Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ὥσπερ δὲ στοχασμῶν εἴδη πλείονα ἔστιν, οὕτω καὶ [*](35) ὅρων· καὶ ἁπλοῦς μὲν ὁ προειρημένος, οἱ δὲ ἄλλοι [*](2 γρ καὶ περατωθέν P |ἀντεγκαλεῖ Py 3 τοῦτο VcBa 4 ὅτι om. Ph | ἥτις ἐστὶν ὅτι om. V Pγ, Nilus; ἥτις ἐστὶ μὴδὲ (ὅτι m. po supr.) Py; (ἥτις ἐστὶν om.) ὅτι οὐχ οὕτως Vγ | κρίνειν δὲ ἔδει Ph καὶ κατηγορεῖν P VcPhy; om. Pγ Vγ, v. P, Nilus, (mg. κατηγο- ρεῖν, om. καὶ) Ba; Ac: κρίνειν καὶ κατηγορεῖν, οὐκ ἀναιρεῖν ἔδει 5 ἔσται τις Ac 7 παραλαμβάνεται Pc 7. 8 τὸ πρόσωπον ὡρισμένον V Ph 9 μέν τι τῶν Ph |ἐξεταζομένων Ph, cf. 29, 13 sq. 11 λέξωμεν Vc Ba 13 ἐξετάσωμεν Vc Ba 14 μετὰ ταῦτα om. |εἰ ἀφεθῇ Ac; εἰ δὲ ἀφεθείη Ph |εἴθ᾿ PV; καὶ εἰ Phy 15 ἐξετάζομεν Ph: ἐξετάσομεν Py; ἐξετάζει PVcBa; ἐξετάσει Ac |ἡ δὲ Ph 16 ὑπʼ P; ἐπ᾿ V Phy γ, v. l. Pa |ἀμφοῖν P Py γ; ἀμφοτέρων V Ph, v. l.P 21 ἔστιν PahVSr, Nilus; εἰσιν Py; om. Pcγ, Sop. 22 τῶν ὅρων Sr | εἰρημένος Ph | p. 59, 18 sq.)

62
διπλοῖ εἰσι. καὶ πρῶτός γέ ἐστιν ὁ ἀντονομάζων καλούμενος, ὅταν ὄνομα ὀνόματι ὁ φεύγων ἀντιτιθῇ, οἷον ὑφείλετό τις ἐξ ἱεροῦ Ἰδιωτικὰ χρήματα καὶ ὡς ἱερόσυλος ὑπάγεται, ὃ δὲ κλέπτης εἶναι φάσκων διπλᾶ [*](155) καταθέσθαι ἀξιοῖ. τοῦτον ὁμοίως τοῖς διπλοῖς στοχασμοῖς διαιρήσεις διπλοῖς τοῖς κεφαλαίοις, ἀντιτιθεὶς κεφάλαιον κεφαλαίῳ, οἷον ῾ ἱερόσυλος εἶ ἀλλʼ οὐ κλέπτης κλέπτης μὲν γὰρ τόδε τί ἐστιν, ἱερόσυλος δὲ τόδε᾿, καὶ τοῖς ἑξῆς ὁμοίως. καὶ ὁ φεύγων δὲ παραπλησίως ἀναστρέψας χρήσεται τῷ λόγῳ.

Δεύτερος ὁ κατὰ σύλληψιν ὀνομαζόμενος, ὅταν τοῦ φεύγοντος ἀντονομάζοντος ὁ διώκων καὶ τούτῳ κἀκείνῳ ὑπεύθυνον αὐτὸν εἶναι λέγῃ τῷ ὀνόματι. πάνυ δὲ οὗτος ἔοικε τῷ ἀντονομάζοντι· ὅπῃ δὲ διαφέρει, θέντες τὸ παράδειγμα ὡς δεῖ λέξομεν. πρεσβεύων τις παρέθετο τῷ στρατηγῷ τὴν θυγατέρα, ἐβιάσατο αὐτὴν ἐκεῖνος, καὶ δημοσίων μὲν ἀδικημάτων ὁ πατὴρ αὐτὸν ἐπανελθὼν κρίνει, ὃ δὲ τὰς μυρίας κατατίθεσθαι ἀξιοῖ· τοῦτο γὰρ ὥριστο τῷ βιαίῳ. ἐνταῦθα λέγοντος τοῦ [*](36) φεύγοντος ὅτι ῾ βίαιός εἰμι, ἀλλʼ οὐ δημοσίᾳ ἠδικηκώςʼ, ἀμφοτέροις ὑπεύθυνον αὐτὸν εἶναί φησιν ὁ διώκων, [*](1 ἐστιν om. Pγ Vγ 3 cf. 37, 8 |post χρήματα add. Vc Ba Py: νόμου ὄντος τὸν μὲν ἱερόσυλον τεθνάναι τὸν δὲ κλέπτην διπλᾶ διδόναι (om. καὶ) |εἶναι κλέπτης λέγει καὶ διπλᾶ Py 5 κατα- τίθεσθαι V 6 διαιρήσεις στοχασμοῖς Pc ⌊τοῖς del.⌉ διπλοῖς κε- φαλαίοις Ph; τοῖς om. V δk | cf. p. 55, 22 8 μὲν om. τί om. V 9 τοῖς PAcPh γ; τὰ Vc Ba | δὲ post ὁμοίως Ph 11 δὲ ὁ Ac Py 13 λέγει BaPh, (cr. η m. 1) Pa, (η m. 2) Vc 14 οὗτος ex οὕτως Pc; οὕτως Py |ὅπη PVcBaPy; τίνι Ac; ὁτίνι, πῆι Ph 14. 15 τιθέντες VcBa 15 τὰ παραδείγματα Py Vγ | ὡς δεῖ Pc ⌊lI,lII⌉ Pa; om. V Phγ |λέξωμεν Ph | p. 63, 14 17 cf. Quint. V 10, 39 | μὲν om. Py |αὐτὸν om. Pc 18 ἐπελθὼν Vc Ba | ὁ δὲ τιμωρίας αὐτὸν κατατίθεσθαι Ph 19 γὰρ καὶ Ba | τῶκ βιαίωι P Ac; κατὰ τοῦ βιασαμένου VcBaPhy 21 ⌊αὐτὸν del.⌉ ὑπεύθυνον ἀυτὸν Ph |αὐτὸν om. Py | φήσει Pc; φησὶν, ει supr. m.1, Pa)

63
καὶ τῇ βίᾳ καὶ τῷ δημοσίῳ ἀδικήματι. ἂν γὰρ μὴ φάσκῃ αὐτὸν βεβιάσθαι, δηλαδὴ ἀφίησι καὶ τοῦ δημοσίου ἀδικήματος· εἰ γὰρ μὴ εἴη βία, δηλαδὴ οὐδὲ δημόσιον ἀδίκημα. διὰ τοῦτο οὖν συμπλέκεται ἑκάτερον· ἄλλως γὰρ οὐ δύναται δημοσίων ἀδικημάτων κατηγορεῖν, ἢν τῆς βίας αὐτὸν ἀνίῃ. τοῦτο καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου πεποίηκε· φάσκοντος γὰρ τοῦ Μειδίου ὕβριν εἶναι καὶ ἰδιωτικόν, ἀλλʼ οὐ δημόσιον ἀδίκημα περὶ τὴν ἑορτήν, συνάγει ἑκάτερα, καὶ τὸ τῆς ὕβρεως καὶ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν, ἵνα μὴ τὸ τῆς ὕβρεως ἀφεὶς ἀπολύσῃ καὶ τοῦ περὶ τὴν ἑορτὴν ἀδικεῖν· μὴ γὰρ προϋφεστώσης τῆς ὕβρεως οὐδὲ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν συνίσταται. — Ἐν δὲ τῷ ἀντονομάζοντι ἀναιρεῖ τὸ ἕτερον, οἷον ῾ οὐκ εἶ κλέπτης, ἀλλʼ ἱερόσυλοςʼ. καὶ ἡ διαφορά, ὅτι ἐκεῖ μὲν ἀκολουθεῖ [*](156) φύσει τὸ πρᾶγμα τῷ ἐγκλήματι, οἷον τῷ ἱεροσύλῳ κλέπτῃ εἶναι ἀναγκαῖον, ὁ γὰρ ἱερόσυλος κλέπτης ἱερῶν ἐστι δήπου χρημάτων· τῷ μέντοι δημοσίᾳ ἠδικηκότι οὐχ ἕπεται τὸ βίαιον εἶναι, ἔστι γὰρ καὶ ἄλλως ἀδικῆσαι δημοσίᾳ. διόπερ ἐνταῦθα μὲν ὁ διώκων ἀμφότερα συλλαμβάνων ἐρεῖ, ἐκεῖ δὲ τὸ ἕτερον χωρίζει. [*](1 μὴ post 2 αὐτὸν Phy 2 αὐτὸν om. Py | ἀφίησιν αὐτὸν Vδk 4 γὰρ (pro οὖν) Ph 4.5 ἑκάτερα Py 6 εἰ Phy 7 Dem. 21, 25 cet. 9 τὸ ante περὶ add. PPy 10 τὸ τῆς — μὴ om. Ph | ἀδικεῖν περὶ τὴν ἑορτήν Pγ | ἵνα — 12 ἀδικεῖν V Phy, v. l. P om. P 11 delevi | ἀποδίδοσι (pro ἀπολύσῃ) Ph | τοῦ Spengel; τὸ PV Ph 11.12 ἀδικεῖν περὶ τὴν ἑορτήν Phy 13 τὸ om. Ph ἀδίκημα Py 16 τῶ ἐγκλήματι τὸ πρᾶγμα Ac | τὸ post ἱεροσύλῳ add. P Phγ 17 κλέπτηι V, v.l. Pc; τὸ κλέπτην Pc, (ν er.) Pa; τὸ κλαίπτην Ph: τὸ κλέπτης Py | cf. Arist. Rhet. A 7 p.1363 b 31 | καὶ κλέπτης P: κλέπτης Ph: καὶ om. V Py Pγ: ἱερῶν ἐστι δήπου κλέπτης χρημάτων 18 δήπουθέν ἐστι VcBa 19 τ|ὸ ex ωι⌉ Pa Vc | βίαιον VcBaPhy; βιαίῳ P Ac | post εἶναι add. Vc Ba: ἀλλὰ τῶι βιασαμένωι δημοσία ἠδικηκέναι ἕπεται 21 συλλαβὼν Py)
64
τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσει [*](37) τοῦ ἀντονομάζοντος, καὶ διαφέρουσα δηλαδὴ καὶ ἡ διαίρεσις γίνεται διὰ τοῦτο πρὸς τὸν ἀντονομάζοντα.

Τρίτος ὁ κατὰ πρόσωπα διπλοῦς· γίνεται δέ, ὅταν πρᾶγμα ὁλόκληρον ὑπὸ δυοῖν ᾖ πεπραγμένον ἢ ἄλλως δύο προσώποις τισὶν ὑπάρχον, οἷον τὰς ἱερωσύνας τοὺς παῖδας διαδέχεσθαι· παῖδα ἔχων ἠρίστευσέ τις καὶ ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι καὶ αὐτοῦ παῖδα ἔχοντος, ἔλαβε, τεθνᾶσιν ἀμφότεροι, καὶ ἀμφισβητοῦσιν οἱ παῖδες τῆς ἱερωσύνης· τίς γὰρ ὁ τοῦ ἱερέως παῖς οὔσης τῆς ζητήσεως, τῷ μὲν ἡ ἀρχὴ ὑπάρχει, τὸ γεγενῆσθαι ἐν τῇ ἱερωσύνῃ, τῷ δὲ τὸ τέλος, τὸ ἱερέα ἔτι ὄντα τεθνάναι αὐτῷ τὸν πατέρα. καὶ τοῦτον δὲ παραπλησίως διαιρήσεις, κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ.

Τέταρτος ὁ ἐμπίπτων, ὅταν ὥσπερ ἐν στοχασμῷ μεταξὺ τῶν κεφαλαίων ἄλλο ἐμπέσῃ ζήτημα ὁλόκληρον, οἷον ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετό τινα, εἰπὼν ἃ εἶδεν, εἰ οὕτως ἔχοι· συγκατέθετο ὁ ἐρωτηθεὶς καὶ ὡς ἐξειπὼν ὑπάγεται· τι γὰρ τὸ ἐξειπεῖν οὔσης τῆς ζητήσεως καὶ ταύτης μέχρι τοῦ πρός τι προϊούσης, ἐμπεσεῖται καὶ τίς ὁ ἀμύητος ἄλλο ζήτημα. καὶ διαιρήσεις γε καὶ τοῦτο πᾶσι τοῖς ἑξῆς μέχρι τοῦ πρός τι, εἶτα κοινὰ ποιήσεις τὰ λοιπὰ κεφάλαια.

[*](3 γίνεται ante 2 (alt.) καὶ Py, m. 1.c; post 3 ἀντονομάζοντα Ac, m. 2Vc ἐστὶν ὁ Pγ Vγ | δὲ Pa hy γ, Nilus; om. Pc V 5 ἀνὰ μέρος post πεπραγμένον add v. Pa, m. 2Vc; cf. (Marc. ?) IV 563, 19 W in textum v.l. irrepsit τι (sc τινὲς) προστιθέασιν ἀνὰ μέρος Py | ἢ — 6 ἱερωσύνας absciss Py | ἄλλοις Ph 10 ἀμφότεροι etian ante οἱ Py (voluitne ἀμφοτέρων?) 11 τὸ; τοῦ Py; τὸ δὲ Ph: τῶι P 11 12 γεγεννῆσθαι Pa hy Ac 12 τῶι (pro alt. τὸ) Pc ἔτι om. Ph: ἔτι ὄντα om. Vc Ba 13 αὐτοῦ Py | τοῦτο Pc 15 p. 56, 25 17 τινα μυηθέντα Py; Syr. 2 p. 119, 9: μεμυημένον 17. 18 εἰπεῖν Py; om Vδk | εἰπὼν ἃ εἶδεν om. Nilus 18 ἔχει Vγk 19 τὸ εἰπεῖν Pc 20 προσιούσης Phy 22 γε, m. 2 μὲν supr.. Vc; om. Py | ἐφεξῆς Pc 23 ποιήσεις κοινὰ, m.2 cr., Vc)
65

Πέμπτον εἶδος οἱ δύο καλούμενοι ὅροι, ὃ γίνεται, ὅταν περὶ δύο ὀνομάτων ἐφʼ ἑνὸς προσώπου ἡ ζήτησις οὐκ ἀντονομαζομένων, οἷον τὸν καθαρὸν καὶ ἐκ [*](38) [*](157) καθαροῦ ἱερᾶσθαι· πατέρα τις μοιχὸν ἀποκτείνας εἴργεται ἱερᾶσθαι· ἡ γὰρ ζήτησις, τίς ὁ καθαρὸς καὶ τί ὁ ἔκ καθαροῦ, καὶ χρὴ τὸ ἕτερον πρότερον τελείως ἐπελθόντα τοῖς κεφαλαίοις αὖθις ἐπὶ τὸ ἕτερον ἐξ ἀρχῆς ἰέναι. Ταῦτα περὶ ὅρου.

Ἡ δὲ ἀντίληψις διαιρεῖται προβολῇ, μορίοις δικαίου, προσώπῳ, ὅρῳ καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι, αὐτῇ τῇ ἀντιλήψει, μεταλήψει, ἀντιθέσει, ἑτέρᾳ μεταλήψει, θέσει, ποιότητι καὶ γνώμῃ.

Ἡ προβολὴ γίνεται, ὡς καὶ ἐν τῷ ὅρῳ. — Τὸ δὲ μόριον τοῦ δικαίου ταὐτὸν μέν ἐστι τῇ ἀντιλήψει, διαφέρει δέ, ὅτι ἐνταῦθα μὲν ἄνευ τε κατασκευῆς ἁπλῶς κατʼ ἀρχὰς τίθεται καὶ ἐν παραγραφικοῦ μοίρᾳ, ἐκεῖ δὲ ὡς ἑτέρως· οἷον ζωγράφος ναυάγια γράψας πρὸ τῶν λιμένων ἀνέθηκε καὶ μηδενὸς καταίροντος δημοσίων ἀδικημάτων φεύγει· ἡ μὲν προβολὴ φανερά, τὸ δὲ μόριον τοῦ δικαίου, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἃ μηδεὶς κεκώλυκε νόμος. — Τὸ πρόσωπον ῾ εἰ καὶ δεῖ, [*](4 τις post ἀποκτείνας Ph 5 τοῦ ἱερᾶσθαι P 8 το- σαῦτα Pc | ταῦτα περὶ ὅρου om. Ac 10 δὲ om. Py 11 παρ- επομένοις Ph 12 post πρός τι add. Phy: οἷον ἀνθορισμῶι συλλογισμῶι γνώμηι νομοθέτου πηλικότητι πρός τι 13 καὶ om Pcγ 14 ὥσπερ (om. καὶ) Sop. 16 τε om. Phy 17 καὶ κατʼ Sop. | ἀρχὴν Vδk, Sop. 18 cf. 68, 12; Jaeneke, De sta- tuum doctrina ab Hermogene tradita p 13 | ναυάγια Pcy, (ον supr.) Pa; ναυάγιον W Ph 19 τῶν ἐμπόρων post καταίροντος add. Vγ (cf. 66, 17) 21 οὐ δεῖ με ἐπὶ (om. εἰ) Sop. V 167,13 W.)

66
ἀλλὰ δημοσίων γε οὐ τοὺς ἰδιώτας, τοὺς δὲ ῥήτορας [*](39) ἢ τοὺς πρεσβευτὰς ἢ τοὺς στρατηγοὺς ἢ τὰ ὅμοια· οὗτοι γὰρ καὶ δύναιντʼ ἂν ἀδικεῖν δημοσίᾳ, ὅτι καὶ δημόσια πράττουσιν, οἱ δὲ ἰδιῶται οὐδένʼ. — Ὁ ὅρος ὅτι ῾ ἐπʼ ἄλλοις αἱ τῶν δημοσίων ἀδικημάτων γραφαί, οἷον ναῦς προδοῦναι, τείχη, συμμάχους καὶ τὰ ὅμοιαʼ. — Ἕπεται οὖν ἀναγκαίως ὁ συλλογισμὸς ῾ καὶ ταῦτα κἀκεῖνα δημόσιον ἀδίκημα καὶ οὐδὲν διαφέρει· πλειόνων γὰρ ὄντων τρόπων, καθʼ οὓς ἄν τις ἀδικήσειεν, οὐκ, εἰ μὴ κατὰ πάντας τις ἀδικεῖ, διὰ τοῦτο ἀθῷος ἔσται, ἀλλʼ εἰ καὶ καθʼ ἕνα, δώσει δίκην᾿ , καὶ ἐπιχειρήσει δηλαδή. — Γνώμῃ νομοθέτου, εἰ ἐμπίπτοι, χρήσεται ἑκάτερος πρὸς τὸ λυσιτελοῦν. — Ἡ πηλικότης, ὅτι [*](158) μέγα τὸ γεγονός. — Τὸ πρός τι, ὅτι μεῖζον ἢ ἃ προβάλλεται, οἷον τοῦ τὰς ναῦς ἢ τὰ τείχη προδοῦναι τὸ ἐν σπάνει πάντων καταστῆσαι τῶν ἀναγκαίων μηδενὸς καταίροντος τῶν ἐμπόρων. — Ἐν δὲ τούτοις, λέγω τῇ πηλικότητι καὶ τῷ πρός τι, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους [*](1 τοὺς δὲ P Ac Phy; ἀλλὰ Ba. (v.l.m.2: τοὺς ῥήτορας δὲ Vc 1 pr. τοὺς om. V Pγ Vγ | alt. τοὺς om. Ac Pγ Vγ 3. καὶ om. Py Vγ | δύνανται (om. ἂν) Py 3. 4 ἀδικεῖν |δημοσία οἱ καὶ m. 2 supr.] δημόσια Vc: οἱ τὰ δημόσια mg. suppl. m.2 Ba | ὅτι. πράττουσιν Phy; οἱ καὶ δημόσια πράττοντες Ac, v.l.P; πράτ- τοντες m.1Vc Ba 4 τὰ δημόσια Pcy 6 cf. Aps. l 2 p. 269, 12 Sp. -H. | post συμμάχους add. Phy: τὰ ἀπόρρητα (ἄρρητα Py) ἐξειπεῖν 7 ἐπάγεται Sop. | δὴ οὖν Ac | εἰ καὶ ταῦτα Phys 8 κἀκεῖνο Nilus 9 τῶν τρόπων Ac; cf. 70, 3 10 πάντα Ac τις om. Py | ἀδικῇ Ac 11 ἓν Py 12 γνώμη εἰ ἐμπίπτοι νο- μοθέτου Ac Py γ, Nilus 13 λυσιτελές, mg.m.1 λοῦν, Ph 14 γε- γονὸς ἀποδείξει Ac | ὅτι καὶ μεῖζον Ac 15 τὰ om. m1Vc, Nilus 16 τῶν ἀναγκαίων ante καταστῆσαι Vk Wc, sup1. m. 2 Vc; om. Vc Ba Ph 17 ἐν P; ἐπὶ V Phy γ, v. l.P; Marc. IV 609, 21 W.: τὸ ‘ἐπὶ τούτοις’ ἐξηγητέον ‘ἐν τούτοις’ | ὃ καὶ ἀληθέστερον post τούτοις add. Pa, (er.) Pc, m. po. Py; fort. interpretationi vel v.l. ἐν — ἐπί ascripta erant ut p. 71,8 ann. 17. 18 τῆι πηλικότητι λέγω Vc Ba)
67
ἐμπίπτει ἀναγκαίως. — Πρὸς ἃ ἡ ἀντίληψις, ὡς ἐμάθομεν ἐν στοχασμῷ, ὅτι ‘ἔξεστι καὶ οὐδεὶς κεκώλυκε νόμος’. — Εἶθ᾿ ἡ μετάληψις, ἐνστάσει μέν, εἰ ἐγχωροίη, [*](40) ὅτι ‘οὐδὲ ἐξεστιν’ , ἀντιπαραστάσει δὲ ὅτι ‘εἰ καὶ ἔξεστιν, ἀλλ᾿ οὐκ ἐπὶ τούτοις οὐδὲ τοιαῦτα’ . — Ἡἀντίθεσις ἐπὶ τούτου ἀντιστατικὴ γίνεται, οἷον ‘ὑπὲρ τῶν πλεόντων πεποίηκα, ἵνα εἰδότες, οἵοις εἰκὸς αὐτοὺς περιπίπτειν κακοῖς, εἰ παρὰ καιρὸν πλέοιεν, φυλάττοιντο’ . — Ἑτέρα μετάληψις ‘ἄλλως ἔδει συμβουλεύειν’ . — Καὶ τοίνυν εἰ ὁ διώκων κέχρηται μεταλήψει, χρήσεται καὶ ὁ φεύγων πάλιν ἀντιλήψει, οἷον ‘ἕκαστος, ὡς δύναται, συμβουλεύει καὶ οὐ κεκώλυται, ὁ ῥήτωρ τοῖς λόγοις, τῇ τέχνῃ ὁ ζωγράφος’ . — Καὶ γίνεται ἡ θέσις ἀκόλουθος· ἡ γὰρ θέσις ἔστι νῦν ὅτι ‘ἕκαστον δεῖ, ὡς δύναται, χρήσιμον γίνεσθαι τῇ πόλει’ . καὶ ὁ κατήγορος δὲ αὐτῇ χρήσεται ἔστιν ὅτε ἀναστρέψας, οἷον εἰ μὴ δεῖ ταῖς τέχναις ἁπλῶς καταχρῆσθαι ἐπὶ λύμῃ τῶν κοινῶν. — Ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐξετάζεται, ἐν ὅρῳ μεμαθήκαμεν. Ταυτὶ δὲ οὐχ ὡς διαιροῦντες εἴπομεν — πολλὰ γὰρ παρεῖται —, ἀλλʼ ὅσον ἐνδείξασθαι τὴν φύσιν τῶν κεφαλαίων.

Ἔστι καὶ ἀντιλήψεων εἴδη πλείονα· καὶ ἁπλαῖ μὲν αὐτῶν δύο, διπλαῖ δʼ αὖ προηγουμένως μὲν δύο, γίνονται [*](1 de Minuciano: Georgius 755 Schilling | ante ἡ add. ἀν- αγκαίως Nilus; post ἀντίληψις add. ἡ οὖν ἀντίληψις Ph V Vγ k Sr, m. 2 Vc | ὥσπερ Sr 1. 2 ἐν στοχασμῶι ἐμάθομεν Phy, cf. Sr p. 48, 3 2 κεκώλυκε νόμος οὐδείς Py 5 οὐδʼ ἐπὶ τοιαῦτα Ph: οὐδὲ ἐπὶ ταῦτα Py; cf. 48,18. 21 6 τούτου PPy, Nilus; τούτοις V Ph. v. l.P, Sοp. 7 αὐτοὺς εἰκὸς Ac Ph 8 κακοῖς om. Ph. Nilus 9 μεταλήψει Py 10 κέχρηται Pa b; V; χρήσεται Pcy 12 συμβουλεύειν (om. καὶ) Py 13 ὁ ζωγράφος τῆι τέχνηι V Ph |⌊ἀντί er.⌉ θεσις Pa 14 νῦν om. Py, Nilus 18 πῶς Py 18. 19 μεμαθήκαμεν ἐν (τῶι add Vc Ba) ὅρωι V Phy | p. 61, 6 19 ταῦτα Ph | εἴπομεν suppl. m. 2VcBa 22 δὲ καὶ Vγ Wc | ἀντι- λήψεως Nilus, (ν supr.) Ac 23 αὐτῶν etiam ante alt. δύο Vc Ba)

68
δʼ αὖ καὶ ἐπιπλοκαί τινες, ὡς καὶ πλείους εὑρίσκεσθαι. ἀλλὰ τὰ προειρημένα γε εἴδη μόνα μαθοῦσιν ὑπάρχει μὴ σφάλλεσθαι τῆς ὀρθῆς διαιρέσεως μηδὲ [*](41) ἐν ἐκείνοις. διὸ καὶ περὶ τούτων λέξομεν.