Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ὅ ὅρος διαιρεῖται προβολῇ, ὅρῳ, ἀνθορισμῷ, συλλογισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι, μιᾷ τῶν ἀντιθετικῶν ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται [*](33) καὶ μετάληψις καὶ ἀντίληψις εὐθὺς ἑπόμεναι, εἶτα ποιότητι καὶ γνώμῃ.

Ἡ προβολή ἐστιν αὐτὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ὁ ὅρος χωρίζει τὸ πρᾶγμα καὶ γίνεται ἐκ τῶν παρειμένων τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους· οἷον τύραννον ἔπεισε φιλόσοφος ἀποθέσθαι τὴν τυραννίδα καὶ αἰτεῖ [*](1 ὁ τοιοῦτος P Ac Py; οὗτος ὁ Vc Ba Ph | mg. λείπει τὸ ἀκού- σιον m.1Ba, (om. λείπει) Vc |⌊ὃ⌉ Pa; ὧι Ba, (ὃ m. 2 supr.) Vc 2 ὁμολογεῖται BaPh, v.l.P | ἢ om. Ac | ἢ αἱ Ph 3 εἰ καὶ μὴ μέμηνεν Ph | ἢ οὐ P Ph; om. V, m. 1Py, v. I.P 4 στοχασμοῦ Vc Ba 5 συσταίη Pγ, Nilus | de Minucianο: Marc. IV 472, 1.7 W. 6 ὅτι post γάρ add. P | τι post ἂν add. AcPγ | ἂν om. Ba, (ἄντι m. 2 supr) Vc γίγνηται Vc Ba Ph, Nilus 7 συμπλεκόμένο P; συμπλεκομένων Pγ | αὐτὸ post συμπλ. add. Ph, Nilus | εὑρίσκεσθαι P 7.8 τὰ τοιαῦτα P Ph; ταῦτα V Py γ 8 καὶ om. Vc 11 ὁ om Pγ γ 11. 12 συλλογισμῷ om. Ph (init. pag.) 15 ποιότητι κοινή καὶ Ph 17 ὁ ὅρος — 18 τέλους om Vγ, (mg. suppl.; παρεπο- μένων) Ac; cf. 60, 4 ann. 17.18 παρεπομένων Ph. cf. Ac (ann. 17) 18 ὁ⌊ῖον m. po.⌉ Pa |cf. Quint. VII 3, 7 19 ἀποθέσθαι PPy; κα- ταθέσθαι V Phy Vγ, v. l.P, cf. Marc. IV 502, 12. Syr.2 p. 101, 25. Anon. l 2 p.391, 9 Sp. -H.)

60
τὸ γέρας. ἡ προβολὴ ῾ ἔπαυσα τὴν τυραννίδα καὶ δεῖ λαμβάνειν με τὴν δωρεάνʼ· τοῦτο δὲ δηλονότι αὔξων ἀπὸ τῶν παρακολουθούντων τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους θήσει. — Ὁ ὅρος ἐκ τῶν παρειμένων ῾ οὐκ ἔστι τοῦτο τυραννοκτονῆσαιʼ, ἀλλὰ ὁριεῖται τοῦτο εἶναι, ὃ παρεῖται, τὸ ἀποκτεῖναι αὐτόν. — Ὁ ἀνθορισμὸς πάλιν ἐκ τῶν πεπραγμένων, οἷον ῾ οὐχί, ἀλλὰ τὸ παῦσαι τὴν τυραννίδα᾿ . — Ὁ συλλογισμὸς συνάγει ἄμφω· μηδὲν γὰρ ἀλλήλων διαφέρειν ταῦτα ἀγωνιεῖται ὁ τὴν δωρεὰν δηλαδὴ αἰτῶν. καὶ καθόλου, ὃν τρόπον ἔφαμεν τὴν ἀντίληψιν τῇ μεταλήψει μάχεσθαι, τὸν αὐτὸν καὶ ὁ συλλογισμὸς τῷ ὅρῳ πανταχοῦ, καὶ ἔνθα ἂν ὁποτέρῳ γοῦν αὐτῶν ὁπότερον μέρος χρήσηται, τῷ λοιπῷ τὸ [*](154) ἕτερον χρήσεται πάντως. — Ἡ γνώμη τοῦ νομοθέτου ὑπʼ ἀμφοῖν πρὸς τὸ οἰκεῖον συμφέρον ἐξετασθήσεται. — Ἡ πηλικότης ὅτι μέγα τὸ γεγονὸς ἀποδείξει. — Τὸ δʼ αὖ πρός τι, ὅτι καὶ μεῖζον τὸ ἄνευ σφαγῶν καὶ θορύβου καὶ ταραχῆς παῦσαι τὴν τυραννίδα τοῦ μετὰ τούτων. [*](34) ― Ἡ δὲ ἀντίθεσις ἐνταῦθα μὲν οὐκ ἐμπέπτωκεν, ἐπὶ δὲ ἄλλων εὑρίσκεται ζητημάτων πολλάκις, οἷον εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ὡς μοιχὸν ἀπέκτεινε καὶ φόνου [*](2 τὸ αὐτὸ Ph |αὔξων post δὲ Ph 4 ἐκ τῶν παραλελειμμένων Ba, m. 1Vc; om. Phy |ὅρος χωρίζει — τέλους οὐκ (cf. 59,17. 18) Vy, (παρειμένων, supr. παραλελειμμένων) Ac, m. po. Vc 5 6 8 ὃ παραλελειπται Ph; om. Vγ 6 ὁ δὲ Ph 7 οἷον om. Ac 8 ὁ δὲ Ph 9 ταῦτα ante διαφέρειν Ph, Nilus; om. Pγ Vγ 10 ἐφά- σκομεν Ac | p. 48, 10 11 μάχεσθαι P Ac Phγ; ἕπεσθαι Vc Ba Py | τὸν αὐτὸν τρόπον Py 12 ἔνθα ἂν P ἂν om. Py; ἔνθα γε V; ἐνθάδε Ph 13 γοὖν P Pγ; ὀῦν V Ph 13 χρή- σεται V Phy, Sop. 14 χρήσεται V Ph, v. l. P, cf. 48, 12; χρῆται P Py | ἐπ Ph 17 καὶ om. Pγ Vγ | τὸ om. Ac | δίχα Ba, (ἄνευ m. 2.) Vc | σφαγῆς Nilus | θορύβων Vc Ph 18 ταραχῶν Pγ Vγ τούτων; ὅπλων P Phy; γρ τοῦ μετὰ τούτων καὶ ἐν ἄλλοις μετὰ τοιούτων mg. P 19 pr. δὲ om. VcBa 20 τῶν ἄλλων Pc)
61
φεύγει· μετὰ γὰρ τὸ τίς ὁ μοιχὸς ζήτημα διὰ τῶν προειρημένων περανθὲν ἀντεγκαλέσει ὡς ἀξίῳ παθεῖν, ἃ πέπονθε. — Τούτῳ δὲ ἕπεται ἀναγκαίως ἡ μετάληώψις, ἥτις ἐστίν, ὅτι κρίνειν ἔδει καὶ κατηγορεῖν. — Μεταλήψεως δὲ εὑρεθείσης πάντως τις ἔσται καὶ ἀντίληψις, ὅτι ἐξῆν. — Ἡ ποιότης δὲ ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ λαμβάνεται· κἂν μὲν ᾖ ὡρισμένον τὸ πρόσωπον, ἀπὸ πάντων δηλαδὴ τῶν ἐγκωμιαστικῶν, εἰ δὲ ἄλλως ἀόριστον, εἰ μὲν τῶν κρινομένων εἴη οἷον πατὴρ ἤ τι τῶν προειρημένων ἐν τοῖς περὶ προσώπων, τὰ παρακολουθοῦντα σκεψάμενοι λέξομεν, εἰ δὲ ἀόριστον πάντῃ, ἀπὸ τοῦ νῦν πεπραγμένου στοχαστικῶς ἐξετάσομεν, τίς ἦν τὸν παρελθόντα χρόνον καὶ τίς ἔσται μετὰ ταῦτα, εἰ ἀφεθείη εἴθʼ ἁλοίη· ἐπʼ ἀμφοῖν γὰρ τὴν ποιότητα ἐξετάζομεν. — Ἡ γνώμη ὡσαύτως ὑπʼ ἀμφοῖν ἐξετασθήσεται, ποίᾳ γνώμῃ τόδε τι ἔπραξε, καὶ ποίᾳ γνώμῃ κατηγορεῖ ἢ ἀντιλέγει καὶ τὰ ὅμοια. ἡ μέντοι κοινὴ ποιότης συμπεπλεγμένως ἐνταῦθα τῇ ποιότητι τοῦ προσώπου καὶ τῇ γνώμῃ ἐξετασθήσεται.

Ὥσπερ δὲ στοχασμῶν εἴδη πλείονα ἔστιν, οὕτω καὶ [*](35) ὅρων· καὶ ἁπλοῦς μὲν ὁ προειρημένος, οἱ δὲ ἄλλοι [*](2 γρ καὶ περατωθέν P |ἀντεγκαλεῖ Py 3 τοῦτο VcBa 4 ὅτι om. Ph | ἥτις ἐστὶν ὅτι om. V Pγ, Nilus; ἥτις ἐστὶ μὴδὲ (ὅτι m. po supr.) Py; (ἥτις ἐστὶν om.) ὅτι οὐχ οὕτως Vγ | κρίνειν δὲ ἔδει Ph καὶ κατηγορεῖν P VcPhy; om. Pγ Vγ, v. P, Nilus, (mg. κατηγο- ρεῖν, om. καὶ) Ba; Ac: κρίνειν καὶ κατηγορεῖν, οὐκ ἀναιρεῖν ἔδει 5 ἔσται τις Ac 7 παραλαμβάνεται Pc 7. 8 τὸ πρόσωπον ὡρισμένον V Ph 9 μέν τι τῶν Ph |ἐξεταζομένων Ph, cf. 29, 13 sq. 11 λέξωμεν Vc Ba 13 ἐξετάσωμεν Vc Ba 14 μετὰ ταῦτα om. |εἰ ἀφεθῇ Ac; εἰ δὲ ἀφεθείη Ph |εἴθ᾿ PV; καὶ εἰ Phy 15 ἐξετάζομεν Ph: ἐξετάσομεν Py; ἐξετάζει PVcBa; ἐξετάσει Ac |ἡ δὲ Ph 16 ὑπʼ P; ἐπ᾿ V Phy γ, v. l. Pa |ἀμφοῖν P Py γ; ἀμφοτέρων V Ph, v. l.P 21 ἔστιν PahVSr, Nilus; εἰσιν Py; om. Pcγ, Sop. 22 τῶν ὅρων Sr | εἰρημένος Ph | p. 59, 18 sq.)

62
διπλοῖ εἰσι. καὶ πρῶτός γέ ἐστιν ὁ ἀντονομάζων καλούμενος, ὅταν ὄνομα ὀνόματι ὁ φεύγων ἀντιτιθῇ, οἷον ὑφείλετό τις ἐξ ἱεροῦ Ἰδιωτικὰ χρήματα καὶ ὡς ἱερόσυλος ὑπάγεται, ὃ δὲ κλέπτης εἶναι φάσκων διπλᾶ [*](155) καταθέσθαι ἀξιοῖ. τοῦτον ὁμοίως τοῖς διπλοῖς στοχασμοῖς διαιρήσεις διπλοῖς τοῖς κεφαλαίοις, ἀντιτιθεὶς κεφάλαιον κεφαλαίῳ, οἷον ῾ ἱερόσυλος εἶ ἀλλʼ οὐ κλέπτης κλέπτης μὲν γὰρ τόδε τί ἐστιν, ἱερόσυλος δὲ τόδε᾿, καὶ τοῖς ἑξῆς ὁμοίως. καὶ ὁ φεύγων δὲ παραπλησίως ἀναστρέψας χρήσεται τῷ λόγῳ.

Δεύτερος ὁ κατὰ σύλληψιν ὀνομαζόμενος, ὅταν τοῦ φεύγοντος ἀντονομάζοντος ὁ διώκων καὶ τούτῳ κἀκείνῳ ὑπεύθυνον αὐτὸν εἶναι λέγῃ τῷ ὀνόματι. πάνυ δὲ οὗτος ἔοικε τῷ ἀντονομάζοντι· ὅπῃ δὲ διαφέρει, θέντες τὸ παράδειγμα ὡς δεῖ λέξομεν. πρεσβεύων τις παρέθετο τῷ στρατηγῷ τὴν θυγατέρα, ἐβιάσατο αὐτὴν ἐκεῖνος, καὶ δημοσίων μὲν ἀδικημάτων ὁ πατὴρ αὐτὸν ἐπανελθὼν κρίνει, ὃ δὲ τὰς μυρίας κατατίθεσθαι ἀξιοῖ· τοῦτο γὰρ ὥριστο τῷ βιαίῳ. ἐνταῦθα λέγοντος τοῦ [*](36) φεύγοντος ὅτι ῾ βίαιός εἰμι, ἀλλʼ οὐ δημοσίᾳ ἠδικηκώςʼ, ἀμφοτέροις ὑπεύθυνον αὐτὸν εἶναί φησιν ὁ διώκων, [*](1 ἐστιν om. Pγ Vγ 3 cf. 37, 8 |post χρήματα add. Vc Ba Py: νόμου ὄντος τὸν μὲν ἱερόσυλον τεθνάναι τὸν δὲ κλέπτην διπλᾶ διδόναι (om. καὶ) |εἶναι κλέπτης λέγει καὶ διπλᾶ Py 5 κατα- τίθεσθαι V 6 διαιρήσεις στοχασμοῖς Pc ⌊τοῖς del.⌉ διπλοῖς κε- φαλαίοις Ph; τοῖς om. V δk | cf. p. 55, 22 8 μὲν om. τί om. V 9 τοῖς PAcPh γ; τὰ Vc Ba | δὲ post ὁμοίως Ph 11 δὲ ὁ Ac Py 13 λέγει BaPh, (cr. η m. 1) Pa, (η m. 2) Vc 14 οὗτος ex οὕτως Pc; οὕτως Py |ὅπη PVcBaPy; τίνι Ac; ὁτίνι, πῆι Ph 14. 15 τιθέντες VcBa 15 τὰ παραδείγματα Py Vγ | ὡς δεῖ Pc ⌊lI,lII⌉ Pa; om. V Phγ |λέξωμεν Ph | p. 63, 14 17 cf. Quint. V 10, 39 | μὲν om. Py |αὐτὸν om. Pc 18 ἐπελθὼν Vc Ba | ὁ δὲ τιμωρίας αὐτὸν κατατίθεσθαι Ph 19 γὰρ καὶ Ba | τῶκ βιαίωι P Ac; κατὰ τοῦ βιασαμένου VcBaPhy 21 ⌊αὐτὸν del.⌉ ὑπεύθυνον ἀυτὸν Ph |αὐτὸν om. Py | φήσει Pc; φησὶν, ει supr. m.1, Pa)

63
καὶ τῇ βίᾳ καὶ τῷ δημοσίῳ ἀδικήματι. ἂν γὰρ μὴ φάσκῃ αὐτὸν βεβιάσθαι, δηλαδὴ ἀφίησι καὶ τοῦ δημοσίου ἀδικήματος· εἰ γὰρ μὴ εἴη βία, δηλαδὴ οὐδὲ δημόσιον ἀδίκημα. διὰ τοῦτο οὖν συμπλέκεται ἑκάτερον· ἄλλως γὰρ οὐ δύναται δημοσίων ἀδικημάτων κατηγορεῖν, ἢν τῆς βίας αὐτὸν ἀνίῃ. τοῦτο καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου πεποίηκε· φάσκοντος γὰρ τοῦ Μειδίου ὕβριν εἶναι καὶ ἰδιωτικόν, ἀλλʼ οὐ δημόσιον ἀδίκημα περὶ τὴν ἑορτήν, συνάγει ἑκάτερα, καὶ τὸ τῆς ὕβρεως καὶ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν, ἵνα μὴ τὸ τῆς ὕβρεως ἀφεὶς ἀπολύσῃ καὶ τοῦ περὶ τὴν ἑορτὴν ἀδικεῖν· μὴ γὰρ προϋφεστώσης τῆς ὕβρεως οὐδὲ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν συνίσταται. — Ἐν δὲ τῷ ἀντονομάζοντι ἀναιρεῖ τὸ ἕτερον, οἷον ῾ οὐκ εἶ κλέπτης, ἀλλʼ ἱερόσυλοςʼ. καὶ ἡ διαφορά, ὅτι ἐκεῖ μὲν ἀκολουθεῖ [*](156) φύσει τὸ πρᾶγμα τῷ ἐγκλήματι, οἷον τῷ ἱεροσύλῳ κλέπτῃ εἶναι ἀναγκαῖον, ὁ γὰρ ἱερόσυλος κλέπτης ἱερῶν ἐστι δήπου χρημάτων· τῷ μέντοι δημοσίᾳ ἠδικηκότι οὐχ ἕπεται τὸ βίαιον εἶναι, ἔστι γὰρ καὶ ἄλλως ἀδικῆσαι δημοσίᾳ. διόπερ ἐνταῦθα μὲν ὁ διώκων ἀμφότερα συλλαμβάνων ἐρεῖ, ἐκεῖ δὲ τὸ ἕτερον χωρίζει. [*](1 μὴ post 2 αὐτὸν Phy 2 αὐτὸν om. Py | ἀφίησιν αὐτὸν Vδk 4 γὰρ (pro οὖν) Ph 4.5 ἑκάτερα Py 6 εἰ Phy 7 Dem. 21, 25 cet. 9 τὸ ante περὶ add. PPy 10 τὸ τῆς — μὴ om. Ph | ἀδικεῖν περὶ τὴν ἑορτήν Pγ | ἵνα — 12 ἀδικεῖν V Phy, v. l. P om. P 11 delevi | ἀποδίδοσι (pro ἀπολύσῃ) Ph | τοῦ Spengel; τὸ PV Ph 11.12 ἀδικεῖν περὶ τὴν ἑορτήν Phy 13 τὸ om. Ph ἀδίκημα Py 16 τῶ ἐγκλήματι τὸ πρᾶγμα Ac | τὸ post ἱεροσύλῳ add. P Phγ 17 κλέπτηι V, v.l. Pc; τὸ κλέπτην Pc, (ν er.) Pa; τὸ κλαίπτην Ph: τὸ κλέπτης Py | cf. Arist. Rhet. A 7 p.1363 b 31 | καὶ κλέπτης P: κλέπτης Ph: καὶ om. V Py Pγ: ἱερῶν ἐστι δήπου κλέπτης χρημάτων 18 δήπουθέν ἐστι VcBa 19 τ|ὸ ex ωι⌉ Pa Vc | βίαιον VcBaPhy; βιαίῳ P Ac | post εἶναι add. Vc Ba: ἀλλὰ τῶι βιασαμένωι δημοσία ἠδικηκέναι ἕπεται 21 συλλαβὼν Py)
64
τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσει [*](37) τοῦ ἀντονομάζοντος, καὶ διαφέρουσα δηλαδὴ καὶ ἡ διαίρεσις γίνεται διὰ τοῦτο πρὸς τὸν ἀντονομάζοντα.

Τρίτος ὁ κατὰ πρόσωπα διπλοῦς· γίνεται δέ, ὅταν πρᾶγμα ὁλόκληρον ὑπὸ δυοῖν ᾖ πεπραγμένον ἢ ἄλλως δύο προσώποις τισὶν ὑπάρχον, οἷον τὰς ἱερωσύνας τοὺς παῖδας διαδέχεσθαι· παῖδα ἔχων ἠρίστευσέ τις καὶ ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι καὶ αὐτοῦ παῖδα ἔχοντος, ἔλαβε, τεθνᾶσιν ἀμφότεροι, καὶ ἀμφισβητοῦσιν οἱ παῖδες τῆς ἱερωσύνης· τίς γὰρ ὁ τοῦ ἱερέως παῖς οὔσης τῆς ζητήσεως, τῷ μὲν ἡ ἀρχὴ ὑπάρχει, τὸ γεγενῆσθαι ἐν τῇ ἱερωσύνῃ, τῷ δὲ τὸ τέλος, τὸ ἱερέα ἔτι ὄντα τεθνάναι αὐτῷ τὸν πατέρα. καὶ τοῦτον δὲ παραπλησίως διαιρήσεις, κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ.

Τέταρτος ὁ ἐμπίπτων, ὅταν ὥσπερ ἐν στοχασμῷ μεταξὺ τῶν κεφαλαίων ἄλλο ἐμπέσῃ ζήτημα ὁλόκληρον, οἷον ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετό τινα, εἰπὼν ἃ εἶδεν, εἰ οὕτως ἔχοι· συγκατέθετο ὁ ἐρωτηθεὶς καὶ ὡς ἐξειπὼν ὑπάγεται· τι γὰρ τὸ ἐξειπεῖν οὔσης τῆς ζητήσεως καὶ ταύτης μέχρι τοῦ πρός τι προϊούσης, ἐμπεσεῖται καὶ τίς ὁ ἀμύητος ἄλλο ζήτημα. καὶ διαιρήσεις γε καὶ τοῦτο πᾶσι τοῖς ἑξῆς μέχρι τοῦ πρός τι, εἶτα κοινὰ ποιήσεις τὰ λοιπὰ κεφάλαια.

[*](3 γίνεται ante 2 (alt.) καὶ Py, m. 1.c; post 3 ἀντονομάζοντα Ac, m. 2Vc ἐστὶν ὁ Pγ Vγ | δὲ Pa hy γ, Nilus; om. Pc V 5 ἀνὰ μέρος post πεπραγμένον add v. Pa, m. 2Vc; cf. (Marc. ?) IV 563, 19 W in textum v.l. irrepsit τι (sc τινὲς) προστιθέασιν ἀνὰ μέρος Py | ἢ — 6 ἱερωσύνας absciss Py | ἄλλοις Ph 10 ἀμφότεροι etian ante οἱ Py (voluitne ἀμφοτέρων?) 11 τὸ; τοῦ Py; τὸ δὲ Ph: τῶι P 11 12 γεγεννῆσθαι Pa hy Ac 12 τῶι (pro alt. τὸ) Pc ἔτι om. Ph: ἔτι ὄντα om. Vc Ba 13 αὐτοῦ Py | τοῦτο Pc 15 p. 56, 25 17 τινα μυηθέντα Py; Syr. 2 p. 119, 9: μεμυημένον 17. 18 εἰπεῖν Py; om Vδk | εἰπὼν ἃ εἶδεν om. Nilus 18 ἔχει Vγk 19 τὸ εἰπεῖν Pc 20 προσιούσης Phy 22 γε, m. 2 μὲν supr.. Vc; om. Py | ἐφεξῆς Pc 23 ποιήσεις κοινὰ, m.2 cr., Vc)
65

Πέμπτον εἶδος οἱ δύο καλούμενοι ὅροι, ὃ γίνεται, ὅταν περὶ δύο ὀνομάτων ἐφʼ ἑνὸς προσώπου ἡ ζήτησις οὐκ ἀντονομαζομένων, οἷον τὸν καθαρὸν καὶ ἐκ [*](38) [*](157) καθαροῦ ἱερᾶσθαι· πατέρα τις μοιχὸν ἀποκτείνας εἴργεται ἱερᾶσθαι· ἡ γὰρ ζήτησις, τίς ὁ καθαρὸς καὶ τί ὁ ἔκ καθαροῦ, καὶ χρὴ τὸ ἕτερον πρότερον τελείως ἐπελθόντα τοῖς κεφαλαίοις αὖθις ἐπὶ τὸ ἕτερον ἐξ ἀρχῆς ἰέναι. Ταῦτα περὶ ὅρου.