Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἐπὶ δὲ τοῦ παραδείγματος ἔσται φανερώτερον, οἷον ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυσεν, αὐτοπροσώπους εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ ὡς ὀνομαστὶ κωμῳδῶν. — προβολὴ τοῦ πράγματος [*](172) ῾παρὰ τὸν νόμον κωμῳδεῖς τοὺς πολίταςʼ. — Τὸ ῥητὸν [*](61) ῾ καὶ μὴν οὐκ ὠνόμασα οὐδένα· τοῦτο γάρ ἐστι τὸ κωλυόμενονʼ. — συλλογισμός, εἰ μηδὲν διαφέρει τοῦτο ἐκείνου. — Ὁ ὅρος, ὅτι πλεῖστον διαφέρει. — Ἡ γνώμη τοῦ νομοθέτου κοινή, τί βουλόμενος ἐκώλυσε τοῦτο ὁ νομοθέτης· ὁ μὲν διώκων ἐρεῖ ὅτι ῾ ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ ἀνευθύνως διαβάλλειν ὁντινασῦν [*](1 ἀλλʼ supr. Pc; καὶ Ac | οὐδετέρου P; ἑτέρου Vγ; οὐχ ἑτέρου VPy, cf. Ph: ἄλλου ἑτέρου 2 mg. m. 1 ἀντιστατικαῖς Ph 5 τῶ om. Ph, schol. P (W VII 668,8) | θέσει ante πηλικότητι add. Ph (at l. 10 p. 59, 12) 7 ἐμπίπτοι Ph | ἧι — 8 ἀντίληψις mg. suppl. m.1Ph; om. Pa (m. po. suppl.) 8 ἡ om. Py; καὶ vulg. | ποιότης Ph 11 ἐστι VcBa | cf. Auct. ad. Her. l 14, 24 12 ἐκώ- λυεν AcPy, schol P (W VII 668, 24) | αὐτοπροσώπως P 18 τίς εἰσάγων Ph, Syr. | cf. Vit. Aristoph. p.156 Westermann 14 ἡ om. V 16. 17 κεκωλυμένον Ph 17 εἰ, ὅτι m. po. supr., Vc; ὅτι Py 18 ὅτι om. Vγ; εἰ Ph, Nilus, (ὅτι supr.) Pa | τὸ πλεῖστον Ba 19. 20 τοῦτο ἐκώλυσεν V Phy 20 ὁ νομοθέτης om. Ph)

89
τῶν πολιτῶν, ἐφʼ ὅτῳ ἂν οὗτοι ἐθέλωσιν ἐγκλήματιʼ, ὁ δʼ αὖ φεύγων ῾ οὐ διὰ τοῦτοʼ ἔρεῖ, ῾ ἀλλʼ ἐπιστρέφεσθαι μὲν αὐτοὺς διὰ τῆς κωμῳδίας ἐβούλετο, οὔκουν ἀνεῖλε παντάπασι τὴν κωμῳδίαν· ὑπομνήματα δὲ τοῖς μετὰ ταῦτα γενησομένοις ἢ τοῖς τότε οὖσιν ἀνθρώποις λοιδορίαν περιέχοντα τῶν πολιτῶν τινος οὐκ ἐβούλετο εἶναι. μὴ ὄντων δὲ τῶν ὀνομάτων ἡ μὲν ἐπιστροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται καὶ ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διαβολή᾿ . — Ἡ πηλικότης ὡς ἐν τῷ ὅρῳ, ὅτι μέγα τὸ γινόμενον. — Ὁ δὲ βίαιος ὅρος, εἰ καὶ ὀνομαστὶ κωμιῳδεῖν τοῦτό ἐστι. — Τὸ πρός τι καὶ τὰ ἐξῆς πάντα καθάπερ καὶ ἐν τῷ ὅρῳ ἐξετασθήσεται.

Πλείονα δὲ εἴδη ἔστι συλλογισμῶν, ἃ δὴ πάντα ὁμοίως διαιρήσεις· ὅμωωος μέντοι ἐκκείσθω αὐτῶν παραδείγματα. γίνονται γὰρ ἤτοι ἀπὸ τοῦ ἴσου ὡς ὁ προειρημένος, ἢ ἀπὸ τοῦ μείζονος, οἷον ἐξῆν ἀποκτιννύναι τοὺς κατιόντας φυγάδας, μαστίξας τινὰ κατιόντα τις φεύγει παρανόμου τιμωρίας· ὁ γὰρ τὸ μεῖζον’, φησί, δοὺς καὶ τὸ ἔλαττον ἔδωκεν᾿ . ἢ ἀπὸ τοῦ ἐναντίου, οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα τινὰ τὴν τάξιν ἀπέκτεινεν ὁ στρατηγὸς καὶ φεύγει φόνου· οὐ [*](62) γὰρ ἀπλῶς τῷ ἀντεγκλήματι ἀλλὰ μετὰ τῶν προειρημένων [*](1 οὑτοι P; αὐτοὶ VPy; om. Ph | θέλωσιν Vc; θέλουσιν Ph 4 οὐκ ἀνεῖλεν δὲ παντάπασιν Phy, (m. 2 γρ οὔκουν ἀνεῖλε παντ.) Vc, (om. δὲ; mg.m. po. οὔκουν) Ba 5 γε οὖσιν Ac 6 πε- ριέχοντα VPhy, W IV 840, 2; ἔχοντα P 11 p. 60, 16 66, 14 τὸ γεγονός | δὲ om. Py 13 καθάπερ καὶ P, (καὶ om.) VPy; ὅσα Ph 14 ἐστιν εἴδη Ph 15 ὁμοίως Ba 10 εἴτε (pro ἤτοι) Ac | τοῦ om. VcBa 17 ἐξὸν Ac 17.18 ἀποκτεῖναι, ϊννύ m.2 supr., Vc; ἀποκτεινύναι (sic) Ba 20 δέδωκεν Ph 21 τινὰ λιπόντα Ph; τινὰ om. Vc Ba; ἀριστέα λιπόντα Ac 22 ἀπέκτεινεν ὁ |στρατη- γὸς m.2; ex ἀριστεὺς?] Vc; ὁ ἀριστεὺς ἀπέκτεινε Py | φόνου φεύγει Ac 28 ἀντεγκλήματι PPy, W IV 842, 17; ἐγκλήματι)

90
χρήσεται. ἢ ἀπὸ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον, οἷον ἔξεστι στίζειν τοὺς μοιχούς, στίζων τις ἀπέκτεινε καὶ φόνου φεύγει· ῾ ὁ γὰρ τὸ πρότερονʼ, [*](173) φησί, δοὺς καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν᾿ .