συμφέροντι, οἷον ῾ τίς δόξα ὑπάρχουσα ἡμῖν παραμενεῖ καὶ τίς οὐκ οὖσα περιέσται, εἰ ποιοῖμεν ταῦτα, περὶ ὧν ἡ βουλή; καὶ τίνα ἀπωσόμεθα [*](1 ἀναγκαῖον ὄν Ph (Syr. 2 p.182,1 ἀλλʼ οὖν ἀναγκαῖον) 6 cf. Dem. 1, 21 sq. | τῶ ὀλυνθιακῶ P 7 ψυχῆς post ἔχει add Ac Ph, v P: supr. m. 2Ba et (ψυχῆς ὁ) Vc 8 πῶς Py; ἢ ὡς PV Ph 9 Dem. 2, 17 10 τῶν ἀθηναίων Ph 11 ἡ etiam ante ἐξέτασις Ac | δὲ om. VcBa 13 γε (pro δὲ) m. 1VcBa 14 ἐκεῖ τε Ph; ἔγκειται καὶ PVPy 15 παρελείπομεν Ba, (ϊ m. 2 supr.) Vc; παραλείπομεν Phy 17.18 φύσει δὲ 20 οὐ γὰρ (pro ἄλλως τε οὐχ) Ph 20. 21 ὅσα ἂν ... ὅσα δἂν Vγ 21 κρίνομεν, om. δἂν, Py 24 ποιοῦμεν Vγ, m. po.Ba)
Τὸ δὲ ἐκβησόμενον καθʼ ὑπόθεσιν λαμβάνεται ἐφʼ ἑκάτερα τῶν ἀποβαινόντων, οἷον ὅτι, ἐάν τε κρατήσωμεν ἐάν τε μή, λυσιτελεῖ τὸ βοηθῆσαι, ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον· ὡς ἐν Φιλιππικοῖς οἷον «οὔτοι παντελῶς, οὐδʼεἰ μὴ ποιήσετε, νὴ Δία, ὡς ἔγωγε κρίνω, εὐκαταφρόνητον ἔσται, ἵνʼ ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμιᾶς ἀπόσχηται ἢ παριδὼν ταῦτα ἀφύλακτος ληφθῇ», καὶ πάλιν ὅτι χωρὶς ἡμῶν ἐάν τε ἡττηθῶσιν οἱ δεόμενοι ἡμῶν σύμμαχοι ἐάν τε κρατήσωσι, βλαβεροὶ ἐφʼ ἑκάτερα, ὡς ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν.
Ἡ μετάληψις πάλιν ἣ μὲν ἔγγραφός ἐστιν, ἣ δὲ ἄγραφος. καὶ ἡ μὲν ἔγγραφος τελεία τέ ἐστι παραγραφὴ καὶ τὸ πρότερον ζήτημα περὶ μίαν εὑρίσκεται στάσιν τῶν νομικῶν, περὶ ὧν αὐτίκα λέξομεν, ὡς εἴρηται· [*](2 οὖσαν, m. 2 supr. μὲν, Vc ποιοῖμεν P Ph; ποιοῦμεν Py 3 ποῖαν (pro τίνα) Ph 4 τε om. Pcγ | δόξα om. Ac 5 post ὑπάρχουσα add. ἡμῖν Ph, μὲν m. 2 supr. Vc | cf. 77,17 | δὲ (pro δʼ ἂν) Py, m. 2Vc; δὲ, mg. m.1 δἂν, Ph 8 | ἑκάτερα m. po.] Pc | ὅτι om.Py 9 λυσιτελῆ Ba, m.1Vc 10 ἐν τοῖς Ph Dem. 4,18 11 ποιήσετε Py, (αι supr.) P, (pr. ε ex η; m. 2?) Vc; ποιήσητε AcBaPh | νὴ δία P; om. VPhy, v. .l.P ἂν τοῦτο Dem. | ὡς ἐγὼ AcPy; ὡς τοῦτο ἔγωγε Ph 13 εὐπρεπεῖς Vc Ba; m. 1Pc | ἠμᾶ Py 15 ὑμῶν Pc; cf. Dem 16, 30. 31 15. 16 βλαβερὸν ἐφʼ ἑκάτερον Ac 20 21 τῶν νομικῶν στάσεων Py 21 p.82, 4. 76,14)
Ἡ δὲ ἄγραφος διαιρεῖται προβολῇ, παραγραφικῷ τῷ ἀπὸ τοῦ ῥητοῦ, μεταλήψει, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, θέσει, ποιότητι καὶ γνώμῃ. οἷον ἀριστεύσας τις ᾔτησε πολίτου φόνον καὶ ἔλαβεν, εὕρηται προαπεκτονὼς αὐτὸν καὶ φεύγει φόνου. ἡ προβολὴ ἀνδροφόνος εἶ᾿ . — Τὸ παραγραφικὸν οὐ δώσω λόγον ὑπὲρ τοῦ παραδοθέντος μοι πρὸς ἀναίρεσιν ὑπὸ τοῦ δήμουʼ. — μετάληψις ῾ οὐκ ἦν, ὅτε ἀνῃρεῖτο, οὔπω παραδεδομένοςʼ· τὸ γὰρ κατὰ τὸν χρόνον μεταλαμβάνει δηλαδή, καὶ τὸ μὲν πρᾶγμα συγχωρεῖ, τὸ δὲ περὶ τὸ πρᾶγμα κρίνει· ἐν ᾧ, ὅτι οὐδʼ ἂν ἔδωκεν ὁ δῆμος, εἰ παρῆν καὶ ἀντέλεγεν. — Ὁ συλλογισμὸς ὅτι οὐδὲν διαφέρει ἢ νῦν ἢ τότεʼ· λέγομεν δὲ οὐχ ὡς διαιροῦντες, ἀλλʼ ὡς πρὸς ἔνδειξιν τῆς φύσεως τῶν κεφαλαίων, ἐπεὶ πολλὰ ἔστι τοῖς διαιροῦσιν ἐνταῦθα εἰπεῖν. — Ὁ ὅρος ὅτι πάμπολυ διαφέρειʼ. — ἀντίθεσις ῾ ὅπου καὶ ὁ δῆμος αὐτοῦ κατεψηφίσατο, ἄξιος ἦν᾿ . — Ἑτέρα μετάληψις ὅτι ἐχρῆν αὐτὸ τοῦτο εἰπόντα [*](54) σε, ὡς ἀπέκτεινας καὶ ὅτι ἄξιος ἦν ἀποσφαγῆναι, καὶ αἰτεῖν ἄφεσιν. — Οἷς ἀκόλουθος ἡ ἀντίληψις ὅτι ῾ ἐξῆν ὅπερ ἐβουλόμην αἰτεῖν, καὶ οὐχ ὑμιᾶς ὁριστὰς δεῖ μοι εἶναι τοῦ τρόπου, καθʼ ὃν ἐχρῆν αἰτεῖνʼ. [*](1 δ’ αὖ Py | προβολῆι διαιρεῖται Ba, (tum cr.) Vc 2 τοῦ om. Ac, Sop. 3 ἑτέρᾳ — θέσει om. Pc 4 ἀριστεὺς (om. τις) V, v .l.P | καὶ om. VcBa 5 φόνου φεύγει PcVcBa 7 μοι om. Pch, (m. po supr.) Py 8. 9 ἀνήιρητο VcBaPy, v.l.Pc 9 οὔπω P, m. 2VcBa, Nilus; τούτωι VcBa, (in ras.) Py; οὐδέπω Ph om Ac, v.l.Pc 10 λαμβάνει Pc δηλαδὴ μεταλαμβάνει V, (παρα- λαμβάνει, μετα m. 1 supr.) Ph 13 pr. ἢ om. Ba; |εί m. po] Pc 13. 14 δὲ ταῦτα οὐχ Pγ 15—22: folium intercidit Py 17 ὅπου Ac, Nilus: εἰ ὅπου PPh; εἰ[Ι]που Ba; εἰ[Ι]ὅπου Vc 18 αὐτὸν Ph 10 σε supr. Ph; om. Ac, Nilus | ὡς ὅτι Ph: ὅτι Nilus ἀπέκτεινα AcPh; ἀπέκτονας Nilus 20 καὶ om. Vγ, m. 1Ph 22 δεῖ VcBaPh; ἔδει PAc, m. 2Vc)