Mirabilia de aquis
Paradoxographus Florentinus
Paradoxographus Florentinus. Paradoxographi Florentini Anonymi Opusculum De Aquis Mirabilibus: Ad Fidem Codicum Manu Scriptorum Ed. Commentario Instructum. Öhler, Heinrich, editor. Tübingen: J. J. Heckenhauer. 1913.
ἐν Ἰταλίαι λίμνη Σάβατος καλουμένη· ἧς ὅταν τὸ ὕδωρ διαυγὲς γένηται καταφαίνονται ἐν τῶι βυθῶι θεμέλιοι πολλοὶ καὶ ναοί· καὶ πλῆθος ἀνδριάντων· φασὶ δὲ οἱ ἐπιχώριοι· πόλιν ποτὲ οὖσαν καταποθῆναι: τὸ δʼ αὐτὸ λέγεται καὶ περὶ τὸ Κιμίνου λάκκου ἐν Ἰταλίαι· ὡς πόλεως πρότερον οὔσης· καὶ αἰφνιδίως καταποθείσης:
ἡ ἐν Μακεδονίαι λίμνη, καλεῖται μὲν Λυχνίς, διαπλέουσι δὲ αὐτὴν ἱστορίας ἕνεκεν· ἐγκύπτοντες γὰρ εἰς τὸν βυθόν. ὁρῶσι τρικλίνους πολυτελεῖς· καὶ ἀργυρωμάτων ἀφυόνων πλῆθος τῶι μεγέθει θαυμασίων· 20 καί χρυσέων πινάκων τε καὶ ἐκπωμάτων καὶ πάντων τῶν ἐν βασιλικῶι πλούτωι πρὸς τρυφὴν κατασκευασμάτων:
ἐν Λυδίαι ἔστι λίμνη Τάλα μὲν καλουμένη· ἱερὰ δὲ οὖσα νυμφῶν· ἥ φέρει καλάμων πλῆθος καὶ μέσον αὐτῶν ἕνα, ὅν βασιλέα προσαγορεύουσιν οἱ ἐπιχώριοι· θυσίας δὲ καὶ ἑορτὰς ἐπιτελοῦντες ἐνιαυσίους 25
τούτων δέ ἐπιτελουμένων, ἐπειδὰν ἐπὶ τῆς ἠϊόνος κτύπος συμφωνίας γένηται· πάντες οἱ κάλαμοι χορεύουσι· καὶ ὁ βασιλεὺς σύν αὐτοῖς χορεύων παραγίνεται ἐπὶ τὴν ἠϊόνα· οἱ δὲ ἐπιχώριοι ταινίαις αὐτὸν καταστέψαντες, ἀποπέμπουσιν· εὐχόμενοι καὶ εἰς τὸ ἐπιὸν αὐτόν τε καὶ ἑαυτοὺς παραγενέσθαι· ὡς εὐετηρίας ὄντι σημείωι· ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρωι ἀπίστων: