Fragmenta
Orphica
Orphica. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
17.Goldplättchen von Petelia c. 4.—3. Jahrh. v. Chr. [ I. G. XIV n. 638 Kaib., Harrison-Murray Prolegomena (Cambr. 1903) 661 ff., Comparetti Laminete Orfiche (Fir. 1910) 32].
εὑρήσσεις δ’ Ἀίδαο δόμων ἐπ’ ἀριστερὰ κρήνην, παρ’ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. εὑρήσεις δ’ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης 5 ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπίπροσθεν ἔασιν εἰπεῖν· Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος, αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης. 10 καὐ〈τοί σο〉ι δώσουσι πιεῖν θείης ἀπ〈ὸ κρήν〉ης, καὶ τότ’ ἔπειτ’ ἄλ〈λοισι μεθ’〉 ἡρώεσσι ἀνάξεις.
17ᵃ.Goldplättchen von Eleuthernai(Kreta) 2. Jahrh. v. Chr. [B. C. hell. XVII 121. Harr. -Murr. 662, Comp. 37]
δίψαι αὖος ἐγὼ καὶ ἀπόλλυμαι· ἀλλὰ πιέμ 〈μ〉οι κράνας αἰενάω ἐπὶ δεξιά, τῆ κυφάρισσος. τίς δ’ ἐσί; πῶ δ’ ἐσί; γᾶς υἱός ἠμι καὶ ὠρανῶ ἀστερόεντος.
18.— von Thurioi ders. Zeit wie n. 17 [I. G. 641, 1, Comp. 1]
ἔρχομαι ἐκ κοθαρῶ〈ν〉 κοθαρὰ χθονί〈ων〉 βασίλεια, Εὐκλῆς, Εὐβουλεύς τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος ὄλβιον εὔχομαι εἶμεν, ἀλλά με Μοῖρ(α) ἐδάμασσε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 5 〈* * * 〉 καὶ ἀστεροβλῆτα κεραυνόν. κύκλου δ’ ἐξέπταν βαρυπενθέος ἀργαλέοιο ἱμερτοῦ δ’ ἐπέβαν στεφάνου ποσὶ καρπαλίμοισι, Δεσποίνας δ(ὲ) ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας. (9 = 7) 10 ὄλβιε καὶ μακαριστέ, θεὸς δ’ ἔσηι ἀντὶ βροτοῖο. ἔριφος ἐς γάλ’ ἔπετον.
19.— I. G. XIV, 641, 2, Comp. 21
ἔρχομαι ἐκ καθαρῶν [χθονίων] καθαρά, χθονίων βασίλεια, Εὖκλε καὶ Εὐβουλεῦ καὶ 〈ὅσοι〉 θεοὶ δαίμονες ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομαι ὄλβιον εἶναι, ποινὰν δ’ ἀνταπέτεισ(α) ἔργων ἕνεκ(α) οὔτι δικαίων εἴτε με Μοῖρ(α) ἐδαμάσατο (?) 〈* * * *** 〉 στεροπῆτι κεραυνῶι. νῦν δ’ ἱκέτι〈ς ἥ〉κω παρ’ ἀγαυὴν Φερσεφόνειαν, ὥς με πρόφρων πέμψηι ἕδρας εἰς εὐαγε〈όν〉τω〈ν〉.