Mirabilia de aquis
Paradoxographus Florentinus
Paradoxographus Florentinus. Paradoxographi Florentini Anonymi Opusculum De Aquis Mirabilibus: Ad Fidem Codicum Manu Scriptorum Ed. Commentario Instructum. Öhler, Heinrich, editor. Tübingen: J. J. Heckenhauer. 1913.
δὲ καὶ λάκκος Οὐαδίμωνος καλουμένη λίμνη οὐ μεγάλη ἐν Ἰταλίαι ὀμοίως ἔχουσα νησία πλείονα πάσηι πνοῆι μετακινούμενα: U
ἡ κατὰ Σάρδεις λίμνη καλουμένη δὲ Κολόη, πληθος μὲν ὄψου πάμπολυ τρέφει· ἔχει δὲ καὶ αὐτὴ νήσους οἰκουμένας πρὸς ἀπάτην· ἐπινήχονται γάρ· καὶ τῆι τῶν ἀνέμων πνοῆι συμμετοικοῦσι· πτηνῶν δὲ τῶν ἐνύδρων τοσοῦτο τρέφει πλῆθος, ὥστε καὶ ταριχεύεσθαι:
τὸ δὲ κατὰ τὴν Σουσιανὴν ὕδωρ, φασὶν εἷναι Μηδείας καὶ πεφαρμάχθαι καυστικοῖς φαρμάκοις· ὅ ῥεῖ μὲν, ἐκ πηγῆς τινος· φυλάσσεται δὲ ὑπὸ τῶν ἐπιχωρίων· ἔχει δὲ δύναμιν τοιαύτην· τὰ γὰρ χρισθέντα ἢ βραχέντα ἐξ αὐτοῦ ζῷα ἢ σκεύη· δειχθέντος μακρόθεν πυρός, πρὸς αὑτὰ ἐπισπᾶται· καὶ παραχρῆμα καίεται· καλεῖται δὲ νάφθα· ἐξενεχθέντα μέντοι τῆς χώρας, ἀπόλλυσι τὴν δύναμιν· ὡς ἱστορεῖ Ἰσίγονος: