Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἁπλοῦς μὲν οὖν στοχασμὸς ἐκ μόνων προσώπων οὐκ ἔστι κατά γε ἐμέ, διπλοῦς δὲ ἔστι. πρῶτον δὲ περὶ τοῦ τελείου διπλοῦ λεκτέον.

Διπλοῦς τέλειος γίνεται, ὅταν δύο πρόσωπα καὶ δύο πράγματα κρινόμενα ἔχῃ, οἷον Αἰσχίνης καὶ Δημοσθένης ἀπὸ τῆς παρὰ Φίλιππον ἥκοντες πρεσβείας ἀντεγκαλοῦσι δώρων ἀλλήλοις, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ Δημοσθένης, ὃ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς, ὁ Αἰσχίνης. ἐνταῦθα ἡ μὲν τῶν [*](29) ἐλέγχων ἀπαίτησις, ἐπειδὴ ἰσάζει, ἐκλέλοιπε, τοῖς δὲ λοιποῖς κεφαλαίοις ἐπʼ ἀμφοτέρων χρηστέον διττῶς, οἷον ῾ ἐγὼ μὲν οὐκ ἂν ἠβουλήθην παραπρεσβεῦσαι διὰ τόδε, σὺ μέντοι ἐβουλήθης ἂν διὰ τόδε᾿, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἓν πρὸς ἓν ἀντιτιθέντες ἐξετάσομεν· τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν ἀπολογήσασθαι δι᾿ ὅλων [*](1 τὸ πρᾶγμα Nilus 5 καὶ om. AcBa | αὐτοὺς AcPh, m.2 Vc | τὸ κρινόμενον post ἀναφέρηται add. Vc, (m. 1 supr.) Ba; τὸ πραχθὲν add. Nilus 6 ὡς καὶ AcPh γ | pr. τοῦ om. Ac 7 ἐν τοῖς λογισμοῖς post 8 τάλαντα Pγ, om. Ac; cf. 31, 2 7. 8 ἀνηλω- κέναι Pa,(α m.2) Vc 9 fort. ἀτελὴς pro στοχασμὸς | προσώπων μόνων P 11 διπλοῦ τελείου Ac 12. 13 πράγματα . . πρόσωπα V Ph y Sr, W VI 54, 18 19 ??μφοῖν Py | διχῶς Vc 20 ἐβουλή- θην V Phy 21 ἠβουλήθης Ph |ἂν om. Vδ 22 ἐξετάσωμεν VcBa; ἐξετάζομεν Ph)

56
τῶν κεφαλαίων, χωρὶς δὲ κατηγορῆσαι πάλιν τοῖς αὐτοῖς κεφαλαίοις οὐκ ἀγωνιστικὸν ἀλλὰ σφόδρα ὕπτιον· [*](151) συμπλέκειν οὖν δεῖ.

Διπλοῦς δὲ ἀτελὴς ἐκ μὲν τῶν πραγμάτων, ὅταν τὰ πράγματα κρίνηται, οἷον δύο ῥήτορες πρεσβεύμόνα σαντες παρὰ τύραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντεγκαλοῦσι δώρων, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρηται κατορύττων, ὃ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· ἐνταῦθα γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα οὐκ ἐπιδέχεται ἐξέτασιν, τὰ δὲ πράγματα διαφέροντα ἐξετασθήσεται. πάλιν οὖν ἡ μὲν βούλησις καὶ ἡ δύναμις ἐκλέλοιπε, τοῖς δὲ ἄλλοις ὁμοίως διαιρεθήσεται κεφαλαίοις, οἷσπερ καὶ ὁ τέλειος διπλοῦς, κατὰ ἀντεξέτασιν.

Ἐκ δʼ αὖ μόνων προσώπων διπλοῦς γίνεται στοχασμός, ὅταν μόνα τὰ πρόσωπα κρίνηται, οἷον ἐπὶ μείοις φαρμάκων ἀριστεὺς ἐτελεύτα μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· ἐνταῦθα μόνη ἡ βούλησις καὶ ἡ δύναμις ἐξετάζεται, ἃ [*](30) δὴ καὶ φύσει τοῦ προσώπου ἐστὶν ἴδια, τὰ δὲ ἄλλα πάντα ἰσάζει.

Ἔστι παρὰ ταῦτα ἕτερα εἴδη στοχασμῶν διπλῶν τρία, οὓς καλοῦμεν συνεζευγμένους, ὅ τε ἐμπίπτων καὶ ὁ προκατασκευαζόμενος καὶ ὁ συγκατασκευαζόμενος. καὶ ὁ μὲν ἐμπίπτων γίνεται, ὅταν ἐν τῇ μεταθέσει τῆς αἰτίας ὁλόκληρόν τι ζήτημα ἐμπέσῃ καὶ ἀναγκαῖον γένηται καὶ αὐτὸ διελεῖν τελείως, οἷον ἔδει τὸν ἁλόντα [*](1 τοῖς αὐτοῖς P Py, m. 2Vc; αὐτοῖς τοῖς Vc Ba Ph; αὐτοὺς τοῖς αὐτοῖς Ac 2 ἀλλὰ καὶ Py 5 cf. 55, 14 6 ἐπανηκότες Ac 9 γὰρ τὰ om. Py 10 διάφορα ὄντα Ac 11 πάλιν: cf. 54, 6 | alt. ἡ om Ba 13 cf. 55, 22 | ἐξέτασιν Pc 17 καὶ om. Vc Ba 21 ἔστι καὶ Sr; ἔστι δὲ Vγ 25 τι om. Ac 26 cf Aps Ι 2 p. 267, 6 Sp. -H.)

57
προδοσίας δεδέσθαι παρὰ τῷ στρατηγῷ, μέχρις ἂν εἴπῃ τοὺς συνειδότας· ἁλούς τις προδοσίας στρατηγὸς ἐδέδετο παρὰ τῷ συστρατήγῳ, ὃ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπὶ τῇ γυναικὶ εὑρὼν καὶ συνειδότος φεύγει· ἐνταῦθα γὰρ μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους χρωμένου τῇ μεταθέσει τῆς αἰτίας τῇ ὅτι ῾ μοιχὸν ἀπέκτεινα᾿ τοῦ φεύγοντος, εὕρηται ζήτημα ἕτερον τὸ εἰ ἐκεῖνον εἰκὸς [*](152) δεσμώτην ὄντα μοιχεῦσαι καὶ εἰ τὴν γυναῖκα εἰκὸς τῷ τοιούτῳ ἑαυτὴν ἐπιδοῦναι, καὶ μετὰ τὴν τούτου διαίρεσιν πάλιν ἐπὶ τὴν τοῦ προτέρου στοχασμοῦ πιθανὴν ἀπολογίαν ὁ φεύγων ἥξει. — Προκατασκευαζόμενος δὲ γίνεται, ὅταν πρὸ τοῦ ζητήματος ἕτερον ἀναγκαῖον ᾖ προκατασκευασθῆναί τι πρᾶγμα στοχαστικῶς ὡς ἂν ἢ οὐκ ὄν, οἷον πλούσιος στρατηγὸς πένητος ἐχθροῦ παῖδας τρεῖς ὡς προδιδόντας συνέλαβε καὶ τοὺς μὲν δύο μηδὲν ὁμολογήσαντας ἐν ταῖς βασάνοις ἀπέκτεινε, [*](31) τὸν δὲ τρίτον πρὸ τῶν βασάνων ὁμολογήσαντα προδιδόναι, καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνει συνειδότος· ὑφʼ ἑκατέρου γὰρ δεῖ πρότερον συσταθῆναι τοῦ μὲν πλουσίου τὸ εἶναι ἐκείνους προδότας, τοῦ δὲ πένητος τὸ μὴ εἶναι, μεθʼ ὃ κατὰ συγχώρησιν δοὺς τὸ καὶ [*](1 συστρατήγῳ (συ er.) Vc, (συ m.1 supr.) Ba 1. 2 εἴποι Py: ἐξείποι Pγ 2.3 στρατηγὸς προδοσίας ἐδέθη V Ph γ 4 γυναικὶ ἀυτοῦ Ph | καταλαβών Pγ, Marc. IV 454, 20 W., Syr. 2 p. 93. 11 6 pr. τῆ P Ac Ph; om. Vc Ba Pγ | alt τῆι P Vc Ph, (mg : τῆ λε- γούσῃ λείπει) Ba; om Ac Py 7 ἕτερον P Py ἄλλο V Ph 10 πά- λιν PV Ph y; πᾶσαν Nilus, schol. P W VII 372, 11 | στοχασμοῦ om. Py, Marc. IV 455, 7.16 W 12. 13 ἦι προκατασκευασθῆναί τι πρᾶγμα Phy γ, v.l.Pa; ἢ προκατασκευασθῆαί ποτε πράγματι v.l.Pc; ἦ ζητῆσαι P 14 στρατηγῶν Ph |παῖδας ἐχθροῦ πέ- νητος Vc Ba 15 τρεῖς Phy, (ante παῖδας) m. po. Vc, cf. Syr. 2 p.93, 18; om. PV 16 μὴ Py |αὐταῖς post βασάνοις add. V Ph. v. l.P, Nilus 18 ἀπέκτεινεν ante καὶ add. VcPy,(er.) Ba 19 πρῶ- τον Py 21 pr. τὸ om. Py | καὶ om. Vγδ)
58
προδεδωκέναι ἐκείνους ὁ πένης τὸ καθʼ ἑαυτὸν ἀπολογήσεται. — Συγκατασκευαζόμενος δὲ γίνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος διʼ ἀλλήλων κατασκευάζηται, οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς Θεσμοφορίοις· μοιχείαν ὑπονοήσας τις πρὸς τὸν οἰκέτην τῆς γυναικὸς δήσας ἐκεῖνον ἀπεδήμησε, λυθεὶς τοῖς Θεσμοφορίοις ὑπὸ τῆς γυναικὸς ἀπέδρα ὁ οἰκέτης, μετὰ ταῦτα εὕρηται ὁ ἀνὴρ πεφονευμένος, καὶ συνειδότος ἡ γυνὴ φεύγει· τό τε γὰρ ὑπὸ τοῦ οἰκέτου αὐτὸν πεφονεῦσθαι διὰ τῆς μοιχείας κατασκευάζεται τό τε εἶναι τὴν μοιχείαν διὰ τοῦ ὑπʼ ἐκείνου αὐτὸν ἀνῃρῆσθαι καὶ ὅλως διʼ ἀλλήλων, δῆλον δὲ ὅτι καὶ μετὰ τῶν ἄλλων, τῆς τε ὑπονοίας τοῦ ἀνδρὸς καὶ τοῦ λῦσαι αὐτὸν τὴν γυναῖκα καὶ εἴ τι εἴη ἕτερον. διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ μὲν κεχώρισται ἀλλήλων τὰ ζητήματα, [*](32) ἐνταῦθα δὲ διʼ ἀλλήλων κατασκευάζεται πάντα.

Ὁ ἀπὸ γνώμης παρὰ τούτους ἐστὶ στοχασμός, ὃς ψιλῇ τῇ γνώμῃ ἐξετάζεται, φανεροῦ ὄντος καὶ τοῦ πράγματος καὶ τοῦ πράξαντος, οἷον ἐν δόξῃ μανίας μητρυιὰ τὸν μὲν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε, [*](153) καὶ ἀνενεγκοῦσα φεύγει φόνου. διαφέρει δὲ [*](4 θεσμοφορ⌊ίοις m. po.; ex οις?⌉ Pa 5 ⌊ὑπὸ m.po.⌉νοήσας Pc 6—8 sic P; γρ καὶ οὕτως· ἔλυσε τοῖς θεσμοφορίοις ἀποδημοῦν- τος τοῦ ἀνδρὸς ἡ γυνή· ἀπέδρα ὁ οἰκέτης· ἐπανιὼν ὁ ἀνὴρ εὕ- ρηται πεφονευμένος· καὶ μετὰ ταῦτα ἡ γυνὴ συνειδότος φεύγει mg. m. 1P, m. 2Vc, (ἔλυσεν αὐτὸν ἐν τοῖς; συνειδότος ἡ γυνὴ) in textu Ac (cf. Syr. 2 p. 76, 17. Georgius 701 Schilling). Differunt Vc Ba Phy ab editis: l. 7 παρὰ (pro ὑπὸ) Py; ὁ οἰκέτης post 6 θεσμοφορίοις Pγ, om. Vc Ba; ὁ ἀνὴρ (pro οἰκέτης) ἀπέδρα· μετὰ Ph l. 8 πεφονευμένος ὁ ἀνὴρ καὶ μετὰ ταῦτα ἡ γυνὴ συνειδότος Ph 9 ἀνηιρῆσθαι V Ph 10 καὶ τὸ (pro τό τε) Vc Ba 11 τὸ Ph, m.1Py | αὐτὸν ante ὑπʼ Ac | δεδέσθαι Ac, (in ras. m. po.) Pa 12 ἐκ (pro μετὰ) Sop. 17 τούτους m. 2 ex ταῦτα Vc Ba 20 μὲν om. VcBa 21 φόνου φεύγει V Ph γ)

59
συγγνώμης ὁ τοιοῦτος στοχασμός, ὅτι ἐκεῖ μὲν ἔφʼ ὃ μεθίστησιν ὡμολόγηται, οἷον ἔλεος ἢ βάσανοι καὶ τὰ τοιαῦτα, ἐνταῦθα δὲ εἰ μέμηνε ζητεῖται δήπου ἢ οὔ.

Τάχα δʼ ἂν παρὰ ταῦτα καὶ ἄλλα εἴδη στοχασμῶν εὑρεθείη, περιττὸν δὲ εἰς ἄπειρον περιεργάζεσθαι· νομίζω γάρ, ὁποῖον ἂν γένηται ἄλλο, διὰ τούτων πως συμπλεκόμενον εὑρίσκεσθαι, καὶ δῆλον, ὡς τοῖς τὰ τοιαῦτα ἐπεσκεμμένοις οὐ χαλεπὴ γενήσεται καὶ ἡ ἐν ἐκείνοις διαίρεσις.