De signis Fracturarum

Soranus

Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.

9. ῷλάϲμα δὲ κατ’ ἐνίουϲ τὸ ἐπὶ τῶν παιδίων τοῦ ὀϲτέου κοίλωμα, παραπληϲίωϲ τοῦ ἐπὶ τῶν δερματίνων ὴ μολυβίνων ληκύθων ἄνευ ῥήξεωϲ. ὁ μέντοι Δημή τριοϲ τοῦτο ἐμπίεϲμα καλεῖ.

10. Περϊ δὲ τοῖϲ ἄλλοιϲ τόποιϲ κατάγματα γίνεται τὰ μὲν ϲγιδακηδόν, ὅϲα ἀπ’ εὐθείαϲ ϲχίζεται, τὰ δὲ καυληδὸν ἢ ῥαφανηδὸν ἢϲικυηδόν, τὰ δὲ εἰϲ ὄνυχα ἢ καλαμηδὸν ὑπολόξωϲ κατὰ πέραϲ εἰϲ ὅλληλα, ὥϲτε περιφέρειαν ἔπακμον γίνεϲθαι ϲχήματι ὄνυχοϲ πληϲίαν, τὰ δὲ κατὰ ἀπόθραυϲιν ὡϲ πανταχόθεν ἀπολελυμένην ἔχειν τὴν ϲυνέχειαν, τὰ δὲ ἀλφιτηδὸν καὶ καρυηδόν, ὅϲα εἰϲ ἄραγμα πολυ- μερῶϲ εἰϲ λεπτὰ μέρη ῥήγνυται.

11. Περὶ ῥινόϲ. ῥινὸϲ μὲν οὑν καταγείϲηϲ ϲημείωϲιϲ γίνεται ἡ ϲκολίωϲιϲ, ἐνίοτε 〈δὲ〉 καὶ ἀποθραύεταί τι μέροϲ αὐτῆϲ καὶ διὰ τῶν δακτύλων μετάγεται. τὴν δὲ ἄνευ πάϲηϲ διαϲτροφῆϲ ῥῆξιν διὰ μηλωτίδοϲ καταλαμβάνομεν ἢ καὶ δακτύλων, ἐπινυϲϲομένων τῶν ἐπι- κειμένων.

12. Περἱ γἐνυοϲ. γένυϲ δὲ ῥαφανηδὸν μὲν πολλάκιϲ, ϲχιδα- κηδὸν δὲ ὀλιγάχιϲ κατάγνυται. ποτὲ δὲ καὶ κατὰ θραῦϲιν ἀδιάϲτροφοϲ μένει ἢ διαϲτρέφεται ϲυννεύουϲα ἢ παραλλάϲϲουϲα ἄνω ὴ κάτω, ἔϲω ἢ ἔξω περιτρεπομένη. ϲημειωτέον δὲ τὸ ἐπὶ ταύτηϲ κάταγμα τῇ ὑπεροχῇ καὶ τῇ κοιλότητι καὶ τῆ διαϲτροφῇ τῇ πρόϲ τι τῶν εἰρημένων μερῶν, ὥϲτε μὴ κεῖϲθαι τοὺϲ ὀδόνταϲ αὐτοῖϲ καταλλήλωϲ, καὶ τῷ πρὸϲ τὴν διὰ τῶν δακτύλων κίνηϲιν ψόφον γίνεϲθαι κοὶ νυγμόν. ἐν δὲ τῆ ϲυννεύϲει τὴν ὑπεροχὴν ἐν τῇ εὐρυχωρίᾳ τοῦ ϲτόματοϲ εὺρίϲκομεν. γινομένηϲ δὲ περιοχῆϲ ἡ κοιλότητοϲ κὰν ταῖϲ ἐξαρθρήϲεϲι διακριτέον [*](16 Δημήτριοϲ] Herophileumm dicit 17 § 10] Paul. VI 89, 2; cf. Ps. Galea. Introd. 20, XIV 792 24 § 11] Paul. VI 91 29 § 12] Paul. VI 92) [*](1 in mg. ϲμ 4 it mg. ϲμα 8 in mg. ϲμβ’ 9 ἀποπελεκομένων v: correri 11 in mg. ϲμγ′ 14 in mg. ϲμδ παίδων: correxi 17 ἐn πg. ϲμε 18 ὡϲ: ὅϲα sϲrpsi: ὡϲ ἐπ’ εὐθ. ϲχίζεϲθαι Kin 20 εναγμον: cor- rexi 22 καgυῖδον 24 in mg. ϲμe 25 δὲ addidi 29 in mg. ϲμζ)

157
τὸ πρὸϲ τοῖϲ κορωνοῖϲ ῥαφανηδὸν γινόμενον κάταγμα διὰ τοῦ κινεῖ- ϲθαι κατὰ τὴν διὰ τῶν δακτύλων παραγωγήν, τὸ ἐξάρθρημα δὲ ἀκίνη- τον εἰναι μέχρι τῆϲ διαϲτάϲεωϲ.